Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Θεολογικοί διάλογοι στη Νίκαια περί της εκπορεύσεως του Αγίου Πνεύματος

Η σύναξη των ορθοδόξων έναντι των Λατίνων και η εκτενής θεολογική επιχειρηματολογία του συγγραφέα σχετικά με την πηγή και τη χορηγία του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 11 από 14

Λογίων δε τῷ τηνικάδε κατὰ τὴν τῆς Βιθυνίας μητρόπολιν Νίκαιαν ἐκ τῆς ῥωμαϊκῆς ἐπικρατείας ἐνδεδημηκότων ἀνδρῶν, καί τινων ἐκ ταυτησὶ τῆς Ἑλλάδος συνηθροισμένων διὰ τὸ ἀμφήριστον δόγμα, καὶ αὐτοὶ τῷ τῶν ὑπερεχόντων ἀγόμεθα βουλήματι πρὸς τὸν κοινὸν ἀθροισμόν.

Καὶ δὴ τῶν μερῶν ἑκατέρων ἐς ταὐτὸ συνεληλυθότων, ὁ τῶν φιλοσόφων ὕπατος ὁ Καρύκης, αὐτουργὸς τοῦ μετὰ τῶν Ῥωμαίων διαλόγου καθίσταται, τῶν ἄλλων πάντων προκεκριμένος, καὶ μάλιστα παρὰ τοῦ κρατοῦντος· παρῆν γὰρ καὶ οὗτος τῇ συνελεύσει.

Καὶ πολλῶν λόγων κεκινημένων ὑπὸ τῶν ἀντιφερομένων ὡς τὸ εἰκός, τέλος ἔφασαν οἱ τῆς Ῥώμης, ὅτι Τὸ Πνεῦμα τὸ ἅγιον ὁ Ἀπόστολος, πνεῦμα καλεῖ τοῦ Υἱοῦ· καὶ πρότερον ὁ Κύριος, πνεῦμα κατωνόμασε τῆς ἀληθείας αὐτό, φάμενος εἶναι τὴν ἀλήθειαν ἑαυτόν. Εἰ οὖν πνεῦμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πάντως ἐκ τοῦ Υἱοῦ. Πρὸς τοῦτο, τοιαύτη ἀπάντησις· Ἐπεὶ παρὰ τοῦ Υἱοῦ δίδοται τοῖς ἀξίοις τὸ Πνεῦμα τὸ ἅγιον, ἢ κἀπειδήπερ ὁμοούσιον τῷ Υἱῷ, διαταῦτα πνεῦμα τοῦ Υἱοῦ προσηγόρευται.

Καὶ οἱ ἐκ Ῥώμης· Ἐγχρόνως ἢ προαιωνίως πνεῦμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον; Ἐντεῦθεν ὅτι Προαιωνίως. Ἐκεῖθεν τοιαύτη κατασκευή· Πνεῦμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ὅτι παρὰ τοῦ Υἱοῦ χορηγεῖται τοῖς κτίσμασιν, ἢ ὡς ὁμοούσιον τῷ Υἱῷ, ἢ ὡς ἐκπορευόμενον ἐξ αὐτοῦ· ἀλλ’ οὐ τὸ πρῶτον, ὅτι τὸ μὲν προαιωνίως πνεῦμα τοῦ Υἱοῦ, τὰ δὲ γεγόνασιν ὕστερον· οὐ τὸ δεύτερον, ἐπεὶ καὶ ὁ Πατὴρ ὁμοούσιος ὢν τῷ Υἱῷ, λέγοιτ’ ἂν καὶ οὗτος πνεῦμα τοῦ Υἱοῦ· λείπεται τοίνυν, ὡς ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ, πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον.

