Πρὸς τὸ δεύτερον τῆς τῶν ἀντικαθισταμένων προαγωγῆς τό δ’ ἦν Εἴπερ ὡς ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμα, καλεῖται πνεῦμα τοῦ Υἱοῦ, καλοῖτ’ ἂν πνεῦμα τοῦ Υἱοῦ καὶ ὁ Πατήρ, ὁμοούσιος ὢν τῷ Υἱῷ καὶ αὐτός, οὕτω λέγομεν· ἡ μὲν ὁμοουσιότης, κοινὴ ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσιν, ἰδιότητες δὲ τὸ πατήρ, τοῦ γεννῶντος, τὸ υἱός, τοῦ γεννωμένου, τὸ πνεῦμα, τοῦ ἐκπορευομένου. Διὸ καὶ ἀναγκαῖον, τῆς ὁμοουσιότητος κινουμένης ἐντὸς ὧν ἐστιν ὡς κοινότητος, ἀκινήτους ἀεὶ μένειν τὰς ἰδιότητας· ἐκ μὲν γὰρ τῆς κοινότητος τῇ Τριάδι, τὸ ἀδιαίρετον, ἐκ τῶν ἰδιοτήτων δέ, τὸ ἀσύγχυτον. Πῶς οὖν τὸ τοῦ ἑνὸς ἴδιον, γένοιτ’ ἂν αὐτῷ τε καὶ ἄλλῳ κοινόν; Καὶ οὐχὶ τὸ ἴδιον οὐκ ἴδιον, καὶ οὐχὶ σύγχυσις; Ὁ Πατὴρ ὁμοούσιος τῷ Υἱῷ, πάντοτε δὲ Πατήρ, καὶ οὐκ ἂν κληθείη ποτὲ πνεῦμα τοῦ Υἱοῦ, ἀλλὰ τοῦ Υἱοῦ μέν, πατὴρ δέ, φυλάττων τὴν αὐτοῦ ἰδιότητα· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὡς μὲν ὁμοούσιον τῷ Υἱῷ, τοῦ Υἱοῦ λέγοιτ’ ἄν, ὡς δὲ Πνεῦμα, διὰ τὴν ἰδιότητα πνεῦμα, συνελθουσῶν δ’ ἐς ταὐτὸ τῆς ἰδιότητος καὶ τῆς κοινότητος, πνεῦμα τοῦ Υἱοῦ.