Ἔργον
Νικηφόρος Βλεμμύδης – Βίος
Προοίμιο, εγκύκλιες σπουδές και πρώτα έτη
Ο συγγραφέας εκθέτει τον σκοπό του έργου, αναφέρεται στην πρώιμη εκπαίδευσή του, τις ιατρικές και φιλοσοφικές του σπουδές και την είσοδό του στον κλήρο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο, εγκύκλιες σπουδές και πρώτα έτη
Ο συγγραφέας εκθέτει τον σκοπό του έργου, αναφέρεται στην πρώιμη εκπαίδευσή του, τις ιατρικές και φιλοσοφικές του σπουδές και την είσοδό του στον κλήρο.
Νικηφόρου μοναστοῦ καὶ πρεσβυτέρου τοῦ κτήτορος περὶ τῶν κατ’ αὐτὸν διήγησις μερικὴ λόγος πρῶτος μηνὶ Μαΐῳ ἰνδικτιῶνος ἑβδόμης ἔτους ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑβδομηκοστοῦ δευτέρου Ἓξ ἔτη διηνυκὼς ἐπὶ δεκάκις ἓξ ἐκ γενέσεως, μνείαν εἱλόμην ποιήσασθαί τινων ἐν βίῳ συνηντηκότων μοι τῶν γὰρ ἁπάντων οὐκ ἀναγκαῖον, ἀλλ’ οὐδ’ ἐξόν, καὶ στήλην ὁμολογίας εἰς τὸν βοηθὸν καὶ σώστην ἐγεῖραι καὶ κηδεμόνα καὶ κτίστην, τὸν κραταιόν, τὸν σοφόν, τὸν ἀγαθόν, ὧν τε προηγουμένως εὖ ἐπεπόνθειν, καὶ ὧν ἑπομένως, ἐκ κλύδωνος διασεσωσμένος καὶ καταποντισμοῦ καὶ χάους ἀπωλείας, ὁρωμένης καὶ νοουμένης. Εἴη δ’ ἂν τὸ σπούδασμα καὶ τοῖς σὺν ἐμοί πολύν δ’ αὐτῶν πεποίημαι λόγον, τῆς τε πρὸς Θεὸν εὐγνωμοσύνης ὑπόθεσις, καὶ τοῦ προὐργιαίτερον τιθέναι καὶ τροφῆς καὶ πνοῆς καὶ ζωῆς, τὸ πρὸς αὐτὸν ἀτενίζειν, ὑφήγησις, ἀλλὰ δὴ καὶ οἱονεί τις προφυλακή, καὶ πρὸς πόνους χρησίμους ἐπάλειψις.
Ἐπεί δε λόγος τοῖς λογικοῖς ἐν κόσμῳ παρηγμένοις τὸ πρεπωδέστατον, τῆς ἐν λόγοις εὐεργεσίας μεμνήσομαι πρώτης, ὅτι καὶ μετὰ τὴν παραγωγὴν αὕτη πρώτη τὴν τάξιν· εἶτα κινδύνου θέμενος ἀπαλλαγὴν ὥσπέρ τι μεταίχμιον, ἐς ψυχὴν ἐπεισφρήσαντος ἐν νεότητι δι’ ἀπροσεξίαν, οὐκ οὔσης νήψεως, οὐκ οὔσης φυλάξεως, ἐπαναδραμοῦμαι πάλιν ἐς λόγους, καὶ τοῖς ἐχομένοις προσμεταβήσομαι, τήν τε διήγησιν ἐπιτομωτέραν ἁπανταχῆ ποιεῖσθαι, καὶ τὴν τάξιν φυλάττειν τῶν πραγμάτων προῃρημένος, εἰ μή που παρεισέλθοι τι τῶν εἰσέπειτα συνῳκειωμένον τοῖς πρὸ αὐτοῦ.
Παιδικὴν οὖν ἡλικίαν ἄγων ἔτι, τὴν γραμματικὴν ἐκπεπαίδευμαι τέχνην, ἐπὶ τέσσαρσιν ἔτεσιν ἐσχολακὼς ταύτῃ μικροῦ τινος δέοντος· οὔτε γὰρ ἀπεσκληκὼς ἦν ἐς τέλεον, οὔτ’ εὐφυΐας μέτοχος περιττῆς, ἀλλ’ ὅμως φιλομάθεια καὶ σπουδὴ τὸ τῆς φύσεως ἀνεπλήρουν ὑστέρημα. Πολύ μοι γὰρ τὸ φιλόνεικον, προτέρῳ μὲν τῶν ἄλλων ἐς διδασκάλου φοιτᾶν, ὑστέρῳ δ’ ἐκεῖθεν οἴκοι παλιννοστεῖν, τόν τε τῆς κοινῆς ἀποφοιτήσεως καιρὸν τὰ πολλὰ συνῆν ἀκοίνως τοῖς διδασκάλοις, γνῶσιν ἐξ αὐτῶν ἰδίᾳ καρπούμενος. Πρὸς δὲ τούτοις καὶ πρό γε τούτων, ἀρίστων εὐμοιρηκὼς ἐν πνεύματι παιδευτῶν, μεμάθηκα παρ’ αὐτῶν, τίς ὁ διδάσκων ἄνθρωπον γνῶσιν· καὶ πρὸς αὐτὸν οὐκ ὀλιγώρως ἑώρων, καὶ πρώτως ἐξ αὐτοῦ τὴν γνῶσιν ἐξῄτουν, ἀφ’ οὗ καὶ πᾶσαν διακυβέρνησιν.