Πρὸς ταῦτα λέγειν ὁ τῶν φιλοσόφων ὕπατος οὐκ εἶχεν οὐθέν, καὶ ἦν ἀμηχανῶν τε καὶ σιωπῶν. Ἡμεῖς οὖν ἔκ τε τοῦ κρατοῦντος, ἔκ τε τοῦ πατριαρχοῦντος ἀπολογήσασθαι πρὸς ταῦτα ζητοῦντες ἐκχώρησιν, οὐ λαμβάνομεν, ἴσως διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. Ὁ γοῦν ὕπατος ἐπὶ τῷ συμβεβηκότι καταισχυνθείς, οὐκ ἔχων ὅ τι καὶ δράσοι λοιπόν, αἰτεῖται γραφῆναι καὶ δοθῆναί οἱ τὰ εἰρημένα· καὶ γράφεται, καὶ δίδοται, καὶ ὁ σύλλογος διαλύεται, καὶ ὁ μὲν ὕπατος ἀφανὴς ἔκτοτε, παρουσία τις οὐκ ἦν αὐτοῦ που τὸ σύνολον, ὁ δὲ πατριάρχης ἐν ἀθυμίᾳ πολλῇ· καὶ γὰρ αὐτὸς ἦν ὁ τῆς διαλέξεως αἴτιος, αὐτὸς ἐπείπερ ἐπεστάλκει τῷ τῆς Ῥωμαίων προέδρῳ πρῶτος, ἐπὶ τῷ ζήτησιν γενέσθαι τοῦ τὰς ἐκκλησίας διϊστῶντος εἴ τι ἔστι καὶ ἀκριβασμὸν καὶ διόρθωσιν.

Ἐπεί δ’ ἐκ μέσου κεχώρηκεν ὁ προκεκριμένος προσδιαλέγεσθαι, τὰ τῆς ἀπολογίας, τῶν τῆς ἐκκλησίας λογάδων ἀπειπαμένων, χωρεῖ πρὸς ἡμᾶς. Καὶ δὴ ταῦθ’ ὡς ἐξὸν ἐκτιθέμεθα πρόχειρά τε καὶ σχέδια τοῦ καιροῦ κατεπείγοντος, καὶ τοῖς πολλοῖς οὐ δυσξύνετα, πρότερον τὸ πρῶτον τῆς τῶν ἀντιθετούντων ὑποφορᾶς ὡς ἡ τάξις ἐκείνοις ἀνασκευάζοντες, τὸ δή περ Εἰ προαιωνίως πνεῦμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ διότι παρ’ αὐτοῦ τοῖς κτίσμασι δίδοται, διατοῦτο πνεῦμα τοῦ Υἱοῦ λέγοιτ’ ἄν· ὑστερογενῆ γὰρ τὰ κτίσματα.

Τί γὰρ τῶν ἀδυνάτων ἀνθυποφέρομεν, προαιωνίως μὲν εἶναι τὸν Υἱὸν δοτῆρα τοῦ Πνεύματος, καὶ ταύτην ἔχειν οὐσιώδη τὴν τελειότητα καὶ γὰρ οὐδὲν ἀτελὲς ἐν θεότητι, τὰ δὲ λαμβάνοντα, κατὰ καιροὺς ἰδίους μετέχειν τῆς δωρεᾶς;

Εἰ μὲν γὰρ ἐπίκτητον ἦν τῷ Υἱῷ τὸ διδόναι τὴν χάριν τοῦ Πνεύματος, ἴσως ἂν εἶχέ τινα χώραν μετὰ τῆς ἀλογίας καὶ τῆς βλασφημίας τὸ ἄπορον· ἐπεί δε τὸ διδόναι, φυσικῶς αὐτῷ καὶ κατ’ οὐσίαν, ὅτιπερ ἄλλως οὐ χρή συμβεβηκὸς γὰρ οὐδὲν ἐν θεότητι, καὶ μηδενὸς τοῦ λαμβάνοντος ὄντος, δοτήρ ἐστι τῆς χάριτος προαιωνίως καὶ ἀϊδίως, ὁ Υἱός.

