Ἔργον
Νικηφόρος Βλεμμύδης – Βίος
Αναζήτηση ησυχίας, μοναχική κουρά και απόπειρα δολοφονίας
Η λήψη του μοναχικού σχήματος στην Έφεσο, η εγκαταβίωση σε ασκητήριο και η διάσωση από την αιφνιδιαστική δολοφονική επίθεση του συνοδού Κοσμά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναζήτηση ησυχίας, μοναχική κουρά και απόπειρα δολοφονίας
Η λήψη του μοναχικού σχήματος στην Έφεσο, η εγκαταβίωση σε ασκητήριο και η διάσωση από την αιφνιδιαστική δολοφονική επίθεση του συνοδού Κοσμά.
Ἐπεί δ’ ἥκει τῆς Ἀσιάτιδος ἀρχιποίμην ὁ Μανασσῆς, ἐν ἀσκήσει πολυετής, λόγῳ καὶ πράξει κεκοσμημένος, μεταχωροῦμεν πρὸς Ἔφεσον· καὶ αὐτῷ κεχρῃμένοι προϊσταμένῳ πρὸς τὴν μοναχικήν, ῥακενδυτοῦμεν ἐς ἔτη δύο, μὴ δὲ πρότερον ἀπεξενωμένοι τοῦ ῥάκους παντάπασιν, ὡς ἀζυγίᾳ καὶ διαίτης συμπαρεπομένου λιτότητι. Κἄπειτα τὸ τέλειον ἐσάπαξ σχῆμα δεχόμεθα, μήτε βαθμοὺς μεμαθηκότες μοναχικῆς, μήτε κατὰ τὴν καινοποίησιν μεταποιησάμενοι τοὔνομα· μεθ’ ἡμέρας ὀκτώ, τὸ τῆς ἱερωσύνης χρίσμα καὶ εἰς ἡμᾶς, τὸν αὐτὸν ἔχοντας ἀρχιποίμενα καὶ τῆς μοναχικῆς καὶ τῆς ἱερατικῆς τελεσιουργόν, τῆς μὲν ἐν τῷ ὑπερώῳ τοῦ Σωτῆρος ναῷ τὴν ἱερὰν θυσίαν καὶ ἀναίμακτον αὐτουργήσαντα, τῆς δὲ τῆς ἱερατικῆς, ἐν τῷ μεγάλῳ, τῷ καὶ τὸν ἀποστολικὸν τύμβον καὶ τὸν θρόνον συμπεριέχοντι.
Τότε τὴν ἡμετέραν βιοτὴν ἐτῶν ὀκτὼ περίοδοι κατεμέτρουν ἐπὶ τριάκοντα· δέκα γὰρ ἐνιαυτοὺς ἐν τῇ κληρώσει καταδεδαπανήκαμεν οὐ πολλοῦ δέοντος. Καὶ πάλιν κἀπὶ τὸ μᾶλλον, ὄρη περιεσκοποῦμεν καὶ σπήλαια, καὶ παντελοῦς μονώσεως ἔρως εἶχεν ἡμᾶς, ὅθεν καὶ πρὸς τὴν ἔφεσιν ἀντιβολοῦμεν ἐπινεῦσαι τὸν προϊστάμενον· οὗ γεγονότος, πρὸς τὴν Ἴδην ἀναχωροῦμεν, καὶ ταύτην περιπολοῦντες κατὰ καιροὺς μεμονωμένοι νύκτα καὶ μεθημέραν, ἐχαίρομεν, καὶ ἦν ἡμῖν πρὸς τρόπου τὸ ἀκοινώνητον, καὶ τὸ μηθένα καθορᾶν, περισπούδαστον, καὶ τρυφὴ καὶ τέρψις, τὸ ἀσυνδύαστον. Ἐπεί δ’ ὁ προϊστάμενος ἐς βασιλέως ἐν ταῖς τῆς Ἴδης ὑπωρείαις σκηνουμένου φοιτᾷ, καὶ ἡμεῖς πρὸς αὐτόν, διὰ τῆς ἀφίξεως ἀφοσιούμενοι τῷ καθηγεμόνι τιμήν, ὑφηγήσεσιν αὐτοῦ παρορμώμεθα παλιννοστῆσαι πρὸς τὰ κατ’ Ἔφεσον, καὶ τὴν ποθουμένην ἡσυχίαν, αὐτοῦ συνεργοῦντος εὑρεῖν.