Μετὰ γραμματικήν, ὁμηρικαῖς βίβλοις καὶ λοιπαῖς ποιητικαῖς προσωμιληκώς, καὶ προγυμνασίαις Ἀφθονίου καὶ τῇ Ἑρμογένους ῥητορικῇ, τῆς ἐν φιλοσοφίᾳ λογικῆς ἡψάμην παιδείας, ἓξ ἐπὶ δέκα διεληλυθότων ἐνιαυτῶν ἐξ οὗπερ ἐγεγόνειν, ἢ γοῦν ὡς ἔγγιστα, φωνὰς καὶ κατηγορίας καὶ περὶ ἑρμηνείας ἐκπαιδευόμενος.
Μείζονος δ’ ἐπὶ λόγους ἐφιέμενος ἐπιδόσεως, οὐκ εἶχον τὸν ἡγησόμενον· ἐφ’ ᾧ καὶ τοῖς αὐτοῖς ἐνεστρεφόμην, ἅμα καὶ ἰατρικῆς ἐπιμελόμενος λογικῶς τε καὶ πρακτικῶς πατρικὴ γὰρ ἄσκησις ἡ τέχνη κἀμοὶ σύντροφος, ἄχρις ἐτῶν ἑπτὰ περατώσεως, ὅτε καὶ τὸν εἰκοστὸν ἐξ ἀρχῆς φυῆς παραμείψας ἐνιαυτόν, εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, κατέδυν ἂν ὡσεὶ λίθος εἰς ὄντως ὀλέθρου βυθόν, ἐξ ἐμῆς ἀναισθησίας καὶ ἀκρισίας τοῦ τε συνοίσοντος τοῦ τε βλάπτοντος.
Ἐς ὃ μὲν γὰρ συνηθειῶν ἠλλοτριώμεθα, καὶ φιλιῶν ὑπερεωρῶμεν, ἐπηρείας ἄτερ τὸν βίον διήγομεν, πρὸς Θεὸν μόνον οἰκείως ἔχειν καὶ πρὸς αὐτὸν ὁρᾶν ἀτενῶς προθυμούμενοι, καὶ τῇ ἀναγνώσει διηνεκῶς προσανέχοντες. Ἐπεί δ’ εἰς συνηθείας καὶ φιλίας ἐτράπημεν, κλύδων ἡμῖν οὐκ ἀνεκτὸς ἐπεγείρεται· τῶν γὰρ πάνυ συνήθων τις τῶν εὐπατριδῶν, τῶν ἐπιφανῶν, εἶχε καὶ τὴν αὐτοῦ, τῆς αὐτῆς συνηθείας ἐπειλημμένην, καὶ πείθοντες ἀλλήλους ἦσαν καὶ παραθήγοντες, ἡμῶν ἔχεσθαι κατὰ κράτος καὶ ἀδιασπάστως, καὶ ἦν πρὸς ἡμᾶς ἀμφοῖν, διά τε τὴν τέχνην καὶ δι’ ἄλλ’ ἄττα τυχόν, ἰσοπαλὴς ἀγὼν ἀγαπήσεως, ὁμοίας μὲν δοκούσης, ὁμοίας δ’ οὐκ οὔσης. Τοῦ μὲν γὰρ σώφρων ἦν, τῆς δ’ ἀντίπαλος καὶ ἀντίθετος, ἀναισχυντούσης, θρασυνομένης, ἀκαθέκτως ἐχούσης ἐς τὴν ἀσέλγειαν. Καὶ ἡμεῖς, τῷ φενακίζειν μὲν ἑαυτούς, οὐ τεθαρρηκότες διὰ τὰ πολλοῖς ἐπισυμβεβηκότα, τὴν οὕτω κραταιωθεῖσαν αἴφνης διαρρῆξαι συνήθειαν, ἀληθείᾳ δὲ μᾶλλον ἀφραίνοντες, ὡς ἐπὶ τρισὶν ἔτεσι πρὸς τὴν τῆς μαινάδος λύτταν ἀντικατέστημεν, ἐς ὃ τοὺς μὲν ὁ κραταιὸς ἡμῶν βοηθός, καὶ σοφὸς κυβερνήτης, μετῴκισεν ἄλλοθι γῆς, ἡμῖν δὲ τὴν αἰθρίαν ἐβράβευσεν ἀνεπιμιγῆ καὶ εἰλικρινῆ, καὶ τὸν ῥόον ἅπαντα περιελόμενος ἐν ὅλῳ τῷ κλύδωνι.
