Ἔργον
Νικηφόρος Βλεμμύδης – Βίος
Μοναχική αποταγή και επιπτώσεις από πολεμικές συγκρούσεις
Η εγκατάλειψη του κοσμικού βίου, το ταξίδι στη Ρόδο και η αναγκαστική επιστροφή στην Έφεσο λόγω των εχθροπραξιών των αυτοκρατορικών στρατευμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μοναχική αποταγή και επιπτώσεις από πολεμικές συγκρούσεις
Η εγκατάλειψη του κοσμικού βίου, το ταξίδι στη Ρόδο και η αναγκαστική επιστροφή στην Έφεσο λόγω των εχθροπραξιών των αυτοκρατορικών στρατευμάτων.
Αὐτοῦ τὸ δίδαγμα, τὸ ἔργον αὐτοῦ, τὴν ἡμετέραν αὐτὸς τῇ ἐπ’ αὐτὸν ἐλπίδι ψυχὴν προσκαθήλωσεν. Οὗτος ἡμῖν ὁ τρόπος ἐκ πρώτης ἡλικίας ἐς τόδε τὸ γῆρας διαμεμένηκε· τοὺς παραβαίνοντας, μὴ μόνα τὰ ἑαυτῶν ὡς ἔδει κατανοοῦντες, ἠλέγχομεν, ὠνειδίζομεν, τὰς συναυλίας αὐτῶν ἐξεκλίνομεν, ὅθεν ἐπὶ πολλοῖς ἔτεσι τῇ βασκανίᾳ συντόνως προσεπαλαίσαμεν.
Ἀνυσάσης δὲ ταύτης οὐθέν, ἀλλὰ τὰ νεῦρα περιῃρημένης, ἡττημένης τε καὶ κατῃσχυμμένης ἦν γὰρ ὁ ἡμέτερος βοηθὸς πολυειδῶς ταύτην κατατροπούμενος, ἐν εἰρήνῃ πολυκαιρίῳ καὶ παρὰ πάντων αἰδοῖ καὶ τιμῇ, καταλελοιπότες τὴν κλήρωσιν, τῇ ἀποταγῇ προσχωροῦμεν· καὶ ῥακενδυτοῦμεν ἐν ὁρίοις Ἐφέσου, τὸν ταύτης ᾑρημένοι ποιμενάρχην ἔχειν ἡγήτορα. Μανασσῆς οὗτος ἐκέκλητο, λόγῳ καὶ ἀσκήσει κεκοσμημένος ἀνήρ, καὶ διαφόροις ἀρετῶν ἰδέαις διαπρεπής.
Ἐνιαυτοῦ μήπω τὸ μέσον ἱκάνοντος, ἡλικιώτης ἡμᾶς ὀτρύνει πόθος, τὰ Ἱεροσόλυμα κατιδεῖν, ὡς ἂν τοῖς ἐκεῖσε τιμίοις τόποις καὶ αὐτοὶ τιμὴν ἀφοσιωσαίμεθα καὶ κατ’ αἴσθησιν. Ἐπὶ τούτῳ μὴ παρὰ βούλησιν τοῦ ἡγήτορος, πρὸς Ῥόδον ἀπαίρομεν, τοὺς σὺν ἡμῖν κατασφαλισάμενοι μὴ λαλῆσαί που τίνες ἡμεῖς, ἵν’ ὑπέρθεσις τοῦ σκοποῦ μή τις ἐκ τοῦ τῆς χώρας ἄρχοντος ἡμῖν ἐγγένηται γνόντος ἡμᾶς.
Ἑαλώκειμεν δ’ ᾧπερ ἐπεφεύγομεν· ὡς γὰρ τῷ τῆς νήσου λιμένι προσεπωκείλαμεν, οὐδὲ πρὸς χέρσον ἐκβεβηκότες, οὐ λανθάνομεν ἐνδημήσαντες. Εὐθὺς οὖν ὁ ἄρχων, ὁ Γαβαλᾶς ἦν ὁ Καῖσαρ, ὃν οὐκ ἴσμεν ὡς ἑωράκειμεν πώποτε, διαπέμπει πρὸς ἡμᾶς φιλικὰς προσρήσεις καὶ δεξιώσεις, ἐφετὴν αὐτῷ καὶ τὴν κατὰ πρόσωπον ἡμῶν ἀλλήλων ὁμιλίαν εἶναι δεδηλωκώς. Ὡς αὕτη γοῦν ἐγεγόνει, τρόποις αὐτὸς ὑφηγήσεως τὴν ἡμετέραν ὁρμὴν ἀνακόπτει τωτότε τὴν εἰς τὰ πρόσω, τόν τε καιρὸν ἀνεπιτήδειον φάσκων, ἀρχὴν ὄντα φθινοπώρου, καὶ τὸ πέλαγος μέγα καὶ δυσδιάπλευστον, ἀναμεῖναί τε τὸ ἔαρ ὑποτιθέμενος, ὡς ἂν μή τι συμβαίη τῶν ὧν οὐκ ὀλίγοι πεπείρανται πλέοντες ὅτε μὴ δεῖ. Ταῦτ’ εἰπών, πειθηνίους ἔσχεν ἡμᾶς ὡς καὶ δειλίαν φέροντας συνουσιωμένην περὶ τὴν θάλατταν.
