Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Χειροτονία, φθόνος των κληρικών και απόκρουση συκοφαντιών

Η ραγδαία ανέλιξη του συγγραφέα, η χειροτονία του και οι διαβολές από ορισμένους κληρικούς, οι οποίες καταλήγουν στη δημόσια απολογία του και τη θεία προστασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 14

Ἕκτον οὖν διανύων ἔτος ἐν τῷ βίῳ καὶ εἰκοστόν, τῇ Νικαέων ἐν ᾗ καὶ τὴν ἐγκύκλιον περιενόστησα, καθὼς ἐν τῇ Προυσαίων τὴν προτεταγμένην αὐτῆς ἐγγραμμάτισμαι, Γερμανοῦ τοῦ τὰ θεῖα σοφοῦ πατριαρχοῦντος, ἐπιδημῶ· τῆς Κωνσταντίνου γὰρ ἢ τοῦ Βύζαντος ἐκπεπορθημένης ὑπὸ τῶν Ἰταλῶν, ἐν τῇ Βιθυνῶν μητροπόλει καὶ ὁ πατριαρχικὸς μετετέθειτο θρόνος, ὡς ἔπηλυς ὡς ἐπίθετος, καὶ τοῖς βασιλεῦσιν οἶκοι δεδόμηντο, κἂν ὁ τότε κρατῶν Ἰωάννης οὗτος ἦν ὁ δεδοξασμένος ὑπὲρ πολλοὺς βασιλέας ὑπὸ Θεοῦ, τὴν ἀνακτορικὴν σκήνωσιν ἔχειν ἐν Νυμφαίῳ προείλετο. Δυοῖν δ’ ὄντοιν κλήροιν ὑφ’ ἑνὶ προέδρῳ τῷ πατριάρχῃ συντετήρητο γὰρ τῇ μητροπόλει καὶ ὁ θρόνος καὶ ὁ κλῆρος πλὴν ἰδιαιτάτου ποιμένος, καὶ τἄλλα προνόμια, τῆς τῶν πόλεων βασιλίδος τὰ πρώην ἐλπιζομένης ἀπολήψεσθαι σκῆπτρα καὶ ἡ ἐλπὶς ὡς ἑωράκαμεν οὐ κατῄσχυνεν, ὁ πατριάρχης τῷ μεγάλῳ κλήρῳ τῆς ἐμῆς πατρίδος ἐγκαταλέγει με, καὶ ἀναγνώστην αὐτὸς καθιστᾷ· καὶ μετὰ χρόνον βραχὺν ἐν τοῖς Χριστοῦ Γενεθλίοις διάκονον αὐτουργεῖ, κἀν τοῖς μετ’ αὐτὰ Θεοφανίοις προχειρίζεται λογοθέτην, ταῦτα πάντα τελέσας δι’ ἡμερῶν οὔπω τριάκοντα.

Φίλος γὰρ ὢν ἐκ μακροῦ, τὰ τῆς φιλίας καὶ ὑπὲρ τὸ εἰκὸς διεπράττετο· διὸ καί οἱ ἐγγὺς εἶχεν ἡμᾶς, τῷ τῶν αὐτοῦ σκηνωμάτων ὑπερφερεῖ κεχρῃμένους, ὑπὸ τῶν αὐτοῦ ἐξυπηρετουμένους, τραπέζης αὐτῷ κοινωνοῦντας, οἷς ἠθέλομεν τρεφομένους, καὶ μὴ τρεφομένους οἷς οὐκ ἠθέλομεν· ὅ δ’ ἔστεργε καὶ μᾶλλον ἐτίμα, καὶ πλέον μὴ παρόντας, συνετίμων δὲ καὶ τὸ τῆς πόλεως ἐν τιμῇ αὐτόχθον ὁμοῦ τε καὶ μέτοικον, τὸ ταύτης ἐν κλήρῳ, τὸ ἄβιον, τὸ κοινόν, τῷ σφῶν αὐτῶν ἀρχιποίμενι χαριζόμενοι, πῶς οὐκ ἂν φαίη τις.

