Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Συλλογισμοὶ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Νικηφόρος Βλεμμύδης

Αναίρεση της διδασκαλίας για την ύπαρξη του Πνεύματος διά του Υιού

Θεολογική απόδειξη, βάσει της Γραφής και του Συμβόλου της Πίστεως, ότι η ύπαρξη του Πνεύματος διά του Υιού συνεπάγεται τον υποβιβασμό του στην τάξη των κτισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 3

Ὁ μέγας Παῦλος λέγει τὸν Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Εἰ οὖν, ἐπειδὴ Θεὸς ἐστὶν ἀληθινός, ἀληθείας Πνεῦμα ὑπάρχων ὁ Παράκλητος, ἀδύνατον εἶναι τοῦτο ἐκ τῆς Σοφίας ἤγουν τοῦ Υἱοῦ· ἢ καὶ ἐὰν ὑπάρχει ἐκ τῆς σοφίας, οὐκ ἔσται Θεὸς ἀληθὴς ἀλλὰ κτίσμα· τὰ γὰρ κτίσματα ἔχουσι τὴν ὕπαρξιν ἐκ τῆς Σοφίας τοῦ Θεοῦ. Ἐὰν ὑπάρχει αἴτιος τοῦ Πνεύματος τοῦ ἁγίου ὁ Υἱός, ὁ δὲ Υἱὸς ἐστὶν ἡ σοφία τοῦ Θεοῦ, ἀρχὴ λοιπὸν καὶ αἰτία ἐστὶν ἡ Σοφία τοῦ Θεοῦ τοῦ ἁγίου Πνεύματος, καὶ τὸ ἅγιον Πνεῦμα αἰτιατὸν ἐξ αὐτῆς. Ἀλλὰ ταύτης τῆς Σοφίας ἥτις ἐστὶν αἴτιος καὶ ἀρχὴ ὁ Πατήρ. Τίνα οὖν κοινωνίαν ἔχει ὁ Πατήρ, ὁ αἴτιος τῆς Σοφίας, πρὸς τὸ Πνεῦμα, τοῦ ἀπὸ τῆς Σοφίας αἰτιατόν;

Δύναμις τοῦ Πατρὸς ὁ Υἱός, ἐκ δὲ τῆς δυνάμεως ταύτης ὑπάρχειν λέγουσιν οἱ τῆς Ῥώμης τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς οὖν Θεῷ τὸ ὑπάρχειν ἐκ τῆς δόξης τοῦ Θεοῦ, ἐπεὶ δὲ Θεὸς ὁμολογουμένως οὐκ ἔστιν ἐκ τῆς δυνάμεως τοῦ Θεοῦ;

Ὁμολογοῦμεν ἐν τῷ ἁγίῳ Συμβόλῳ τῆς πίστεως ὅτι διὰ τοῦ Υἱοῦ τὰ πάντα ἐγένετο. Εἰ οὖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ ἔχει τὴν ὕπαρξιν, ἓν τῶν γινομένων κτισμάτων ἔσται καὶ τοῦτο· εἰ δὲ Θεὸς ἐστίν, οὐ διὰ τοῦ Υἱοῦ τὸ εἶναι ἔχει.

Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ ὁμολογοῦμεν τὸν Χριστόν· ἔστι δὲ Θεὸς ἀληθινὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ἐὰν ὑπάρχει διὰ τοῦ Υἱοῦ, πῶς ἀληθινός; Οὐ γὰρ ἠκούσαμεν ποτὲ θεὸν ἀληθινὸν διὰ θεοῦ ἀληθινοῦ ἐκ θεοῦ ἀληθινοῦ τὸ εἶναι ἔχοντα.

Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν ἤγουν διὰ τοῦ Λόγου. Εἰ οὖν διὰ τοῦ Λόγου τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐστίν, ὁ κτίστης τῇ κτίσει συντέτακται· ἀλλ’ οὐ πιστεύομεν ἡμεῖς ὑπάρχοντα διὰ τοῦ Λόγου ἢ ἐκ τοῦ Λόγου τοῦ Θεοῦ. Ἐπειδὴ Θεὸς ἀληθείας ὁ Παράκλητος, οὐκ ἔστιν ἐκ τοῦ Λόγου ἢ διὰ τοῦ Λόγου.