Προσκαρτεροῦμεν τοίνυν ἐν Ῥόδῳ, καὶ τὰς εἰς ἡμᾶς ἐπιμελείας αὐτοῦ καὶ τιμάς, ἀρκετὰς ἡγήσαιτ’ ἄν τις ἰδίαν ποιήσασθαι συγγραφήν· πλὴν ἐπείπερ ἐγράφησαν ἐν τοῖς οὐρανοῖς, εἴ γε μὴ δὲ ψυχροῦ ποτηρίου δόσις ἄμισθος παρὰ τῷ Θεῷ, τοῖς ἐφεξῆς προσβησόμεθα, τὰ πολλὰ τὸν δρόμον ἐπιταχύνοντες. Ἔν τινι περιφανεστέρᾳ μονῇ τῶν ἐκεῖ περὶ τὸν Ἀρταμύτην ὄρος τοῦτο Ῥόδιον ἱδρυμένῃ προσοικιζόμεθα· βίβλων ἐν ταύτῃ πληθὺς εὐγενῶν, τά τ’ ἐγγὺς αὐτῆς καὶ περὶ αὐτήν, ἀθόρυβα πάντη καὶ δέους ἀμέθεκτα· τούτοις καὶ νύκτα καὶ μεθημέραν ἐνδιατρίβοντες, καὶ τῇ τῶν βίβλων ἀναγνώσει, καὶ τοῖς ἄλλοις ὅσα μονασταῖς οἰκεῖα, κατὰ προαίρεσιν προσανέχοντες, δύσεργον ἔχομεν ἐξειπεῖν ὅσης θυμηδίας ἐνεφορούμεθα. Τοιαῦτα διαπράξασθαι πρὸς ἡμᾶς ἄνδρα κατέπεισεν ἡμῖν ἀγνῶτα παντάπασιν ὁ ἡμέτερος κηδεμών.
Ἐπεί δε τῷ Καίσαρι τὸ ἄρχειν οὐκ ἐκ τοῦ κράτους ἦν, ἀλλὰ πατρικὸν κληροδότημα, κατὰ διαδοχὰς ἐκ προγόνων ἐς αὐτὸν διαβεβηκός, οὐδὲ τὸ καθυπείκειν τῷ κράτει προσῆν, τὰ κατ’ αὐτόν δε διεξάγειν, τάς τε νήσους πολλῶν γὰρ ἦρχε καὶ τοὺς ὁπλίτας πολλῶν γὰρ ἡγεῖτο καὶ τὰ περιπίπτοντα πάντα, καθὼς ἂν βούλοιτο, καὶ συμμαχεῖν μέν, εἴπερ αἱροῖτο, κατ’ ἐπιταγήν δε πράττειν οὐθέν, ἐπὶ τούτοις χαλεπαίνων ὁ βασιλεύς, ἐκπέμπει στράτευμα πολυπληθὲς ἐν τριήρεσιν, ἵν’ αὐτὸν κατάσχοιεν οὗτοι καὶ ἀγάγοιεν, παραστησάμενοι τὴν πόλιν ᾗ κατωχύρωτο, καὶ παραλύσειε τῆς ἀρχῆς. Τουδὶ μὴ τετελεσμένου, τὴν πᾶσαν ληΐζονται χώραν, ἀπάγουσί τε τῶν λαῶν ὅσους εὗρον ἔξω τειχῶν· διὸ καὶ τῇ μονῇ ταὐτὰ δρῶσιν ᾗ προσῳκίσμεθα καὶ τοῖς ἐν αὐτῇ.
Πρὸς ἡμᾶς δὲ μή τι κεκελευσμένοι βίαιον εἰ μὴ καὶ προσηνὲς ἅπαν ἐνδείξασθαι, τὸν μὲν τόπον ἀφύλακτον εἶναί φασι καὶ ἀπίστευτον, ὥσπερ ἦν, τῶν οἰκητόρων ἐστερημένος, τὰ δὲ τῆς θαλάττης μέρη κινδυνώδη πρὸς ἅπερ ὡρμῶμεν, διὰ τὴν τῶν πειρατῶν ἔφοδον καὶ περίπλοιαν, καὶ μηθὲν ἕτερον ἡμῖν ἔχειν τὸ ἀσφαλές, ἢ τὴν πρὸς τὰ ἐν οἷς ἦμεν πρώην συνᾴρσεσιν αὐτῶν παλιννόστησιν. Πειθόμεθα τοιγαροῦν τῇ ἀνάγκῃ πλέον ἢ τοῖς εἰποῦσι, καὶ τὰ περὶ τὴν Ἔφεσον αὖθις ἀπράκτους τοῦ κατὰ σκοπὸν ἡμᾶς ὑποδέχεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.