Οὐδὲ γὰρ τῶν λαμβανόντων δέοιτ’ ἂν εἰς τὸ τοῦ Πνεύματος εἶναι δοτήρ, διότι δοτὴρ αὐτοῦ γεγέννηται παρὰ τοῦ Πατρός, ὡσπερεὶ καὶ τῶν κτισμάτων δημιουργός. Εἶεν ἂν οὖν ὑστερογενῆ μέν, τὰ λαμβάνοντα τὸν ἁγιασμόν, ὁ δ’ αὐτοῦ δοτήρ, προαιωνίως δοτήρ, καθὼς καὶ προαιωνίως δημιουργός, εἰ καὶ τὰ δημιουργήματα τότε δεδημιούργηκεν, ὅτε δημιουργῆσαι ταῦτα δεῖν ἔκρινε· μὴ ὢν γὰρ προαιωνίως δοτὴρ τοῦ Πνεύματος, καὶ προαιωνίως τῆς κτίσεως δημιουργός, οὐδ’ ὑστέρως δεδύνοιτ’ ἄν, ἢ τὸ Πνεῦμα διδόναι τοῖς ἀξίοις, ἢ παράγειν ἐξ οὐκ ὄντων τὰ κτίσματα.

Τούτων οὕτω διατετρανωμένων, οὐκ ἄπο λόγου τὸ καλεῖσθαι πνεῦμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τῇ κτίσει διὰ τοῦ Υἱοῦ χορηγούμενον· διὰ τοῦ Υἱοῦ δέ φαμεν, καὶ τὴν χορηγίαν τοῦ Πνεύματος, ἐπὶ τὴν πρώτην μεμαθηκότες ἀναφέρειν αἰτίαν, πάντα τὰ τοῦ Μονογενοῦς· οὐ δύναμαι γὰρ ἐγώ φησι ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν.

Πρὸς τὸ δεύτερον τῆς τῶν ἀντικαθισταμένων προαγωγῆς τό δ’ ἦν Εἴπερ ὡς ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμα, καλεῖται πνεῦμα τοῦ Υἱοῦ, καλοῖτ’ ἂν πνεῦμα τοῦ Υἱοῦ καὶ ὁ Πατήρ, ὁμοούσιος ὢν τῷ Υἱῷ καὶ αὐτός, οὕτω λέγομεν· ἡ μὲν ὁμοουσιότης, κοινὴ ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσιν, ἰδιότητες δὲ τὸ πατήρ, τοῦ γεννῶντος, τὸ υἱός, τοῦ γεννωμένου, τὸ πνεῦμα, τοῦ ἐκπορευομένου. Διὸ καὶ ἀναγκαῖον, τῆς ὁμοουσιότητος κινουμένης ἐντὸς ὧν ἐστιν ὡς κοινότητος, ἀκινήτους ἀεὶ μένειν τὰς ἰδιότητας· ἐκ μὲν γὰρ τῆς κοινότητος τῇ Τριάδι, τὸ ἀδιαίρετον, ἐκ τῶν ἰδιοτήτων δέ, τὸ ἀσύγχυτον. Πῶς οὖν τὸ τοῦ ἑνὸς ἴδιον, γένοιτ’ ἂν αὐτῷ τε καὶ ἄλλῳ κοινόν; Καὶ οὐχὶ τὸ ἴδιον οὐκ ἴδιον, καὶ οὐχὶ σύγχυσις; Ὁ Πατὴρ ὁμοούσιος τῷ Υἱῷ, πάντοτε δὲ Πατήρ, καὶ οὐκ ἂν κληθείη ποτὲ πνεῦμα τοῦ Υἱοῦ, ἀλλὰ τοῦ Υἱοῦ μέν, πατὴρ δέ, φυλάττων τὴν αὐτοῦ ἰδιότητα· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὡς μὲν ὁμοούσιον τῷ Υἱῷ, τοῦ Υἱοῦ λέγοιτ’ ἄν, ὡς δὲ Πνεῦμα, διὰ τὴν ἰδιότητα πνεῦμα, συνελθουσῶν δ’ ἐς ταὐτὸ τῆς ἰδιότητος καὶ τῆς κοινότητος, πνεῦμα τοῦ Υἱοῦ.