Ἐντεῦθεν φθόνος ῥιζοῦται καὶ φύεται καὶ αὔξει καὶ πληθύεται, τοῖς προκεκληρωμένοις συμπατριώταις καὶ εἴ τις προσήλυτος, ὅσον δεινὸν τιθεμένοις, προκατεσχηκότων αὐτῶν τοὺς βαθμούς, ὑπερβεβηκέναι τὸν νέηλυν, πρὸς δὲ καὶ τοσαύτης πρὸς τοσούτων ἠξιῶσθαι τιμῆς. Τί τοίνυν;

Ἄλλος ἄλλην ἀτοπίαν ἀφ’ ἑαυτῶν τε καί τινων ἑτέρων βασκάνων ἐρανισάμενοι; πρότερον ἐτονθόρυζον, εἶτα καὶ πρὸς ἀλλήλους καὶ τοὺς αὐτοῖς προσέχοντας, διαρρήδην ἐξέφερον. Δύο δὲ τῶν ὅλων οἱ σκαιότατοί τε καὶ ἀναιδέστατοι τῷ μὲν Πεπαγωμένος ἐπώνυμον, ὃς ἐν ὑστέρῳ καὶ Νικομηδείας προήδρευσε, τῷ δὲ Χαλαμᾶς, ὃς Κυζίκου, πάντας ἀνέσειον καὶ ἀνεκύκων, καὶ τοὺς αὐτῶν συσπουδαστὰς εἰς τοῦτ’ αὐτὸ παρεκίνουν θρασύτερον, τὴν τῆς ἐργολαβίας νωχελίαν ὁπότ’ ἐνεδίδουν κατονειδίζοντες, καὶ πρὸς τὴν πρόθεσιν ἐποτρύνοντες. Οὗτοι καὶ τῷ πατριάρχῃ τὰ συμπεφορημένα λαθρηδὸν ὑπηγόρευον· οὐδὲν γὰρ τῶν ἐπικλημάτων οὐδεὶς παρόντων ἡμῶν οὐδέποτ’ ἔτλη προενεγκεῖν, ὅθεν οὐδ’ ᾔδειμεν σαφῶς, τίνα λέγουσι, μόνον δ’ οὖν ὡς αἰσχρότητας· τοῦτο γὰρ ἡμῖν καὶ ὁ πρὸς ὃν αἱ ὑπαγορεύσεις ᾐνίττετο· τουδὶ φάσκοντος αὐτοῖς, δεῖν εἰς ἐπήκοον ἐξενεχθῆναι τὰ ἐν κρυπτῷ τοῦτο γὰρ καὶ κανόνων ὅρισμα καὶ νόμων διάταγμα, πρὸς τοῦτο λίαν ἀπεδυσπέτησαν, μὴ σθένειν ὅλως εἰπόντες κατηγορικῶς ὑποφέρειν, ἀλλ’ ἀναφορικῶς ὑπαγορεύειν ἅπερ ἐπύθοντο. Καὶ τοῦτο δὲ πάντως αὐτοῖς, ὁ τῆς κακίας ὑπέθετο σοφιστής, ἵνα καὶ μώμους εἰσάγωσι, καὶ τὰς τῶν ἐλέγχων ἀπαιτήσεις διαδιδράσκωσιν.

Οὕτως οἱ δεδηλωμένοι δι’ ἔτους ὅλου μηχανουργοῦντες, ὀρύττοντες λάκκους, ἀνασκάπτοντες βόθρους, ἐπείπερ οὐκ ἴσχυσαν εἰς ὧν ἐζήτουν οὐδέν, ἄλλως τὸν πατριάρχην μετέρχονται, καλὸν εἶναι λέγοντες μὴ τεταράχθαι τὰς ἑαυτῶν ψυχὰς ἐξ ὧν ἀκηκόασιν· ἐπεί δε τοῦτ’ ἐγεγόνει, καὶ ὁ ἐλέγχων οὐκ ἔστι, καὶ κατάκρισις χώραν οὐκ ἔχει, τὸν δι’ ὃν ἔπαθον αἰτοῦσι, τῷ ἑαυτὸν συστήσασθαι περιελεῖν ἅπαν σκάνδαλον· οὕτω γὰρ ἂν εἰρηνεύσαιεν.