Ὅθεν καὶ πρὸς ἐκεῖνο τὸ φροντιστήριον ἐν ᾧ καὶ ἡ τῆς παλαιτέρας ἐσθῆτος ἀποβολή, καὶ ἡ τῆς καινουργηθείσης εὐχαῖς τοῦ προϊσταμένου περιβολή, καὶ ἡ προγυμνασία καὶ ἡ μετὰ ταύτην σκήνωσις, αὖθις ἐπάνιμεν· Παξαμάδιον τὸ φροντιστήριον ἐπεκέκλητο. Καὶ παιδίον, γηραλέαν αὐχοῦν σύνεσιν, ὑφ’ ἡμῶν ἀνηγμένον πνευματικῶς, ὑφ’ ἡμῶν τὴν μονήρη δεδεγμένον ἀρχήν Πέτρος ὠνόμαστο, προσλαβόμενοι, κἀν τοῖς ἐκτὸς ὑπηρέτην ῥωμαλεώτατον καὶ παλαμναιότατον, Κοσμᾶν ἠγορευμένον, ἑτέρωθεν καὶ τὴν ἀναγωγὴν ἐσχηκότα καὶ τὴν μετένδυσιν, σὺν τοῖς δυσὶ καὶ μόνοις οἰκοῦμεν τὸ φροντιστήριον.
Ἦν δ’ ὁ Κοσμᾶς πολλῶν ἐκ Θεοῦ δι’ ἡμῶν εὐεργετημάτων εὐμοιρηκώς· ἀλήτης γὰρ καὶ γεγυμνωμένος καὶ ὑπὸ τῆς ἐνδείας καὶ τῆς ἄλλης κακουχίας ἐκτετηκώς, καὶ δι’ ὅπερ ἔφερε πάθος πολλοῖς ἀποτρόπαιος εἰ μὴ καὶ πᾶσι, προσείληπτο, τῆς ῥινὸς ὅτιπερ ἀποτετμημένης αὐτῷ, καὶ μετὰ τὴν ἀπότμησιν τῆς πληγῆς ἐπικεκαυμένης, καὶ δυσειδέστατα τῶν μυκτήρων συμπεφυκότων, τὰ δι’ αὐτῶν, ἐς τὸ στόμα διὰ τῶν ἐν ὑπερώᾳ πόρων ἐδέχετο· καὶ ὅσα εἰκός, πρὸς τὸ κρεῖττον αὐτῷ διὰ τῆς ἡμετέρας ἐπιμελείας μετήμειπτο, κἀγὼ χερσὶν οἰκείαις νοσαζομένῳ προσεχῶς ὑπηρέτησα, καὶ τῆς νόσου βαρείας οὔσης καὶ σηπεδονώδους, αὐτῷ προσεγγίζων ἀφορήτου δυσωδίας ἐμπέπλησμαι.
Διά τοι ταῦτα πλέον ἄλλων αὐτῷ τεθαρρήκειμεν. Εἴχομεν οὖν ὅσον ἡμῖν βουλητόν, τὸ ἡσύχιον, πολλῆς τῆς εἰς αὐτὸ συνεργίας καὶ τῆς ἄλλης προμηθείας ἐκ τοῦ προϊσταμένου καταξιούμενοι. Τότε γοῦν ὁ πολέμιος εὔθετον ἑαυτῷ καιρὸν εὑρηκώς, ὀτρύνει τὸν ἁλωάδην ἐκεῖνον ὑπηρέτην καὶ ὑπερήνορα, ἵν’ ἡμᾶς ἠσθενοῦμεν δὲ κἀγὼ καὶ τὸ παιδίον διαχειρίσηται· συνέπραττε δέ πως τῷ μὴ σθένειν καὶ ὁ καιρός, ἐπεὶ τῶν πρὸ τοῦ πάθους ἦν νηστειῶν τοῦ δεσποτικοῦ.