Καὶ τί τὸ ἄτοπον, εἰ καὶ ὡς ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, εἴποι τις πνεῦμα τοῦ Υἱοῦ; Τὸ μὲν οὖν καλεῖται καὶ πνεῦμα τοῦ πατρός, καὶ πνεῦμα τοῦ Υἱοῦ, μὴ δὲ μιᾶς ὑπόληψιν ἀτοπίας ἐπιφερομένων τῶν κλήσεων· οὐκ ἔστι δὲ καὶ ἀντιστρόφως, ἐπεὶ τὸ Πνεῦμα λέγεται πνεῦμα τοῦ Πατρός, καὶ τὸν Πατέρα λεχθῆναι πατέρα τοῦ Πνεύματος, ἵνα μή τις ὑποτοπάσοι καὶ τὸ Πνεῦμα υἱόν υἱοῦ γὰρ πατήρ, ὁ Πατήρ, οὔτε μὴν ὅτι τὸ αὐτὸ Πνεῦμα καλεῖται πνεῦμα τοῦ Υἱοῦ, κληθῆναι καὶ τὸν Υἱόν, υἱὸν τοῦ Πνεύματος, ἀλλ’ ὁ Πατὴρ ἐξ οὗ τὸ Πνεῦμα ἐκπορεύεται, καὶ ὁ Υἱός, δι’ οὗ αὐτὸ ἐκφαίνεται καὶ παρέχεται. Τὸ δ’ ἐκπορεύεσθαι, τρόπος ὀντότητος, οὐ δηλοῦν ἐξέλευσιν, ὡς τὸ Ποταμὸς ἐξ Ἐδὲμ ἐκπορεύεται, καὶ εἴ τι που παραπλήσιον, ἀλλ’ ὕπαρξιν φυσικήν, ἑτέραν παρὰ τὴν γέννησιν.

Ὡς οὖν οὐκ ἔστι τὸ Πνεῦμα κληθῆναι τοῦ Πατρὸς υἱόν, ἢ πατέρα τοῦ Υἱοῦ Πατρὸς γὰρ υἱὸς ὁ Υἱός, οὕτως οὐδὲ τὸν Υἱὸν ἢ τὸν Πατέρα, τὴν τοῦ Πνεύματος ἐπισπασαμένους ἰδιότητα, τὸν μὲν κληθῆναι πνεῦμα τοῦ Πατρός, τὸν δὲ πνεῦμα τοῦ Υἱοῦ, πατὴρ δ’ ἔσται διηνεκῶς ὁ Πατήρ, υἱός, ὁ Υἱός, πνεῦμα, τὸ Πνεῦμα, τῶν ἰδιοτήτων ἀκινήτων ἐν οἷς εἰσι μενουσῶν. Εἰ δὲ πνεῦμα κατὰ τὴν τοῦ Κυρίου φωνὴν ὁ Θεός, ἢ καὶ αὐτὸς ὁ Κύριος, ἀλλὰ διὰ τὸ ἄϋλον εἴρηται, καὶ πάσης ἐξῃρημένον αἰσθήσεως, καὶ παντελείως νοερόν· πολυσήμαντον γὰρ τοὔνομα· τὸ δ’ ἀφωρισμένον τῷ ἐκπορευομένῳ παρὰ τοῦ Πατρός, οὔποτε κληρώσαιτ’ ἂν ὁ Πατήρ, οὔτε μὴν ὁ Υἱός, ἀλλ’ αὐτῷ καὶ μόνῳ τῷ ἐκπορευομένῳ παρὰ τοῦ Πατρός, μενεῖ πανακλινῶς αἰεὶ καὶ παναρρεπῶς.

Τὰς τῶν δύο γοῦν τοῦ τῶν ἀντιλεγόντων διεζευγμένου μερῶν ἀναιρέσεις ἀνασκευάσαντες, τὸ μὲν οὐκ ἔγχρονον δοτῆρα τοῦ Πνεύματος δείξαντες τὸν Υἱόν, ἀλλὰ προαιώνιον ἐπεὶ κατ’ οὐσίαν, εἰ καὶ τὰ κτίσματα πρόσφατα, τό δ’ ὡς οὐ δύναταί τις ὑπόστασις, ἑτέρας ὑποστάσεως ἰδιότητα σφετερίσασθαι, κἂν ἡ κοινότης κινοῖτο πολυστρόφως ἐν οἷς ἐστι παραστήσαντες, οὐδεμίαν ἐῶμεν παρείσδυσιν ἔχειν τὸ τοῦ ἑπομένου τρίτον καὶ εἰσαγόμενον.