Τῆς ἀνωτέρω δεδηλωμένης ἑπταετίας συντετελεσμένης, ἐπ’ ὀλίγον ἀναστραφέντες ἐν βασιλέων αὐλαῖς καὶ σκηνώμασιν, ὡς ἂν μὴ δὲ τῆς ἐκεῖ καταστάσεως παίδευσιν καὶ ταύτην καλοῦσιν, ἀγνῶτες ὦμεν καὶ ἀδαεῖς, εὑρίσκομεν ἐς ἀνακεχωρηκότας λόγους ἡγήτορα Πρόδρομον ἐπεκάλουν αὐτόν, ἡ Σκάμανδρος εἶχεν αὐτόν, καὶ τοὺς ὀνείρους βαρεῖς ἐπεισπεσόντας καὶ τῶν ὕπνων ὑπερεκτεταμένους ἐκτιναξάμενοι, μηδὲν τῶν ἐκ τοῦ κρατοῦντος τοῖς αὐτὸν διαδιδράσκουσιν ὑπολογισάμενοι, πρὸς ὃν ἐζητοῦμεν ὀξέως φερόμεθα, μήτε τῆς ὁδοῦ μακρᾶς οὔσης καὶ κινδυνώδους, μήτε τῆς τῶν ἄρχειν ἐκεῖσε λαχόντων ἀξυμφυλίας οὐ γὰρ ὑπὸ τὰ τῶν Ἑλλήνων τωτότε σκῆπτρα ἡ Σκάμανδρος δεδυνημένων τὴν ὁρμὴν ἐπισχεῖν· ἀλλ’ ἐξ ἑτέρας ἐπικρατείας εἰς ἑτέραν ἐχθράν, τῶν ὁρίων ἑκατέρωθεν πῶς ἂν παραστήσαιμι φρουρουμένων, ἵνα μή τις ἐντεῦθεν ἐκεῖ, μήτ’ ἐκεῖθεν ἐνταῦθα διέρχεσθαι δύνοιτο, τὰς ἀβάτους διωδευκότες ὥσπερ οὐκ οἴδαμεν, ἀφικνούμεθα, βλέποντες ἄνω, καὶ τὴν ἐξ ὕψους ὁδήγησιν καὶ προάσπισιν ἐκκαλούμενοι, καὶ πᾶσαν φρουρὰν ὑπερβάντες, καὶ πάντα κίνδυνον διαδράντες, ἐκ τοῦ κατευθύνοντός τε καὶ σώζοντος, καταλαμβάνομεν ἐκεῖνον, εἰς ὃν ἐσπεύδομεν.
Ὢ πῶς ἡμῖν καταπραΰνει τὸ ἄρχον ἔθνος, ὁ πάντα μετασκευάζων βουλήματι, καὶ τῶν συνήθων μηδὲν λειπόμενον εἰς ἡμερότητα διατίθησι.