Καὶ δὴ τὴν ἀναιρέτιν ἑτοιμασάμενος μάχαιραν ὁ Κοσμᾶς, εὐμεγέθη τε καὶ νεότευκτον ᾔδει δέ με τοῦ καταγωγίου μέσης ἐξιόντα νυκτός, ἢ καὶ προϊούσης τοῦ μέσου, καὶ τὰς ἑωθινὰς ἐντεύξεις ἐν τῷ ναῷ πρὸς τὸν δεσπότην ποιούμενον, καιροφυλακήσας καὶ τὴν ἔξοδον τηρησάμενος, ἐπείπερ ἐξῄειν, δράττεταί μου τῶν ἔμπροσθεν, καὶ παραυτίκα ῥιπτεῖ με κατὰ γῆς ὕπτιον, καὶ σφάττειν ἤρξατο, μηδενὸς ὁρῶντος, μηδενὸς παρόντος, ἐν βαθείᾳ σιγῇ. Καὶ τὰ μὲν ὑπὸ τὸν ἀνθερεῶνα διέτεμε, καὶ κρουνηδὸν κατέρρει τὸ αἷμα· τὴν τοῦ πνεύματος δὲ διόδευσιν, οὐ παρακεχώρηταί οἱ διαλυμῄνασθαι, διὸ καὶ λαλῶν καὶ τὰς εὐεργεσίας ὑπομιμνήσκων, καὶ ὡς οὔποτ’ ἀπευκταῖον εὕρατό ποτ’ οὐδὲν ἐν ἡμῖν, οὐ διέλειπον.
Ἀκούων δέ μου λαλοῦντος, ἐξεμαίνετο, καὶ ἰσχυρότερον ἔπληττεν, ἐπέγρυζέ τε τοῖς πλήγμασιν ἐμφαίνων τὸ βίαιον· κἀγὼ πολλαῖς αὐτὸν ὑποσχέσεσι, καὶ ὡς ἀποκρύψομαι πληροφορῶν τὸν τῆς σφαγῆς αὐτουργόν, ἐπειρώμην ἐξημεροῦν, ἐς χάος δ’ ἐλάλουν καὶ πρὸς βυθόν, καὶ ἀνέμῳ προσωμίλουν, καὶ λίθῳ καὶ σιδήρῳ διελεγόμην· ὁρῶν γὰρ ἐκεῖνος ὡς οὐκ ἰσχύει διὰ τοῦ τῆς μαχαίρας ὠθισμοῦ τὸ σπουδαζόμενον ἐξανῦσαι, ταύτην ἀνέχων ὑψοῦ, κατέφερε σφοδρὰς καὶ πυκνάς. Ἐν τούτοις πολὺ τῆς νυκτὸς διερρύη, καὶ ἀνενδότως εἴχετο τοῦ σπουδάσματος.
Τότ’ ἐγὼ τῆς ἐν γῇ ζωῆς τέλεον ἀπογνοὺς ἐμαυτόν, ᾄρας τοὺς ὀφθαλμοὺς ἄνω πρὸς οὐρανόν ὕπτιος γὰρ ἐρριμμένος ὡς ἔφην κατεσφαττόμην, οὕτως ἐβόησα πρὸς τὸν Θεόν· Ὑπὲρ τῶν ἁμαρτιῶν μου Κύριε, δέξαι τὸ αἷμα μου, καὶ τὴν ἐμὴν εὐθὺς δεξιὰν τὸ τῆς ἐμῆς ἀναιρέσεως ὅπλον, ἐπιγινώσκω κατέχουσαν, ὅπως ἐγχειρισθέν, οὐκ εἰδώς, οὐδ’ ἔχω εἰπεῖν, καὶ ὁ φονουργὸς πιέζων ἐπέκειτο, μὴ λιπεῖν ὅλως με προθυμούμενος. Καὶ ὁ πολέμιος ἐς ἄλλην τρέπεται μηχανήν, καὶ κατ’ αἴσθησιν, οὐ λογισμοῖς ἀλλ’ ἀκουστῶς ἔμοιγε φθέγγεται· Πλῆξον αὐτὸν τῇ μαχαίρᾳ κατὰ γαστρός, ἐπαλλήλοις πεντάκις ἑξάκις σφοδρῶς, ἵνα πονήσας ἐάσῃ σε. Κἀγὼ πρὸς αὐτόν· Οὐχί.