Λέγεται καὶ πνεῦμα Χριστοῦ καὶ νοῦς Χριστοῦ τὸ Πνεῦμα τὸ ἅγιον· Πέτρος μὲν γὰρ τῶν προφητῶν μεμνημένος, οὕτω φησί, τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ· Παῦλος δὲ λέγει Φιλιππησίοις, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, Ῥωμαίοις, Εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, Κορινθίοις δὲ προειπών, Ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, παρακατιών, Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν βοᾷ, Χριστοῦ νοῦν ὀνομάζων, ὅπερ εἴρηκε πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.

Τὴν τοῦ ῥητοῦ τοιαύτην ἐκδοχήν, κἀν τοῖς ἐν θεηγορίᾳ περιβοήτοις εὑρίσκομεν. Οὐ τοίνυν ὅτι πνεῦμα Χριστοῦ καὶ ὅτι νοῦς Χριστοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διατοῦτο κἀκ τοῦ Χριστοῦ, καθάπερ ἐκ τοῦ Θεοῦ. Ποῦ γὰρ εἴρηται τοῦτο; Νοῦς ἐνταυθοῖ καὶ πνεῦμα ταυτόν ἐστιν· ὁ τοίνυν νοῦς ἧ νοῦς, οὐκ ἐκ τοῦ ἔχοντος αὐτὸν ὑφέστηκεν, ἀλλ’ ἐν αὐτῷ ἐστιν οὐσιωδῶς, καθὼς ὁ αὐτὸς Ἀπόστολος μαρτυρεῖ, Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου λέγων, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὐκ εἶπε τὸ ἐξ αὐτοῦ, ἀλλὰ τὸ ἐν αὐτῷ. Τὸ μὲν οὖν εἶναι πνεῦμα τοῦ Υἱοῦ καὶ πνεῦμα Χριστοῦ καὶ νοῦν Χριστοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τῷ γεγεννῆσθαι συνᾴδει τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς δοτῆρα κατ’ οὐσίαν προαιωνίως τοῦ Πνεύματος ὥσπερ ἔφαμεν· εἰ μὴ γὰρ τοῦ Υἱοῦ πνεῦμα καὶ Χριστοῦ πνεῦμα καὶ Χριστοῦ νοῦς ὡς Υἱοῦ τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὁ Υἱὸς δώσει αὐτό, μὴ ἔχων αὐτὸ θησαυρὸν ἵν’ οὕτως εἴποιμεν ἐν αὐτῷ μένοντα, ζῶντα καὶ ἔμφυτον;

Τὸ δὲ παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν τὸν θησαυρὸν οὐσιωδῶς οὐκ ἐπεισάκτως, τηρεῖ τὸ αἴτιον, κυρίως αἴτιον, καὶ τὸ αἰτιατόν, κυρίως αἰτιατόν· τὸ δ’ ἐξ ἀμφοῖν τοῦ τε Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε μόνον τὸν Πατέρα δείκνυσιν ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν τῆς θεότητος, καθάπέρ ἐστιν, οὔτε τὸν Υἱὸν ἔχοντα πάνθ’ ὅσαπερ ἔχει παρὰ Πατρός. Καὶ πῶς λοιπὸν υἱὸς ἀτρεκῶς, ἢ πῶς ἐκεῖνος πατὴρ ὁλικῶς;

