Ἔργον
Νικηφόρος Βλεμμύδης – Βίος
Προσκύνημα στους Αγίους Τόπους και διδασκαλικό έργο
Το ταξίδι στα Ιεροσόλυμα, η ίαση από χρόνια ασθένεια και η επιστροφή στη διδασκαλία, με αναφορά στις αντιδράσεις απείθαρχων μαθητών και τη θεία δίκη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προσκύνημα στους Αγίους Τόπους και διδασκαλικό έργο
Το ταξίδι στα Ιεροσόλυμα, η ίαση από χρόνια ασθένεια και η επιστροφή στη διδασκαλία, με αναφορά στις αντιδράσεις απείθαρχων μαθητών και τη θεία δίκη.
Ἔκτοτε ποθοῦντας ἡμᾶς ἐν Ἱεροσολύμοις γενέσθαι, καὶ πρὸς σῶμα καὶ πρὸς ψυχὴν ἐκ τῶν θεοψαύστων ἁγιασμὸν εἰσενέγκασθαι τόπων, ὅτε Ῥώμη τὸ κῦρος εἶχεν ἐν τούτοις, δυσκινησίας χρονίας ἴσχουσα νόσος, ἀπείργειν νεανιεύεται· τῶν γὰρ νεύρων ἀποπαγέντων οἷον, ἑτεροκίνητοι μᾶλλον ἦμεν ἢ αὐτοκίνητοι. Πλὴν τοῦ ἐκ καχεξίας κωλύματος περιγεγενημένης τῆς προαιρέσεως, ἀπαίρομεν ἐν ῥωμαϊκῇ τριήρει. Καὶ χαλεπῆς ἐπισυμβάσης ἐν τῷ μεγάλῳ πελάγει δυσπλοίας, καὶ συνεχῶς ἐπιτεινομένης, οἱ μὲν ἄλλοι τῷ πολυστρόβῳ ταράχῳ καὶ ταῖς τῶν κυμάτων ἐπαλλήλοις καὶ σφοδραῖς ἐπικλύσεσιν, ἐδεδοίκεσαν περὶ τῇ ζωῇ, καὶ κατεπεφρίκεσαν, ἡμεῖς δὲ καὶ μετρίαις θαλάττης ἐπαναστάσεσι περιδεεῖς εἶναι καὶ περίτρομοι πεφυκότες, ὡς οὐδενὸς καινοῦ γεγονότος, ἀπτόητοι διεμένομεν, ἐς ὃ τῆς εὐθείας ὑπὸ καταιγίδος καὶ θυέλλης παρασυρέντες καὶ λαίλαπος, τὴν Τρίπολιν τεθεάμεθα, κἀκεῖθεν τῇ Τύρῳ προσεπωκείλαμεν· εἶτα τῇ Πτολεμαΐδι πελάσαντες, καὶ ταύτην ὑπερελάσαντες, μόλις ἑωράκειμεν ὃ προὐθέμεθα, καὶ τῆς ἐφέσεως τετυχήκαμεν.
Τότε τῇ τοῦ δεσποτικοῦ προσψαύσει τύμβου συντρέχοντα κατανοοῦμεν τὸν τοῦ κατέχοντος ὑποποδισμόν· ὡς δὲ καὶ πρὸς Ἰορδάνην ἀφιγμένοι, καὶ λελουμένοι μετ’ ἐπιθειασμῶν ἑπτάκις, καὶ τῆς δι’ Ἐλισσαίου μνείαν πεποιημένοι τερατουργίας, ὀλίγιστον ὕδωρ ἐπερροφήκαμεν, συντονώτερον ἀπεδίδρασκε τὸ δεσμοῦν. Τῷ Κυρίῳ δὲ θυσίας ἐν τρισὶ προσαγηοχότες σηκοῖς, ἔνθα τέθαπτο, καὶ οὗ γεγέννητο, καὶ ὅποι τὸ τοῦ πανάγνου σκήνους ὑποδόχον σῆμα τῆς ἀρρήτως τετοκυίας αὐτόν, παλιμπλοοῦντες ἐν ὁμοίᾳ τριήρει, παντελείως ἀπολελύμεθα.
