Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Συλλογισμοὶ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Νικηφόρος Βλεμμύδης

Διάκριση μεταξύ εκπόρευσης και αποστολής του Πνεύματος

Ερμηνεία των ευαγγελικών χωρίων για την αποσαφήνιση της διαφοράς μεταξύ της αΐδιας εκπόρευσης εκ του Πατρός και της αποστολής του Πνεύματος στον κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 3

Θέλω μὴ διστάζειν περὶ τῆς πίστεως ἀλλ’ εἶναί σε βεβαίως πεπηγμένον, κἂν ζωὴ κἂν θάνατος πρόκειται, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, κατὰ φύσιν ὑπάρχων Υἱὸς τοῦ Θεοῦ, ἐκ τοῦ Πατρὸς ἔχει τὸ εἶναι καὶ ἐκ μόνου τοῦ Πατρός.

Διὰ τί ἐκ μόνου τοῦ Πατρός; Διότι οὔτε παρ’ ἑαυτοῦ ἔχει τὸ εἶναι οὔτε παρὰ τοῦ Πνεύματος, κατὰ θεότητα λέγω—κατὰ γὰρ τὸ ἀνθρώπινον καὶ ἐκ τοῦ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου αὐτὸν σαρκωθῆναι ὁμολογοῦμεν. Ὥσπερ οὖν οὐκ ἔχει τὴν ὕπαρξιν ἢ παρ’ ἑαυτοῦ ἢ παρὰ τοῦ Πνεύματος ἀλλὰ τοῦ Πατρὸς μόνου, οὕτως καὶ πάντα ὅσα ἔχει, ἀπὸ μόνου τοῦ γεννήσαντος αὐτὸν Πατρὸς ἔχει, καὶ οὔτε παρ’ ἑαυτοῦ οὔτε παρὰ τοῦ Πνεύματος.

Λέγεται δὲ ἔχειν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔχει αὐτὸ ἀληθῶς, ἀλλ’ οὐ παρ’ ἑαυτοῦ ἔχει τοῦτο, παρὰ μόνου δὲ τοῦ Πατρός· οὐ συγγενόμενον αὐτὸ παρὰ τοῦ Πατρός, ἀλλ’ ἴδιον τρόπον ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευόμενον καὶ ἀεὶ μένον ἐν αὐτῷ· καὶ τοῦτο ἐστὶν ὅ φησιν ὁ Κύριος ὅτι παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δεικνὺς ὅτι παρὰ τοῦ Πατρὸς τοῦτο ἔχει· οὐ μὴν γεννητὸν ἐστὶν ὡς αὐτός, ἀλλ’ ἰδιοτρόπως ἐκπορευτῶς ἔχει καὶ ἐκεῖνο τὴν ὕπαρξιν παρὰ τοῦ Πατρὸς καὶ μένει ἐν τῷ Υἱῷ. Τοῦτο ἐστὶν ἡ τοῦ Πνεύματος τοῦ ἁγίου ἐκπόρευσις, ἡ παρὰ τοῦ Πατρὸς μόνου πρὸς τὸν Υἱὸν ὕπαρξις τοῦ Πνεύματος· καὶ οὐ δύναταί τις πιστὸς εἰπεῖν ὅτι ὁ Υἱὸς παρ’ ἑαυτοῦ καὶ τοῦ Πατρὸς ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ παρὰ μόνου τοῦ Πατρός, ἐξ οὗ γεννᾶται μόνου· καὶ αὐτὸς ὁ Υἱὸς παρ’ ἐκείνου μόνου ἔχει ἐκπορευτῶς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἡμεῖς δὲ οἱ κατὰ χάριν γεγονότες υἱοὶ Θεοῦ, οὐ παρὰ μόνου τοῦ Πατρὸς τοῦτο ἐλάβομεν, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ· οὕτω γὰρ εἶπεν ὁ Κύριος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός· καὶ πάλιν πέμψει αὐτὸν ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. Ἔπεμψαν οὖν τοῦτο πρὸς ἡμᾶς ὅ τε Πατὴρ καὶ ὁ Υἱός, ἀλλ’ οὐ λέγεται τοῦτο ἐκπόρευσις τοῦ Πνεύματος ἀλλ’ ἀποστολή.

Ἀπατῶνται δέ τινες καὶ δοκοῦσιν ὅτι ταύτην τὴν ἀποστολὴν ὀνομάζει ὁ Δεσπότης ἐκπόρευσιν, καὶ τοῦτο ἐστὶν ἡ πλάνη. Σὺ δέ, ὡς φρόνιμος, σύνες ὅτι καὶ ὁ Υἱὸς ἀπεστάλη πρὸς ἡμᾶς, ἀλλ’ οὖν οὐ λέγεται ἐκπορεύεσθαι παρὰ τοῦ Πατρός· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ διότι ἀπεστάλη λέγεται ὅτι ἐκπορεύεται, ἀλλὰ μόνον διότι ἔχει τοῦτο ὁ Υἱὸς παρὰ μόνου τοῦ Πατρὸς οὐ γεννητῶς ἀλλ’ ἰδιοτρόπως ἐκπορευόμενον.

Σύνες καὶ τοῦτο, ὅτι ὅταν εἶπεν ὁ Κύριος ὃν ἐγὼ πέμψω, προσέθηκε καὶ παρὰ τοῦ Πατρός, τὸ παρὰ τοῦ Πατρὸς ἑρμηνεύων. Πῶς τοῦτο εἶπε; Διπλάζει τὸν λόγον καὶ φησὶ τὸ τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὅτε δὲ εἶπεν ὅτι πέμψει αὐτὸ ὁ Πατήρ, οὐδὲν προστίθησι τὸ παρὰ ἐμοῦ ἀλλὰ φησὶν ἐν τῷ ὀνόματί μου ἤγουν διὰ τὸ ὄνομά μου. Δώῃ σοι δύναμιν ὁ Θεὸς καὶ πνεῦμα συνέσεως ὥστε νοῆσαι, ὡς ὁ γράφων ἐγώ, τὸ παρὸν νόημα.