Ἦν δ’ αὐτοῖς ὁ σκοπὸς ὡς ἐξ αὐτῆς ἐφάνη τῆς ἀποβάσεως, εἰ μὲν πρὸς τὴν τοιαύτην δυσανασχετήσαιμεν σύστασιν, λέγειν ἔχειν αὐτοὺς θαρσοῦντας, ὡς ἁλισκόμεθα, ταύτης δὲ γεγονυίας, ὅτι πεφαρισσεύμεθα. Τί γοῦν; Τὸν ὃν οὕτω μετῆλθον, ἑαυτοῖς ἔσχον ἐπικλινῆ· καὶ τῶν τοῦ Χριστοῦ Γενεθλίων ἀγομένων, λαοῦ τε χύματος ἠθροισμένου κατὰ τὸ εἰωθός, πρὸς τὴν τῆς θυσίας τελεσιουργίαν οὗτος ἡτοίμαστο, καὶ πρὸς τὸ θυσιαστήριον ἀπιέναι παρεσκευασμένος, συμπαρεπομένων δὴ καὶ ἡμῶν, Πληροφορίάς φησι διὰ τὰ ἐπισυμβεβηκότα δεῖ καὶ συστάσεως ἀποβλεψάμενος πρὸς ἡμᾶς· ἀναθέματι γοῦν αὐτὸς σαυτὸν καθυπόβαλον, εἰ τοιαῦτ’ ἐπεπράχεις οἷα λελάληνται· καὶ γὰρ οὕτω καὶ ὁ Λοπαδίου πεποιηκώς, τὰ λαληθέντα δι’ αὐτὸν ἀπετρίψατο. Ἔδει μὲν οὖν ἡμᾶς τὴν εἴτ’ ἐπιταγὴν εἴθ’ ὑφήγησιν, ὡς ὀθνείαν καὶ παρέγγραπτον ἀποκρούσασθαι, καὶ τοὺς ἀνονήτους λελοιπότας θορύβους, ἑαυτῶν γενέσθαι, καθὼς ἐν ὑστέροις εἰς τοῦτ’ αὐτὸ κατηντήκειμεν· ἐπεί δε Θεοῦ φωνὰς τὰς τοῦ ποιμένος ἡγήμεθα, πρινὴ τῆς ἀπεριέργου γνώμης αὐτοῦ πειραθῆναι καὶ ἁπλοϊκῆς, Ἀλλὰ καὶ τοῦτο προσθείην ἔγωγ’ ἔφην· ἢ μὴν ἀλλ’ οἱ ταῦτα λέγοντες, εἶεν ἂν κληρονόμοι τοῦ ἀναθέματος.

Ὅ δ’ ἐσιώπησε· καὶ ἡμεῖς διαλαλησάμενοι τρανῶς, ὡς ἄπιμεν ἤδη κατὰ τὸ δεδογμένον ποιήσασθαι, πεποιθότως ὡρμήκαμεν, καὶ ἀναβάντες εἰς τὸν ἄμβωνα, καὶ τοὺς ἐν αὐτῷ ψαλτῳδοῦντας κατασιγάσαντες, μεγαλοφώνως ἐξεβοήσαμεν·

Εἰ μυσαρίας ἑαυτοὺς διαπεπραχότας σύνισμεν ὥς τινες λέγουσι, κληρωσαίμεθα τὸ ἀνάθεμα· τούτου δ’ οὐκ ὄντος, οἱ ἐπ’ αὐταῖς ἡμᾶς διασύροντες, αὐτὸ δικαίως κληρώσαιντο. Τούτων οὕτω γεγενημένων, συνεισωδεύσαμεν καὶ συνελειτουργήσαμεν τῷ πατριάρχῃ κατὰ τὸν ἐθισμόν.

Ἔκτοτε συνεληλυθότες οὐκ ὀλίγοι τοῦ ἱερατικοῦ μεθ’ ὧν καὶ ἱεράρχαί τινες πρὸς αὐτόν, Ἴσθι πάντας ἡμᾶς ἔφασαν, ἀλλὰ καὶ πλείους ἄλλους, ὑποδίκους ὄντας τῷ ἀναθέματι· καὶ γὰρ ἀπερισκέπτως ἀλλήλοις ὁμιλοῦντες, ἅπερ οὐκ ᾔδειμεν εἴπομεν. Καὶ ὅς, Καὶ δικαίως ἐστὲ κατάκριτοι· διατί γὰρ πειρᾶσθε μωμοῦν, ὃν ὑπεύθυνον ὧν ἔφατε κακῶς, οὐκ ἐπίστασθε, καθὼς ὁμολογεῖτε δὴ καὶ αὐτοί;