Καὶ τὸ φροντιστήριον κατειληφότες, ἡσυχίᾳ καὶ λόγοις, ἧττον τοῖς ἔξω μᾶλλον τοῖς ἔνδον, ᾑρετισάμεθα προσανέχειν. Ἀλλ’ ὁ κρατῶν διὰ τὸ τὸν λόγον ἠτονηκέναι, πέντε φοιτητὰς ἐς τὴν λογικὴν εἰσδεκτοὺς ἡμῖν ἐποιήσατο, βίᾳ μετὰ πειθοῦς ἢ πειθοῖ μετὰ βίας χρῃσάμενος· ἐδίδου δὲ καὶ σῖτον, ἐδίδου καὶ χρυσίον, ἐτήσια καὶ ἄμφω, πλὴν ἀλλὰ ταῦτα παρωσάμενοι καὶ ἀποκρουσάμενοι, προῖκα τῷ λόγῳ παρείχομεν ὡς οἷόν τε τὴν ἀνάρρωσιν. Δύο δὲ τῶν ἐς λόγους φοιτώντων, ἀλογώτερον ᾑρημένοι βιοῦν ὁ μὲν ὠνόμαστο Ῥωμανός, ὁ δ’ ἐπωνόμαστο Κρατερός, τῆς ἐπὶ τὰ φαῦλα ῥοπῆς ὡς θέμις ἀντεσπῶντο παρ’ ἡμῶν νουθετήμασι, μὴ πειθόμενοι δέ, διηλέγχοντο· καὶ ἦν ἀνιαρὸν αὐτοῖς τοῦτο, καὶ δόλοι διεμελετῶντο, καὶ συνεσκευάζοντο μηχαναί, πῶς ἀντανιάσαιεν τὸν αὐτοὺς τῆς φιλουμένης βιώσεως ἀπάγειν πειρώμενον.
Τούτων οὕτως ἐχόντων, καὶ περιὼν ὁ προϊστάμενος, ἐξυπηρετηθεὶς παρ’ ἡμῶν ἐς ὅσον ἐξῆν, κἀν τῷ τέλει τὴν πνευματικὴν ἀντιτέκνωσιν καὶ τὴν ἐπικήδειον ἐπιμέλειαν αἰτησάμενος, καὶ τὴν μὲν εἰληφώς, τὴν δὲ πιστωθείς, ὅλος γίνεται τοῦ κεκληκότος ἐν οὐρανοῖς, τὸ βρίθος ἐξαποθέμενος.
Καὶ ὁ Κρατερός, τὴν ἐνοικουροῦσαν αὐτῷ δυσμένειαν ποιούμενος ἔκφορον, πρόσεισι τῷ ἄρχοντι, καὶ τὸν ἄμισθον παιδευτήν, ὡς ἐνοσφίσατο χρυσὸν ἐκ τῆς τοῦ μεταλλαξαμένου περιουσίας συκοφαντεῖ. Καὶ ὃς ὁμόσε πρὸς τὴν λῆψιν χωρεῖ, μηδὲν περὶ τῆς ἀληθείας πεφροντικώς, καίτοι πεπαρρησιασμένως τοῦ μεταβεβηκότος πεποιημένου τὴν τῶν ἐκείνῳ προσόντων ἀναθεώρησιν, καὶ τὴν τῆς αὐτῶν διαδόσεως ὑποτύπωσιν, ἐπ’ ὄψει καὶ ἀκοῇ τῶν ἀξίων, ἔν τε κλήρῳ καὶ λοιπῷ συστήματι, καὶ λόγου καὶ πίστεως.
Παρῆν δὲ καὶ ὁ τῶν χρημάτων ταμίας, καὶ τὸ ψεῦδος ἀνερωτώμενος, ἐξεκήρυττεν, ἀλλὰ καὶ πάντες οἱ συνόντες, ἀνεπιβάτους ἡμῖν πάντας τοὺς οἴκους πλὴν οὗ κατηγόμεθα καὶ μόνου, διεμαρτύροντο· καὶ γὰρ οὐκ ἄλλό τι διὰ σπουδῆς, ἢ τὴν τοῦ κάμνοντος ἐπίσκεψιν εἴχομεν. Ὁ δὲ πᾶσαν τὴν νοσηλείαν ἐκτὸς τοῦ σφετέρου καταγωγίου διὰ τὸ τῶν προσιόντων πλῆθος ὑποφέρων, ἐν εὐρυχώρῳ καὶ μὴ δ’ ὁτιοῦν περιέχοντι τῶν ταμιευομένων, κατέκειτο. Πῶς οὖν ὁ χρυσὸς εἰς ἡμᾶς; Ἆρα δι’ ἀέρος ὥσπερ ὀσμή τις διαπεπόρθμευται; Μὴ διὰ μαγνήτιδος ὡς σιδήρια, ἢ μάλιστά γε διὰ παντάρβης; Ἀλλ’ εἰς βυθὸν αὕτη καθιεμένη, καὶ λίθους ἕλκειν λέγεται καὶ χρυσόν. Τοῦ βυθοῦ τῆς ἀνοίας καὶ τῆς ἀλογίας τοῦ ἄρχοντος, ὡς ἀπαρεξέταστοι καὶ ἀξύμβλητοι. Τέως δ’ οὖν οὔ τι περισκοπεῖται τοῖς πλεονέκταις οὔτ’ ἔννουν ὄντως οὔτ’ ἔλλογον, ἀλλὰ τὸ λαβεῖν αὐτοὺς ὁπωσοῦν, καὶ νοῦν ἔχει καὶ λόγον τῷ τρόπῳ κατάλληλον.