Καὶ αὐτὸς ἐπέμενε τοῖς αὐτοῖς, ἐγώ δε διαπαντὸς ἀνένευον καὶ ἀπέλεγον. Ἦν δ’ ὁ κτείνων, ἑνὶ καὶ μόνῳ περιβολαίῳ κἀκείνῳ λεπτοτάτῳ σκεπόμενος, ὡς ἂν οἶμαί τινων ἐπιδιωξάντων, αἰσθομένων τοῦ δράματος, εὐχερῶς ἔχοι διαφυγεῖν, καὶ μή τοι πεντάκις ἑξάκις κατὰ γαστρός, ἀλλὰ καὶ ἅπαξ πληγεὶς οὐκ ἂν διέδρα τὸν ὄλεθρον πῶς γὰρ ἄλλως ἡ φύσις ἐδίδου γενέσθαι;, καὶ οὐκ ἂν ἐπόνησε μόνον, ἀλλά γε δὴ καὶ διέφθαρτο.
Τούτοις ἡμῶν καὶ τοῦ πονηροῦ διαμιλλωμένων, καὶ τοῦ μὲν ἐπείγοντος ἵν’ ἀνέλωμεν ἐπείπερ οὐκ ἀνῃρήμεθα, καὶ χείροσι περιπέσωμεν, ἡμῶν δε τὸν ἐπείκτην ἀποπεμπομένων, ἵνα μὴ τὸν δεσπότην καὶ καθηγητὴν καὶ βοηθὸν παροργίσωμεν, ἐφίσταται τὸ παιδίον ὁ Πέτρος, μὴ πρότερον ἐπιστάς, ἐπεὶ κατήγετο πόρρω ποι, καὶ τῶν γινομένων οὐκ ᾔσθετο. Ἐπιτάττεται τολοιπὸν ἑλκύσαι καὶ μὴ δεδοικέναι τὸν ἐπικείμενον, ὡς παρ’ ἐμοὶ τὴν μάχαιραν οὖσαν, οὐκ ἔχοντα. Κατέχει τοίνυν αὐτὸν ἐκ τῶν ὄπισθεν καὶ μόγις ἕλκει μικρόν, καὶ ὃς εὐθὺς ἐκκρούεται τὸν ἑλκύσαντα, καὶ πὺξ τῶν πεπληγμένων μερῶν καθικόμενος, ἄλγος ἐπιφέρει βαρύτερον ἢ ὅτε κατέσφαττεν. Εὐτονωτέροις οὖν λόγοις ὁ Πέτρος ἐπιρρωσθείς, ἀφίστησι τὸν τοσοῦτον, Θεοῦ πάντως ἰσχὺν καὶ θάρσος παρέχοντος· ὅθεν βιασάμενος ἐμαυτόν, μετὰ πολλῆς δυσχερείας ἐγήγερμαι. Καὶ ὁ μὲν Πέτρος ἐκ τῶν ὤμων ὄπισθεν ὃν εἵλκυσε κατεῖχεν ἀμφοῖν ταῖν χεροῖν, ἐγώ δ’ ἐκ τῶν στέρνων ἔμπροσθεν τῇ λαιᾷ, καὶ ἡ δεξιὰ διατέτατο τὴν μάχαιραν φέρουσα. Καὶ ὁ τῆς κακίας καὶ πρωτουργὸς καὶ δημιουργὸς ἤπειγεν ἐναργῶς καὶ πλέον ἢ πρότερον, πεντάκις ἑξάκις τὸν ἀλιτήριον πλῆξαι κατὰ γαστρός, ἐγώ δ’ ἐπεφώνουν· Οὐχί. Καὶ μέγας ἦν ὁ ἀγών, ἕως ὁ σφαγεὺς ἀπολυθῆναι πρὸς φυγὴν αἰτησάμενος, ἀπολέλυτό τε καὶ διαπέφευγεν, οὐδὲν ἄλλο παρ’ ὅλην τὴν δραματουργίαν φθεγξάμενος.