Εἰ δέ τις ἐρεῖ καὶ τὸ αἴτιον εἶναι τοῦ Πνεύματος, ἢ τρόπόν τινα συναίτιον τῷ Πατρί, παρὰ τοῦ Πατρὸς ἔχειν τὸν Υἱόν, λέληθεν ἑαυτὸν ἐκεῖνο προσάπτων τῷ Υἱῷ παρὰ τοῦ Πατρός, ὃ μὴ πέφυκε. Ποῦ γὰρ ἔχει φύσιν τὸ αἴτιον, ὃ μόνῳ τῷ Πατρὶ ἀφωσίωται, συμμεμερίσθαί πως τῷ Πατρί τε καὶ τῷ Υἱῷ; Πῶς δε καὶ τῆς ὑπάρξεως τοῦ Υἱοῦ τελείας οὔσης καὶ ἀνενδεοῦς παρὰ τοῦ Πατρός, ἡ τοῦ Πνεύματος ὕπαρξις οὐ τελεία παρὰ τῆς αὐτῆς φυσικῆς ἀρχῆς, ἀλλὰ δέοιτ’ ἂν τὸ Πνεῦμα τοῦ εἶναι, καὶ παρὰ τοῦ Υἱοῦ;

Τελεία μὲν οὖν καὶ ἡ γέννησις, τελεία καὶ ἡ ἐκπόρευσις ἐκ τοῦ αὐτοῦ, καὶ μόνος ὁ Πατὴρ αἴτιος, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, μόνως αἰτιατά, καὶ λίαν εἰλικρινῶς, ὁμοτίμως ἐκ τοῦ Πατρὸς ὁ μὲν γεννώμενος, τό δ’ ἐκπορευόμενον, ὥσπερ ἐκ τῆς πηγῆς τὸ ὕδωρ γεννᾶται, καὶ τὸ πνεῦμα πρόεισι, συνημμένον τῷ ὕδατι φυσικῶς· πηγὴ δέ ἐστιν, ἡ πρώτη καὶ κρυφία τοῦ ὕδατος ἀρχή, τὸ δ’ ἐν ὕδατι πνεῦμα εἶναι, καὶ ἡ ἀναθυμίασις δείκνυσιν ἐναργῶς. Καὶ μή τις ἐπηρεαστὴς ἐπιφυέσθω τῷ ὑποδείγματι, τὴν ἀναθυμίασιν γίνεσθαι λέγων ἐξ ὕδατος· περὶ γὰρ ὑπάρξεως ἀλλ’ οὐ περὶ φανερώσεως διαλαμβάνομεν· οὐκ ἐξ ὕδατος δὲ κέκτηται τὸ πνεῦμα τὴν ὕπαρξιν, ἀλλ’ ἐκ τῆς πηγῆς ὂν ἐν ὕδατι φυσικῶς, ἀναθυμιώμενον φανεροῦται, καὶ δίδωσι πίστωσιν τοῖς ὁρῶσιν, ὅτιπερ ἐν ὕδατι καὶ πρὸ τῆς ἀναθυμιάσεως ἦν οὐσιωδῶς ἀπὸ τῆς πηγῆς ὅθεν δὴ καὶ τὸ ὕδωρ αὐτό.

Τὰ γοῦν τῆς ἀπολογίας ὡς ἐνεχώρει διαπερᾴναντες, τοῖς μὲν ἐν τῇ καθ’ ἡμᾶς μοίρᾳ, καὶ λόγου μετόχοις καὶ συνέσεως αἱρετά, τοῖς δ’ ἀντιφερομένοις ἀπρόσβλητα δόξαντα, τῆς πατριαρχικῆς ἀθυμίας ἀντιπεριηγμένης ἐς τοὺς ταύτης προξένους ὡς ἔπρεπε, μεταχωροῦμεν ἐκ τῆς Νικαέων ἐς τὰ κατ’ Ἔφεσον, καὶ τὸ μοναδικὸν σχῆμα τέλειον ἐσάπαξ ἀμετονομάστως, καὶ τὸ τῆς ἱερωσύνης χρίσμα μεταβραχὺ παρὰ τοῦ προϊσταμένου δεξάμενοι, τῇ συνήθει καὶ πάλιν ἡσυχίᾳ καὶ μονώσει μέχρι μακροῦ προσανέχομεν.