Καὶ δὴ τῆς ἀριθμητικῆς ἀκροασάμενος Νικομάχου, κἀκ τῆς Διοφάντου τῆς οἱονεὶ χρησμολογικῆς οὐ γὰρ πάσης, ἀλλ’ ὅσης ἦν εἰδήμων ὁ ἐκδιδάσκων, ὡς ἔλεγε, τῆς τε γεωμετρίας τῆς ἐν ἐπιπέδοις καὶ στερεοῖς, οὐ μὴν ἀλλὰ καὶ Δεδομένοις ἐμμελετήσας καὶ σφαιρικοῖς, καὶ τοῖς ὀλιγομόχθοις ὀπτικοῖς καὶ κατοπτρικοῖς, ὅλος ἔχομαι τῆς ἀστρονομίας, οὐ τῆς χαμαὶ ῥιπτουμένης παρὰ τῶν νοῦν ἐχόντων, καὶ ῥιπτούσης τοὺς νοῦν οὐκ ἔχοντας, εἰς ἐκτελεσμοὺς ἀπαγούσης καὶ ἀποβάσεις, καὶ γενέσεις, καὶ περισκοπήσεις καιρῶν, καὶ λήρους ἄλλους καὶ βάραθρα, τῆς ὑψιβάμονός δε καὶ ἄνω φερούσης, ἣ τὴν οὐρανοῦ περιφορὰν καθ’ ὅλον αὐτὸν καὶ κατὰ μέρη διασαφεῖ, καὶ τὰς τῶν ἀστέρων κινήσεις, ὅσοι τε σὺν τῷ παντὶ μόνως ὡς αὐτοῦ μέρη φέρονται τὴν αὐτήν, ὅσοι τε πρὸς ταύτῃ καὶ ἰδιαιτάτην ἔχουσιν ἄλλην ἀντιφοράν, δήλας τίθησιν, ἐπιτολάς τε καὶ δυσμὰς αὐτῶν ἄλλας ἀλλαχῆ, καὶ ἀειφανείας καὶ ἀφανείας, παρίστησι, σχέσεις τε καὶ ἀποστάσεις, καὶ πάθη τὰ μὲν ὄντα τὰ δὲ δοκοῦντα, καὶ ἡμερῶν καὶ νυκτῶν αὐξήσεις καὶ μειώσεις, οὐ τὰς αὐτὰς ἁπανταχῆ καὶ ἰσότητας, ἔτι δ’ ἐναλλαγὰς ὡρῶν ἑτέρας ἑτέρωθι, καὶ ταυτότητα ἢ γοῦν ὁμοιότητας, καὶ ἄλλα πολλὰ παραπλήσια, παραδίδωσι, καὶ τὰς ἁπάντων αἰτίας διατρανοῖ, καὶ ὑπ’ ὄψιν αὐτὴν τὰ πράγματα κεῖσθαι παρασκευάζει διὰ τῆς γραμμικῆς ἀποδείξεως, μὴ ῥητορικῆς δεομένη μὴ δὲ γραμματικῆς.
Ταύτην ὡς ἐνεχώρει τὴν θεωρίαν ἀκριβασάμενος, τῇ συλλογιστικῇ προσταλαιπωρῶ, καὶ ταύτῃ προσηκόντως ἐγγυμνασάμενος ἦν γὰρ καὶ τὴν συλλογιστικὴν ὁ καθηγητὴς ὥσπερ δὴ καὶ τὴν γραμμικὴν ἐμπειρότατος, ἐπὶ τὴν φυσικὴν χωρῶ· καὶ ταύτῃ προσενδιατρίψας οὐκ ἄχρι τέλους ἤδη γὰρ προβαίνειν εἶχον, καὶ τοῖς ἐξηγηταῖς μόνοις χρώμενος ποδηγοῖς, παλινδρομῶ πρὸς τὸ Νύμφαιον, τὸν ὅμοιον τρόπον, κινδύνου παντὸς ἀπείρατος.
Καὶ τῆς τοσαύτης εὐκληρίας τὰς χάριτας τῷ δοτῆρι προσωφληκώς, ἔκτοτε λόγους ἀκροαματικοὺς ἐξωτερικοὺς ἀσκληπιαδείους τί χρὴ καταλέγειν προσηγορίας αὐτῶν; μελέτης ἔργον πεποιημένος, ταῖς ἱεραῖς ἐγκύπτω βίβλοις τῆς θεοπνεύστου Γραφῆς ἐμμονώτερον, ἐπεὶ καὶ πρότερον ἐξ ἀρχῆς τοῦ ξυνιέναι, καὶ σοφοῖς ἐν πνεύματι προσεφοίτων κατὰ καιροὺς ἰδίους, καὶ ταύταις οὐ διέλειπον ξεναγούμενος, καὶ μάλιστα νύκτωρ, τῶν μεθημερινῶν φροντισμάτων ἐκδιϊστάμενος, οὕτω τῆς αὐτῶν ἀγάπης τετρωμένος ἐγώ, συνερίθους ἔχων αὐτὰς κἀν τοῖς ἔνδον κἀν τοῖς ἐκτός, ὅτι καὶ νοῦν οἴδασι καθαίρειν καὶ φωτίζειν θεολογοῦσαι, καὶ ῥυθμίζειν ἦθος ὑποθημοσύναις καὶ ὑποδείγμασιν.
Ἀλλ’ ἡ μὲν ἐπιστατικὴ καὶ κατεξεταστικὴ τῶν λόγων σκέψις ἐν ἄλλοις καιροῖς· ἐπανεληλυθώς δε τῆς Σκαμάνδρου καὶ τοῦ διδάσκοντος, ἐπεὶ καὶ αὖθις ἐς τὴν προηγησαμένην εἱλκόμην ὀνειροπόλησιν, ταύτης ἀφέμενος, ταραχωδεστέρᾳ πολλῷ γε πρόσειμι, ἐκκλησίᾳ καὶ κλήρῳ τοῖς σεμνοῖς ἐξηπατημένος ὀνόμασιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.