Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Ίδρυση της μονής και νέοι αντιλατινικοί αγώνες στο Νύμφαιο

Η ανοικοδόμηση του ησυχαστηρίου στα Ημάθια, η θέσπιση μοναστηριακής τάξης και η νέα υπεράσπιση της τριαδολογίας έναντι των απεσταλμένων της Ρώμης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 12 από 14

Αἴφνης δὲ κίνδυνος ἐς ζωὴν ἐξ ἐπιβουλῆς ἄφυκτος διὰ σφαγῆς ἡμῖν ἐπεγείρεται, καὶ σωτηρία τελεῖται παρὰ Κυρίου τεράστιος, ὡς ὅτε τὸ ξίφος ὁ δαιμονῶν κατὰ τῶν ἡμετέρων ἐγκάτων διήλασε μέν, οὐκ ἔπληξε δέ, καὶ ὅτε τῶν ἀντικειμένων διττῶν ἀναιρέσεων τῶν ἐκ τῶν χειρόνως δαιμονώντων ἀντιγενῶν, παρὰ τοῦ σώζοντος λελυτρώμεθα, τῶν ἀξυμβλήτως ὀλεθριωτέρων, ὡς τῆς κρείττονος ἀπαγουσῶν, τῆς ἀκαταλύτου καὶ ἀπαύστου ζωῆς, ἢ τῆς κατ’ αἴσθησιν, τῆς πάντως γε καταλυομένης καὶ παυομένης.

Ἐκ τῶν ἐγκοσμίων τῷ γενέτῃ πρὸς ἄλλους τόπους ἡ μετάβασις ἀνυπέρθετος, καὶ ἡμῶν ἡ θέα κατὰ τὴν διάστασιν περισπούδαστος, τὸ μὲν διὰ τὴν φύσιν ἁπλῶς, τό δ’ ὅτι καὶ τῶν ἐξ αὐτοῦ, προλελοιπότων ἀωρὶ τὸ βιώσιμον, μόνοι τῶν ὅλων ὑπολελείμμεθα, τῶν ἔγγιστά τε καὶ καθ’ αἷμα, παρῆν οὐδείς· ὅθεν ἐκείνῳ συνᾴδων, ὑπὸ τοῦ συμπαθοῦς κεκινημένος, καὶ ὁ προϊστάμενος ἦν. Ἀλλ’ ἡμεῖς αὐτὸν παραιτούμεθα, τοῦ τῆς φύσεως κυριεῦσαι νόμου, τὸν τῆς ἀποταγῆς· καὶ μακρῶν εἰς τοῦτο μὴ δεδεημένοι λόγων, εἰσακουόμεθα.

Ταὐτὰ μετέπειτα κἀπὶ τῇ γειναμένῃ διενεργοῦνται, καὶ τοῖς παρευρημένοις αἱ λήξεις διαμερίζονται· συνωθούντων δέ τινων ἡμᾶς εἰς τὴν τῶν διηρπασμένων ἀναζήτησιν καὶ εἰς ἑαυτοὺς ἀποκατάστασιν, οὕτως ἔφαμεν· Οὐ τὰ τῶν ἐν γῇ γεννητόρων κληρονομῆσαι βουλόμεθα, κληροδοσίαν δ’ αἰτοῦμεν ἐκ τοῦ ὑψίστου Πατρός, οὕτως εἰπόντες ὡς εἴχομεν γνώμης. Καὶ σφραγισάμενοι τῇ πράξει τὸν λόγον, ἀπαραθεωρήτως πολλαπλάσια λαμβάνομεν ἐνταυθοῖ τῶν ὧν παρεθεωρήσαμεν· ὁ δὲ τῶν ἄνω κατηξιωμένος, εἴσεται τὰ διδόμενα, μέτρον οὐδόλως ἐπιδεχόμενα.