Ὁ μὲν οὖν Ἱκανάτος τοῦτο γὰρ ἐπώνυμον τῷ τηνικαῦτα τὴν ἀρχὴν περιεζωσμένῳ, τὸν Πέτρον ὡς ἡμῖν οἰκειότατον κατασχὼν καὶ κατετάσας, καὶ τὸ ἡμέτερον ἐξορωρυχὼς οἰκητήριον, καὶ πάντα τὰ καθ’ ἡμᾶς διερευνησάμενος σὺν ἀπηνείᾳ καὶ ἰταμότητι, καὶ ὧν ἐζήτει καὶ ἀνεδίφα μηδὲν εὑρηκώς, μηδὲν πορισάμενος, εἰ καὶ παρεξισουμένην ὀλίγοις εὐεξίαν εἰσῴκιστο καὶ εὐτραφίαν καὶ ῥώμην, ἀδόκητον εὕρατο παρὰ τοῦ δικαίου κριτοῦ καὶ παρὰ πόδας τὸν ὄλεθρον, ὄλεθρον, χριστιανίζουσι ξύμπασιν ἄγνωστον. Ἐπίπλῳ γὰρ περιειλησάμενος ἑαυτὸν ἐς κεφαλὴν καὶ μυκτῆρας καὶ στόμα καὶ αὐχένα καὶ στέρνα τὴν αἰτίαν εἰδέτω μόνος ἐκεῖνος, οὕτως ἀπετινάξατο τὴν ζωήν· οὗ τῇ σορῷ τεθαμμένου, κύων ἐπικείμενος μέλας προσήδρευεν ἄγριος, οὐκ ἐπιγινωσκόμενος οὐθενί, μὴ δ’ ὅθεν εἰσέδυ κατανοούμενος· ἡ τῶν Ἀνέων ἐν ᾗ ταῦτα τετέλεστο, διεφημίσατο καὶ περιελάλησεν. Οὕτως ἐνίοτε στηλιτεύει κἀνταῦθα τὴν παρανομίαν ὁ Θεός, ὅτε καὶ ὅπως οἶδεν αὐτὸς ὁ μόνος σοφός, εἰς ἀτιμίαν τῶν μετ’ αὐτῆς οἰχομένων, καὶ τῆς αὐτοὺς ἐκδεχομένης αἰσχύνης πρόγραμμα, τῶν τε μενόντων ἔτι καὶ ταύτῃ συζώντων ἐκδειμάτωσιν καὶ διόρθωσιν.
Ὁ δὲ Κρατερός, ἐπιβεβιωκώς, ἐπικατωρθωκώς, προσηριστευκώς, ἐν ἀκμῇ τῆς ἡλικίας, ἐν σώματι σφριγῶντι, διέφθαρτο διαφθοράν, ἀσυνήθη τε καὶ ξενίζουσαν· ἐν ὑγείᾳ γὰρ κατεπτηχὼς καὶ καταπεπληγὼς σταθερᾷ καὶ παρακεκρουσμένος, αἰφνηδὸν κατέστρεψε τὸ βιώσιμον.
Ὁ μέντοι Ῥωμανὸς ἑτεροτρόπως λαμπρύνεται· λοιδορίας γὰρ ἐκτόπους συνειλοχώς, ὡς δῆθεν ἀφ’ ἡμῶν ἐς βασιλέα, καὶ γράμμασι διασημῃνάμενος, ἐμπαρέχει τῷ βασιλεῖ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πράξεις δόγμασιν ὀρθοῖς ἀπᾳδούσας ἡμῖν περιτίθησι. Τῶν μὲν οὖν βασιλικῶς κατεξητασμένων, τῶν δ’ ἐκκλησιαστικῶς ἀνατεθεωρημένων, καὶ παρ’ ἀμφοῖν τοῖν δικαστηρίοιν, ταῖς ὅλαις ὁμοῦ κατακρίνεται, παρὰ μὲν τοῦ, μήποτ’ ἐλεύσεσθαι μηδόλως ἐς ὄψιν βασιλικήν, ἢ χωρῶν τινων ἐς ὃ ποιεῖται σκηνώσεις ὁ βασιλεὺς ἐν αὐταῖς, ἐπιβήσεσθαι, παρὰ δὲ τοῦ, πόρρω πιστῶν εἶναι καὶ τῆς εὐσεβείας ἐκκήρυκτος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.