Ταῦτα καὶ πολλοὺς εὐφήμους λόγους ἐπειπὼν δι’ ἡμᾶς, ὅμως τῆς αὐτῶν μόγις ἡττᾶται δεήσεως· ἥ δ’ ἦν, ἐπιτιμηθήσεσθαι διὰ τὴν προσθήκην ἡμᾶς, ὡς δῆθεν μὴ κατὰ γνώμην αὐτοῦ γεγονυῖαν. Καὶ δὴ μετακαλεσάμενος καὶ κατεπᾴσας ἐπαίνοις καὶ περιαγαγὼν ἀναρρήσεσιν, αἰτεῖται μᾶλλον ἢ ἐπιτάττει μιᾶς λειτουργίας τῆς τῶν Φώτων, ἀποχὴν καταδέξασθαι, Ὡς ἂν ἔχοιεν οὗτοί φησιν ἐντεῦθέν τινα παραμυθίαν τῆς συμφορᾶς. Κἂν οὐκ ἤνυσαν οὐδὲν οὐδαμῶς· πάντες γὰρ ἐν βραχεῖ διεφθάρησαν, ὁ δὲ Πεπαγωμένος μετὰ τὴν προεδρίαν καὶ ὁ Χαλαμᾶς· ὁ μὲν αἴφνης ἀνήρπαστο πρόεδρος ὤν, ὀλίγον ἐκ τῆς μεταρσιότητος τὸ ἐπίχαρι σχών, ὁ δὲ Χαλαμᾶς ταύτης καθῃρημένος, τοὺς φιλτάτους ἀποβεβλημένος, ἐσχάτῃ πενίᾳ καὶ νόσῳ περιεσχημένος, ζωὴν ἐπέζησε θανάτου χαλεπωτέραν.

Οὐδὲ γὰρ ἠρκέσθησαν οἷς δεδημιουργήκασι πρότερον, ἀλλ’ ἐπωνείδιζον, ἐπεμυκτήριζον, ἐπετώθαζον, φαρισσαίους ἀποκαλοῦντες ἡμᾶς. Καίτοι γε τί φαρισσαϊκὸν εἰρήκειμεν; Μὴ ὅτι Νηστεύομεν, ἢ ὅτι Πάντων ὧν κτώμεθα δεκάτας ἀποδιδόαμεν, ἢ ὅτι Οὐκ ἐσμὲν ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων; Οἰκτροῦ χριστιανοῦ βίον ἑαυτοῖς, ἑλκυσθέντες καὶ τυραννηθέντες οὐκ ἐπιδραμόντες, ὡμολογήκαμεν· ὁ γὰρ ἀποχῇ καὶ μόνῃ τῶν ὧν ἀπηυξάμεθα περιορίζων ἑαυτῷ τὸν χριστιανισμόν, ἀθλιώτατος. Οὐκ εἴπομεν, Ἁμαρτίας οὐ διεπραξάμεθα τίς γὰρ ἡμῶν πολυαμαρτότερος; ἀλλὰ μυσαρίας.

Πᾶσα μὲν γὰρ ἀποτυχία τοῦ ὀρθοῦ καὶ κατὰ φύσιν, ἁμαρτία ἐστὶ κατὰ τοὔνομα, μυσαρίαι δέ εἰσιν ἰδιαίτερον, αἱ διὰ σώματος ἐνεργούμεναι προαιρετικῶς ἀκαθαρσίαι δι’ αἴσχιστον ἡδονήν, ὡς βδελυγμίαι οὐσιωδῶς, ἐφ’ ὧν ἐνίαις διέβαλον ἡμᾶς τῆς ἐκκλησίας οἱ τρόφιμοι.