Καὶ οἱ μέν, ἐκ Νυμφαίου, πρὸς τὰ σφίσιν αὐτοῖς ἀποτεταγμένα σκηνώματα μεταβαίνουσιν, ἡμεῖς δ’ ἐξ Ἐφέσου, πρὸς Παλαιστίνην ὁρμῶμεν, καὶ πόθον ἀρχαῖον ἀποπληροῦμεν, καὶ τετανικοῦ πάθους ἀπαλλαττόμεθα. Κἀκεῖθεν ἐπανιόντες, καὶ τὴν τοῦ προεστηκότος ὁσίαν ὁσιοπρεπῶς ἐκτελέσαντες, καὶ πᾶσαν αὐτοῦ κέλευσιν περατώσαντες, καὶ πολλαῖς καὶ βαρείαις προσομιλήσαντες θλίψεσιν, ἔν τε τοῖς δυσμικωτέροις εἵνεκα βίβλων ἀναδιφήσεως καὶ διεξελεύσεως ὧν πρώην πεῖραν οὐκ ἔσχομεν ἀφιγμένοι, καὶ πολυμετρήτου παρὰ τῶν ἄρχειν ἐκεῖσε λαχόντων ἀπολελαυκότες φιλοφροσύνης ἀντιμετρήσαι Κύριος αὐτοῖς ὡς οἶδεν οὗτος τοῖς εὖ ποιοῦσιν ἀντιμετρεῖν, καὶ τοῦ σκοποῦ τετυχηκότες ὡς οὐκ ἔδει βελτιόνως, καὶ αὖθις γεγενημένοι πρὸς τὰ κατ’ Ἔφεσον, ἡσυχίας δείμασθαι καταγώγιον προθυμούμεθα.

Καὶ γῆν ἐν τοῖς Ἠμαθίοις εὑρηκότες, ἀπερρηγμένην οἷον τῆς ὁμοχώρου, ψαλμικῶς εἰπεῖν ἔρημον ἄβατον ἄνυδρον, αἰσθητῶν θηρίων καὶ νοητῶν ἐνδιαίτημα, κυκλουμένην μὲν συνοικισμοῖς ἐκ δὲ τοῦ πορρωτέρω, καὶ τὸ μὲν ἐφόδοις ληστρικαῖς, τὸ δὲ θορύβοις οὖσαν ἀπρόσιτον, ἀλλὰ καὶ λυμαντικῶν ἑρπετῶν καθαρεύουσαν, πρὸς δὲ καὶ δαψιλοῦς μετέχουσαν φωτὸς ἐκ τῆς θέσεως, τῷ συνιστᾶν ἐν ταύτῃ τὸ ἡσυχαστήριον ἐπιβάλλομεν.

Ἐπεί δ’ ὁ τόπος εἰς οἴκησιν οὐκ εὐφυὴς οὐκ εὔθετος ἦν, τὰ βουνώδη ταπεινοῦται, πληροῦται τὰ φαραγγώδη, καὶ τὰ σκολιὰ μὲν εἰς εὐθέα, τὰ τραχέα δὲ πρὸς λεῖα μετασκευάζεται. Καὶ διὰ τὸ φωτεινὸν καὶ ἀθόρυβον καὶ δέους ἀπηλλαγμένον ἐξ ἰοβόλων ἐκ κακούργων, πάντα πόνον αἱρούμεθα, καὶ τὴν σύστασιν ἐπισπεύδομεν, τὴν μὲν τοῦ Θαυματουργοῦ πατρὸς οἰκοῦντες ἅμα καὶ διϊθύνοντες, μή τι δ’ ἐκ ταύτης παραχωροῦντες νοσφίσασθαι τὸ συνιστάμενον, ὡς ἡμέτερον· ἁρπακτήρων γὰρ καὶ ἱεροσυλούντων τὰ τοιαῦτα σπουδάσματα, τυχὸν ὑπὸ τῆς ἐνδείας εἰς ταῦτά τινων ὠθουμένων ὡς οὐκ εὐλόγως εἴποι τις ἄν· ἀλλ’ ἡμεῖς καὶ ἀνενδεεῖς ἐς τόσον, ὡς καὶ τῶν ἀναλωμάτων ὑπερβαίνειν πολλῷ τῷ μέτρῳ τὰ παρὰ Θεοῦ χορηγούμενα. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι τῶν ἐν τῇ τοῦ ἔργου καταρχῇ προσόντων ἡμῖν, τὰ μετὰ τὴν ἀπάρτισιν εἰ μὴ πλείω, τέως γοῦν ἑπταπλάσια, καθὼς ὁ διακελευσάμενος τὴν πρᾶξιν προεπηγγείλατο. Τίς αἰτία τολοιπὸν ἀθέσμου βιαιότητος, ἢ παρυποσυλήσεως θεοστυγοῦς;