Ἐμνήσθημεν τῆς τοῦ δαιμονῶντος διαπειλήσεως.
Ὁ μὲν οὖν Κοσμᾶς ἀπέδρα πορρωτάτω μετὰ σπουδῆς, τὴν ἐπὶ τῷ δίκας εἰσπράξασθαι τοῦ τολμήματος ἀναζήτησιν δεδιώς· οἱ δὲ συμπλάττειν ἠσκηκότες ἀνύπαρκτα καὶ ψευδολογεῖν, τοῖς περὶ ἡμᾶς αὐτὸν ὁρᾶσαι μέρεσιν ἐνδιατρίβοντα διετείνοντο, καὶ ξίφος καὶ τόξον καὶ βέλη περιφερόμενον, φάσκειν τοῖς ἐντυγχάνουσιν, ὡς οὐκ ἂν εἰ μὴ τὸν τὰς αὐτοῦ διαδράντα χεῖρας ἀνέλοι, τοῦ μόχθου παύσαιτο. Τοιαῦτα πρὸς χάριν ἢ πρὸς δέος λογοποιούμενοι, τὸν ἐχθρὸν ὑπετίθουν φυλάττεσθαι. Διά τοι τοῦτο πολλοὺς διερευνησάμενοι τόπους ταῖς τοῦ κρατοῦντος συνᾴρσεσιν, εὑρήκαμέν ποτε τὸν θρυλλούμενον, καὶ γνόντες αὐτὸν τοῖς εἰσέπειτα διηγορευμένοις ἀνάλωτον, κηδεμονίας ἱκανῆς ἠξιώκαμεν, ἔκ τε τῶν κολάσασθαι προθυμουμένων ποιναῖς ἐξελόμενοι, καὶ διατροφαῖς καὶ περιβολαῖς καὶ χρειωδῶν ἀπολαύσεσιν ἑτέρων δεξιωσάμενοι· συνεῖναι δὲ καὶ πάλιν ἡμῖν ἐξαιτησαμένου, προσηκάμεθα καὶ ταύτην τὴν αἴτησιν.
Ἀλλὰ τοῦτο τοῖς μεθ’ ἡμῶν, οὐκ ἦν ἀνεκτόν, ἐπεὶ καὶ ἄλλοις συνῆμεν, τὴν τελείαν ἀπανῃνάμενοι μόνωσιν· ὅθεν καὶ πρὸς τὴν τοῦ Θαυματουργοῦ, σιτήσεως ἔχοντες ἐκεῖ πορισμόν, οὐ πολὺ διεστῶσαν, αὐτὸν εἰσῳκίσαμεν, μήτε τοὺς ἡμετέρους βαρύνοντες, κἀκείνῳ τὸ μὴ λελυπῆσθαι περιποιούμενοι. Ἄνθρωπον δέ τινα διεβεβαιοῦτο συνομιλεῖν αὐτῷ χρόνον ἐπὶ πλατύν, οὐχ’ ὁρώμενον, αἰσθητῶς δ’ ἀκουόμενον, καὶ συνοδεύοντα, συσκηνούμενον, ἁπανταχῆ συνδιάγοντα, τὴν ἡμετέραν ἀδιαλείπτως ἀναγκάζειν σφαγήν, ἐς ὃ ταύτην τό γε εἰς αὐτὸν ἧκον, ἐξαπηρτίσατο. Καὶ τοὺς μὲν αὐτοῦ λόγους εἰ καί τισί πως συνᾴδοιεν ὧν καὶ αὐτοὶ πεπειράμεθα πολυπραγμονῆσαι, μάταιον πάμπαν ἡγήμεθα· διετεθείμεθά δε πρὸς αὐτὸν εὐμενέστερον, οὐ πρός τι κατόρθωμα βλέποντες, ἀλλ’ ἵνα τὸν βοηθόν, συνόντα διηνεκῶς, ἐξ ἡμῶν οὐδαμῶς μακρυνόμενον, οὐδόλως χωριζόμενον, οὐδ’ ὁπωσοῦν διϊστάμενον, ἔχοιμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.