Τίσιν οὖν ἐφαρμόζει τὸ φαρισσαϊκὸν ἐροίμην ἂν προσφόρως αὐτούς, τοῖς βιασθεῖσι καὶ οὕτω τὰς ἐπεισάκτους συκοφαντίας εὐσυνειδήτως ἐκπεμψαμένοις, ἢ μᾶλλον τοῖς ἑαυτοὺς δικαιοῦσιν ἐκ τοῦ καταβοᾶν ἑτέρων αὐτομόλως ὅλαις ὁρμαῖς, καὶ ταῦτ’ ἐφ’ οἷσπερ οὐκ ἴσασιν;

Οὐ μέχρις ὀνείδους εἰς ἡμᾶς φαρισσαϊσμοῦ καὶ λοιπῆς χλεύης οἱ τὴν εἰρήνην ἐπαγγειλάμενοι προὔβησαν, ἀλλ’ ἐπιπλέον ἐθήρευον, καὶ περιεσκόπουν διαπαντός, εἴ τι που τοῖς θηρευομένοις εὕροιεν ἁλώσεως καὶ πτώσεως αἴτιον, ἀνηρεύνων τε πόλεις καὶ χώρας ἐν αἷς ἀνεστράφημεν, καὶ εἴ τις που λόγος σαθρὸς ἤκουσταί ποτε περὶ ἡμῶν κατεξήταζον, καὶ ἦν ἔργον αὐτοῖς περισπούδαστον διακωμῳδεῖν ἅμα καὶ περιεργάζεσθαι τὸν φθονούμενον. Εὑρίσκουσιν οὖν τὴν Σμυρναίων, διατριβῆς ἡμῖν τόπον πολυετοῦς· ἐν αὐτῇ γὰρ πρώτως ἐκ τῆς Βιθυνῶν ἐληλύθειμεν, ἑπτακαιδέκατον ἔτος ἄγοντες, καὶ τῇ μητροπόλει καὶ τῷ ἱερῷ πολὺ προσηδρεύσαμεν. Ὁ τῆς Κρήτης ποιμὴν Νικόλαος ἐπιδόσεως λόγῳ ταύτην τωτότε διΐθυνε, καὶ οἱ τοῦ κλήρου, γινώσκοντες ἦσαν ἡμᾶς ὡς οὐχ’ ἕτεροι· κἀν τῷ Νυμφαίῳ γὰρ μεταβεβηκότες ἐθαμίζομεν ἐν Σμύρνῃ, καὶ τὰ ἡμέτερα πάντα, δῆλα Σμυρναίοις. Λόγιος δ’ ὢν ὁ ἱεράρχης, φιλίως εἶχε πρὸς τοὺς λόγου καὶ μόνον ἡμμένους· ἐφ’ ᾧ καί τις οὐκ ἄτεχνος τὴν γραμματικὴν τῷ τοιούτῳ συνῆν, γράφων ἐς κάλλος, ὡς οὐ πολλοί, γραφεὺς ἐν ψυχῇ κακὸς ἀγνοούμενος, ἄρρεσι σωφροσύνης ἐπίβουλος. Τὸ δ’ ἑξῆς ὀκνηρῶς ἔχων διασκευάζειν, τοῦτο μόνον ἐρῶ· λόγος, πάθους κρατεῖ, καὶ πάθος, λόγον συκοφαντεῖ.

Τοδὶ καθὼς ἐπόθουν οἱ καθ’ ἡμῶν ἐς ἀκοὴν ἐσχηκότες, ἐκ τῶν πρὸς ἡδονὴν ἐθελόντων λέγειν αὐτοῖς, ἕρμαιον ἥγηντο· καὶ τοῦ πατριάρχου, τὴν ὅσηπερ ἰσχὺς περιοδεῦσαι τῆς ποιμεναρχουμένης προῃρημένου, καὶ γεγενημένου κατ’ Ἔφεσον ἐς πολύ δε καὶ ταύτῃ προσμεμενήκαμεν, ζητοῦσιν οὗτοι τοὺς τοῦ κλήρου τῆς Σμυρναίων πρωτεύοντας, ἐξαγγεῖλαι τῷ πατριάρχῃ τὰ καθ’ ἡμᾶς, ὡς ἀσφαλεῖς αὐτῶν ἐπιΐστορας, ἐλπίσι κεναῖς βουκολούμενοι.

Ἔτυχον δ’ οἱ ζητούμενοι, γινομένης ἐξισώσεως, ἐν Ἐφέσῳ διάγοντα τὸν ἐξισωτήν, τὸν Καρύκην τὸν κριτὴν καὶ τῶν φιλοσόφων ὕπατον, διὰ τὰς αὐτῶν κτήσεις ἐκμειλισσόμενοι· ἔπνει καθ’ ἡμῶν οὗτος, ὅσον ἐχθρόν, ὡς αὐτῷ φιλούμενον ἄνδρα λογικευόμενον, τῆς μεγάλης διάκονον ἐκκλησίας παλαιγενῆ, κοινωνὸν ἔχειν ἀπειρηκότων διὰ νόμοις οὐκ ἐγνωσμένον συνοικισμόν, καὶ μὴ στέργοντα τὴν ἀπόρρησιν, ἀργῆσαι παρασκευασαμένων ἐξ ἀποδείξεως.