Φιλοτιμεῖται δ’ ἡμῖν ὁ ἡμέτερος ἀρωγός, καὶ τὸ μηδένα μηδαμῶς τῶν προσταλαιπωρούντων τῷ κτίσματι, μὴ πτῶσιν ὑποστῆναι μὴ σύντριμμα, πάντη δε πάντας ἀκινδύνως τὴν ἐργασίαν ποιήσασθαι. Οἱ μὲν οὖν αἰσθητοὶ θῆρες, ἄλλοθι τῇ τῶν ἀνθρώπων παρουσίᾳ μεταβεβήκασιν, εἰ δέ τις ἴσως που προσεπέμεινεν, ὡς συνήθης ἦν, ἀδικεῖν μηδένα μηδέποτε προαγόμενος· οἱ δὲ νοητοί, δυσαποσπάστως εἶχον τῆς οἰκείας ἐπαύλεως, καὶ λίθους μὲν περὶ δυσμὰς ἡλίου καὶ προσωτέρω βάλλοντες ἦσαν, καὶ οἱ παρόντες, τούς τε κτύπους ἐς ἀκοὴν εἶχον, καὶ τοὺς λίθους ῥιπτουμένους ἐς ὅρασιν· κατὰ νύκτα δε τοὺς προστυχόντας, ἀδρανέσι μὲν καὶ ἀμενηναῖς ἐπιθέσεσιν, ὅμως δ’ οὖν διετάραττον, ἕως θεία τις ἐπιτίμησις ὁλοτελῶς αὐτοὺς ἐξαπήλασεν.

Ἐπεί δε καὶ ἄνυδρος ἦν ὁ τόπος, ἐμπαρέχει Κύριος μετὰ διετίαν τῆς τοῦ δομήματος προκατάρξεως ἄποθεν αὐτοῦ μὴ πολύ, κρήνην ἀσινῆ διειδεστάτην καὶ μόνιμον, μήτ’ ἐν ἐπομβρίαις πληθυομένην, μήτε λειπόντων ὄμβρων, μειονεκτοῦσαν ἐν ὕδατι· μετὰ τριετίαν τῆς ἐκπληρώσεως ἐν ἑπτά δ’ ἐνιαυτοῖς καὶ μησὶν ἐννέα τὸ ἀσκητήριον ἐξαπήρτιστο δίδωσιν ἑτέραν, οὐκ ἀχειρόκμητον μὲν ὡς τὴν προτέραν παντάπασι, μείζω δ’ ἐκείνης, καὶ πλησιαίτερον τῆς σκηνώσεως. Ἐπορέγουσι δὲ τῷ σεμνείῳ καὶ ὁ πατριαρχῶν καὶ ὁ βασιλεύων, τὸ γνησίως ἀδέσποτον καὶ ἀκραιφνῶς αὐτεξούσιον, νεύσει τοῦ κρείττονος, ἀλλὰ ταῦτα μὲν ὕστερον, ὅτε καὶ τὸ φροντιστήριον περιεῖχεν ἡμᾶς.

Ἔτι δὲ τῇ τοῦ Θαυματουργοῦ προσεδρεύοντες, ἐν ταύτῃ τὴν ἄρχουσαν τῆς αἰσχύνης, τὴν ἐπ’ ἀναιδείᾳ πρωτεύουσαν, ἀπροόπτως εἰσρυεῖσαν, καὶ τὸν νεὼν εἰσδῦσαν, τῆς μυστικῆς τελουμένης ἱερουργίας, ἐκεῖθεν ἀπεληλακότες ὡς βέβηλον, τῷ ταύτῃ πάμπαν ἀποτειχίσαι καὶ ἀποφράξαι τὴν τῶν ἱερῶν ῥημάτων ἀκρόασιν, οὐκ ὀλίγαις δυσχερείαις ἐντετυχήκαμεν, αἱ δέ γε συσκευαζόμεναι πλείους ὁμοῦ καὶ σφοδρότεραι.

Λογίων δ’ ἐκ Ῥώμης ἐσαῦθις ἐπὶ συστάσει τοῦ οἰκείου δόγματος ἐπιπεφοιτηκότων ἀνδρῶν, τὰ καθ’ ἡμῶν ὠδινόμενα, προελθεῖν εἰς φῶς οὐ δεδύνηνται. Ζητούμεθα γὰρ καὶ τότε παρεῖναι τῷ συλλόγῳ, καὶ πάριμεν. Καὶ δὴ τοῦ βασιλεύοντος καὶ τοῦ πατριαρχοῦντος οὐκ ἦν ὁ τὰ θεῖα σοφὸς Γερμανός, οὔτε μὴν ὁ πρώτως καὶ ἀμέσως ἐκεῖνον διαδεξάμενος—ἐπ’ ὀλίγιστον γὰρ ἐν τῇ προεδρίᾳ καὶ ταῦτα γηραιὸς οὐκ ὢν διαβεβίωκεν ὁ Μεθόδιος—ἀλλ’ ὁ μετ’ αὐτόν, τούτων καὶ τῆς ἱεραρχικῆς πληθύος ἀγηγερμένων κατὰ τὸ Νύμφαιον, ὁ μετὰ τῶν ἐκ Ῥώμης διάλογος γίνεται, μενόντων ἡμῶν, ὡς μὴ λέγειν ἐπιτετραμμένων, ἐν σιωπῇ, τῆς διὰ τὴν ἀντιβασιλίδα μενοῦν γε καὶ ὑπερβασιλίδα δυσφορίας, ἐπείπερ ὑπόγυον ἔτι τὸ τόλμημα, μήπω διαλελυμένης ἐς τέλεον.

Μετὰ πολλὰς οὖν λόγων ἀντιφοράς, ταῦθ’ οἱ τῆς Ῥώμης ἐπάγουσιν· Ὁ Πατὴρ ἐνεργεῖ διὰ τοῦ Υἱοῦ, καὶ διὰ τοῦ Πνεύματος, ὁ Υἱός· ἐπεὶ γοῦν ὁ Υἱὸς ἐκ τοῦ Πατρός, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ. Πρὸς ταῦτα πάντες οἱ τῆς ἱεραρχικῆς ἠπόρησαν ὁμηγύρεως, καὶ βαθεῖα σιγὴ κατέσχεν αὐτούς. Καὶ ὁ βασιλεὺς ἐπαναλαμβάνων κατά τινα διαστήματα πρὸς τοὺς ἱεράρχας τὰ εἰρημένα, σκέψεως αὐτοῖς καὶ ἀπολογίας ἐφήπλου καιρόν, ἀλλ’ ἤνυεν ἐντεῦθεν οὐδέν· ἦσαν γὰρ καὶ οὕτως ὅλον διόλου τὸ συνέδριον ἄφωνοι.

Κατ’ ἀνάγκην οὖν αἰτοῦνται παρ’ ἡμῶν αὐτὸς σὺν αὐτοῖς τὴν τῶν προβεβλημένων λύσιν, δρᾶσαί τι μὴ σθένοντες ἕτερον. Ἐνστάσει τοίνυν κεχρῃμένοι καὶ ἀντιπαραστάσει, τοιαῦτα πρὸς τοὺς ἐκ Ῥώμης ἡμεῖς ἀντεπάγομεν·

Πρῶτον μὲν ἐν τοῖς Εὐαγγελίοις ἅπέρ εἰσιν ἀρχαὶ τῆς εὐσεβείας καὶ θεμέλιος ἀρραγὴς καὶ ἀμετακίνητος, οὐ γέγραπται τὸ διὰ τοῦ Πνεύματος ἐνεργεῖν τὸν Υἱόν, ἀλλὰ τὸν μὲν Πατέρα διὰ τοῦ Υἱοῦ, παραδέδοται Πάντα γάρ φησι δι’ αὐτοῦ ἐγένετο, τὸν δὲ Υἱὸν οὐ διὰ Πνεύματος, ἀλλ’ ἐν Πνεύματι, τοῦ Κυρίου φάσκοντος πρὸς τοὺς ἀκάθαρτον πνεῦμα λέγοντας ἔχειν αὐτόν, οὑτωσί, Εἰ δὲ ἐν πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οὐκ εἶπε διὰ πνεύματος, ἀλλ’ ἐν πνεύματι· τοῦτο δὲ μονὴν τοῦ Πνεύματος ἐν τῷ Υἱῷ δηλοῖ φυσικήν, ἀλλ’ οὐκ ἐξ αὐτοῦ τὴν τοῦ Πνεύματος ὕπαρξιν.