Τὴν οὖν ἐφ’ οἷς τῶν ἐν κλήρῳ ζήτησιν ὁ Καρύκης ἀναμαθών, προετοιμασάμενος αὐτούς, ἐποτρύνει πρὸς τὸν πατριάρχην ἀπιέναι σπουδῇ· καὶ δὴ πάρεισιν, οὓς καὶ εἰσάγουσιν οἱ ἀντίθετοι βρενθυόμενοι, τοῖς ἠκουσμένοις καὶ ταῖς προετοιμασίαις τεθαρσηκότες, καὶ τοῖς ἐλπιζομένοις ὡς ἐκβεβηκόσιν ἐπιγαννύμενοι. Τρεῖς ἦσαν οἱ πρὸς τὸ καταμαρτυρῆσαι τῆς ἡμετέρας εἰσηγμένοι βιώσεως, ὁ τῶν πρεσβυτέρων πρῶτος, ὁ τῶν ἐν διακόνοις ἀρχόντων δεύτερος, καὶ ὁ ταῖς ἐκκλησιαστικαῖς διακονούμενος ἀποκρίσεσι καὶ συμβολαιογράφος τῆς πόλεως, οἳ καὶ ἀφορισμῷ συγκεκλεισμένοι διηνεκεῖ, παρόντων καί τινων ἐπισκόπων τῶν κατὰ χώραν, εἴπερ ἂν οὐκ ἐξείποιεν ὡς ἐπίστανται περὶ τῆς ἡμετέρας διαγωγῆς ἀνόθευτον τὴν ἀλήθειαν, τἀναντία πάντα τοῖς τῷ ἀντιφερομένῳ προσδοκωμένοις μέρει καὶ μεθ’ ὑπερβολῆς ὡμολόγησαν, ἥλιον ὑποδεικνύντες, καὶ ἃ λέγει Παῦλος περὶ τοῦ τιμήσαντος ἡμᾶς καὶ τὰς ἡμῶν καλύψαντος αἰσχύνας, προφέροντες, συνεπιμαρτυρούντων τῶν ἐπισκόπων, καὶ τὸν κατὰ τῆς ἀσελγείας ἀγῶνα δημοσιεύοντες, ὅπως τε δι’ ἡμῶν ὁ ἠγνοημένος ἐγνωσμένος, καὶ τῆς μητροπόλεως ἀπεληλαμένος Χαϊτᾶς ἐπωνόμαστο, καθὼς Αὐτωρειανὸς ὁ τῷ Καρύκῃ φίλος διάκονος τὰς αὐτοῦ πράξεις ἐλογοποίησεν εἰς τὸν ἐλέγξαντα καὶ ὑπέσπειρεν.

Οὕτω με Κύριος τοσούτων ἀνέδειξεν ἐπιβούλων ὑπέρτερον, μηδένα μηδαμῶς ὑπερήγορον ἔχοντα, μηδένα συνέριθον, πλὴν αὐτοῦ, μηδένα τὸν ἐπιγινώσκοντα, μηδένα τὸν ἐκζητοῦντα με, πλὴν τοῦ κτίσαντος καὶ τεκνώσαντος.

Ὅτε δὲ τοῦτό φημι, τὸν υἱὸν ἐμοὶ προσιστορῶ τὸν νεώτερον, καὶ τὴν πατρικὴν εὐσπλαγχνίαν ἀναλογίζομαι, κἀκεῖθεν φαντάζομαι τὴν ἐπάνοδον· ἐκεῖθεν γὰρ ἡ γνῶσις, ἐκεῖθεν ἡ περὶ τῶν μισθίων ἐνθύμησις· πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθεν. Τί δ’ ἐν ἡμῖν ἐπιστροφῆς τοῖς οὐχ’ ὡς ἔδει τὴν υἱότητα διατετηρηκόσιν, ἀγαθώτερόν τε καὶ τελεώτερον;