Εἰ δέ τις δοίη καὶ διὰ τοῦ Πνεύματος ἐνεργεῖν τὸν Υἱόν, οὐδ’ αὐτὸ τοῦτο δηλωτικόν, ὅτι τὸ εἶναι τῷ Πνεύματι παρὰ τοῦ Υἱοῦ· ὁ γὰρ διά τινος οὐσιωδῶς ἐνεργῶν, ἢ διὰ τὸ αἴτιον ὁμοῦ καὶ τὸ συμφυὲς λέγεται δι’ αὐτοῦ ἐνεργεῖν, ἢ διὰ μόνον τὸ συμφυές, οὐ μὴν καὶ τὸ αἴτιον, ὥσπερ ἡ χεὶρ συμφυῶν ὄντων αὐτῇ τῶν δακτύλων, ἐνεργεῖ δι’ αὐτῶν, οὐχ’ ὅτι τῶν δακτύλων αἰτία ἐστίν· ὁ γὰρ τῆς χειρὸς αἴτιος, ἐκεῖνος καὶ τῶν δακτύλων καὶ τῆς αὐτῶν πρὸς τὴν χεῖρα συμφυΐας, αἴτιός ἐστιν. Οὕτως οὖν ὁ μὲν Πατὴρ ἐνεργεῖ δι’ Υἱοῦ, καὶ ὡς οὐσιώδης ἀρχὴ τοῦ Υἱοῦ· ὁ δὲ Υἱὸς ἐνεργεῖ διὰ Πνεύματος, ἔστω γάρ, ὡς ἔχων ἑαυτῷ τὸ Πνεῦμα συμφυὲς παρὰ τοῦ Πατρός, μὴ μέντοι καὶ ἀρχὴ τοῦ Πνεύματος ὤν· μία γὰρ ἀρχὴ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὁ Πατήρ.

Εἰ δέ τις ἀποροίη λέγων· Εἰ διὰ τὴν συμφυΐαν ἐνεργεῖν ὁ Υἱὸς λέγεται διὰ Πνεύματος, πῶς οὐκ ἐνεργήσει καὶ τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ, συμφυοῦς ὄντος αὐτῷ; Τὸ γὰρ συμφυὲς συμφυεῖ συμφυές, ἀπορείτω πρότερον πῶς οὐκ ἐνεργοῦσιν οἱ δάκτυλοι διὰ τῆς χειρός· ἐννοείτω δ’ ἔπειτα τὴν κυρίως ἀρχήν, πάντων τοῖς ἐξ αὐτῆς οὖσαν ἀρχήν, οὐ τινῶν μέν, τινῶν δ’ οὔ. Διὸ τοῦ Πατρὸς κυρίως ὄντος ἀρχῆς, ἀναγκαῖον ἐξ αὐτοῦ καὶ τὴν συμφυΐαν καὶ τὴν ἐνέργειαν ἄρχεσθαι, καὶ προβαίνειν εὐτάκτως εἴς τε τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ οὐκ ἔκ τινος τῶν ἐκ τῆς ἀρχῆς· εἰ γὰρ κἀκ τοῦ Πνεύματος ἡ συμφυΐα, καὶ δι’ αὐτὴν καὶ τὸ ἐνεργεῖν, ἀνεσκεύασται τὸ πᾶν καὶ συγκέχυται. Διαταῦθ’ ἅπερ ὁ Πατὴρ ἐνεργεῖ διὰ τοῦ Υἱοῦ, ταῦτ’ ἂν ὁ Υἱὸς ἐνεργήσαι διὰ τοῦ Πνεύματος, συμφυοῦς ὄντος αὐτῷ παρὰ τοῦ Πατρός, μᾶλλον δ’ ὁ Πατὴρ ἐνεργήσαι δι’ Υἱοῦ ἐν Πνεύματι, μιᾶς οὔσης ἐνεργείας τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, ὥσπερ διὰ χειρὸς ἐργάζεται τοῖς δακτύλοις ὁ ἄνθρωπος.

Ἐπεί δε τὸ ἐξ οὗ, κυρίως μὲν τὸ αἴτιον, ἄλλως δε καὶ τὸ οὗπερ ἐξήρτηταί τι δηλοῖ, καθὼς οἱ δάκτυλοι διὰ τὸ τῆς χειρὸς ἐξηρτῆσθαι, λέγοιντ’ ἂν ἴσως κοινότερον ἐξ αὐτῆς, οὐ χρὴ τὸν λελογισμένον ἐπιλαβέσθαι τοῦ ὑποδείγματος· ἡμεῖς γὰρ περὶ τοῦ κυρίως ἐξ οὗ, τῆς οὐσιώδους ἀρχῆς, τὸν λόγον ποιούμεθα, καθὸ τοὺς δακτύλους, ἐκ τοῦ ἀνθρώπου μὲν καὶ τῆς ὁλομελείας γινώσκομεν· πόθεν γὰρ ἄλλοθεν; Καὶ τοῦ ἀνθρώπου δακτύλους ἀλλὰ καὶ τῆς χειρὸς διὰ τὴν συμφυΐαν ἐν αὐτῷ τε κἀν ταύτῃ λέγομεν· ἐκ δὲ τῆς χειρὸς αὐτοὺς ὥσπερ ἐκ τοῦ ἀνθρώπου λέγειν οὐ μεμαθήκαμεν· τὰ γὰρ τοιαῦτα, τῶν ὡς ἔτυχεν ἀσυνοράτως προφερόντων τὸ δοκηθέν.

Ὥσπερ δὲ τὸν Πατέρα μὲν διὰ τοῦ Υἱοῦ καὶ τῷ λόγῳ τῆς αἰτίας εἰρήκαμεν ἐνεργεῖν, τὸν Υἱόν δε διὰ τοῦ Πνεύματος, μόνῳ τῷ λόγῳ τῆς συμφυΐας, οὕτω καὶ τοῦ Πατρὸς μὲν εἰκόνα κεκλῆσθαι φαμὲν τὸν Υἱόν, διά τε τὸ αἰτιατόν, καὶ τὸ ἐν αὐτῷ τῷ Υἱῷ θεωρεῖσθαι τὸν Πατέρα, τοῦ Υἱοῦ δ’ εἰκόνα τὸ Πνεῦμα, διὰ τὸ ἐν αὐτῷ τῷ Πνεύματι θεωρεῖσθαι τὸν Υἱόν, οὐ μὴν καὶ διὰ τὸ τὸν Υἱόν, αἴτιον εἶναι τοῦ Πνεύματος· τὸ γὰρ τῆς εἰκόνος ἰδιαίτατον, οὐ τὸ ἐξ ἀνάγκης ἔχειν ταύτην ἀρχέτυπον, ἀλλὰ τὸ εἰκονίζειν ἐκεῖνο καὶ δεικνύειν, οὗ ἐστιν εἰκών. Πολλὰ γὰρ τῶν παλαιγενῶν, εἰκόνες ἐρρέθησαν τῶν νεοφανῶν, εἰ μή τις βιάσαιτο κἀκείνων τῶν τότε τύπων εἶναι τὰ ἐκβησόμενα πρότερα κατ’ ἐπίνοιαν, ὡς τοῦ θεμελίου τὸν τοῖχον ἢ καὶ τὸν ὄροφον, ἀλλὰ τὸ τοιοῦτον πρότερον, ὕστερον μᾶλλον ἢ πρότερον· ὅθεν οἰκειότατον εἰκόνι διόλου τό, τοῦ εἰκονιζομένου πεφυκέναι γνωριστικῇ, μήτε πρὸς τὸ ἀρχέτυπον γινομένης ἀλλὰ πρὸς τὸ εἰκονιζόμενον τῆς ἀναφορᾶς ἡ γὰρ εἰκών, εἰκονιζομένου εἰκών, καὶ τὸ εἰκονιζόμενον, εἰκόνι κατὰ τὴν ἀντιστροφὴν εἰκονίζεται, μήτε μὴν ἐξ ἁπάσης εἰκόνος ἀναιρουμένου τοῦ ἀρχετύπου, ἀλλ’ ὅπη χώραν ὑπάρξεως ἔσχηκε, μένοντος.

Ἐπεὶ γοῦν ἐν τῷ Πνεύματι θεωρεῖται ὁ Υἱός οὐ γάρ ἐστι θεωρῆσαί τινα τὸν Υἱὸν μὴ καταυγασθέντα τῷ Πνεύματι, διατοῦτο τὸ Πνεῦμα, εἰκὼν τοῦ Υἱοῦ, καθὼς καὶ ὁ προφήτης πρὸς τὸν Θεὸν καὶ Πατέρα φησίν, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, ἤγουν Ἐν τῷ Πνεύματί σου, ὀψόμεθα τὸν Υἱόν· ὁ δὲ Υἱός, εἰκών ἐστι τοῦ Πατρός, καὶ ὅτι ἐν αὐτῷ θεωρεῖται ὁ Πατήρ Ὁ ἑωρακὼς γὰρ ἐμέ φησιν ἑώρακε τὸν Πατέρα, καὶ ὅτι ἐκ τοῦ Πατρός. Ὁ γοῦν ἄξιος ἐν τῷ Πνεύματι θεωρῆσαι τὸν Υἱόν, ἐν δὲ τῷ Υἱῷ τὸν Πατέρα, τὴν ὅλην ἂν κατοπτεύσοι θεότητα, συμφυοῦς ὄντος τοῦ Υἱοῦ τῷ Πατρί, καὶ τοῦ Πνεύματος τῷ Υἱῷ παρὰ τοῦ Πατρός, καὶ οὕτω μιᾶς οὔσης ἐν τοῖς τρισὶ συμφυΐας καὶ ἀντιπεριχωρήσεως.

Ἀλλ’ οὐδὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, μαρτύριον ἂν εἴη τοῦ τὸ Πνεῦμα καὶ παρὰ τοῦ Υἱοῦ τὴν ἐκπόρευσιν ἔχειν ὥς τινες προενέστησαν, ἀλλὰ τοῦ καὶ αὐτὸ παρὰ τοῦ Πατρὸς ἔχειν ὅσαπερ ἔχει. Τὸ μὲν οὖν εἰπεῖν, ὅτι τὸ ἐκ τοῦ ἐμοῦ τὸ ἐκ τοῦ Πατρὸς δηλοῖ τοῦτο γὰρ εἰς λύσιν τότε τῆς ἐνστάσεως ἐπενήνεκται, παραιτητέον ὡς βίαιον· ποῦ γὰρ ἄλλοθι τῶν Εὐαγγελίων ἀντὶ τοῦ Πατρὸς εἰρηκὼς ὁ Κύριος εὕρηται τὸ ἐμοῦ; Τὸ δ’ αὐτὸν τὸν εἰρηκότα σαφηνίζειν ἀριδήλως τὰ ἑαυτοῦ, ποίας ἄλλης ἀξιοπιστίας οὐκ ἰσχυρότερόν τε καὶ προτιμότερον; Τί γοῦν φησιν οὗτος; Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· διατοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγέλλει ὑμῖν, ὥσπερ εἰ ἔλεγεν, Ἐπείπερ ὁ Παράκλητος ἐκ τοῦ Πατρὸς λαμβάνει τὴν γνῶσιν τὴν σοφίαν τὴν πρόρρησιν, καὶ εἴ τι ἕτερον, πάντα δ’ ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν υἱὸς γάρ εἰμι γνήσιος, μηδενὸς τῶν τῆς πατρικῆς οὐσίας αὐχημάτων λειπόμενος, διατοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, ἐκ τοῦ ἐμοῦ δηλονότι πληρώματος, ἐμὸν ἐπείπερ τὸ πατρικόν. Τῷ γὰρ ἐρευνῶντι καὶ τὰ βάθη τοῦ Θεοῦ, πῶς ἀνοίκειον τὸ λαμβάνειν ἐκ τοῦ Θεοῦ, λαμβάνειν οὐ μεθεκτῶς, ἀλλ’ ὥσπερ ὁ Υἱός;

Ὥστε μᾶλλον τὸ διειλημμένον ῥητόν, ἐναργῶς πιστοῦται τὴν τοῦ Πνεύματος ἐκπόρευσιν, τελείαν ἐκ τοῦ Πατρὸς εἶναι καὶ ἀνενδεῆ, τὸ δ’ Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσοι λαλήσει, τοιοῦτόν ἐστιν ἄντικρυς, οἷον τὸ Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί, καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ. Ταῦτα δε καὶ τὰ παραπλήσια, διὰ τὴν ἐπὶ τὸ πρῶτον αἴτιον ἀναφοράν, οὕτως εἴρηται· τὸ δὲ πέμπειν καὶ τὸ διδόναι, ταυτόν ἐστιν, ἐπεὶ γοῦν ὁ Υἱὸς δοτὴρ κατ’ οὐσίαν τοῦ Πνεύματος, καὶ πέμπει καὶ δίδωσιν αὐτὸ καὶ ἀποστέλλει καὶ παρέχει καὶ χορηγεῖ, πάντων τῶν τοιούτων ὀνομάτων πρὸς μίαν ἔννοιαν φερόντων καὶ τὴν αὐτήν.