Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Θεολογικές αντιπαραθέσεις και η άρνηση του πατριαρχικού θρόνου

Η συμμετοχή σε δογματικές συζητήσεις, η εκλογή του στον πατριαρχικό θρόνο από τη σύνοδο και η οριστική απόρριψη του αξιώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 14

Τῆς τε τῶν Ἐφεσίων ἐγχειριζομένης εἰς ποίμανσιν κατέλιπε γὰρ αὐτὴν ἀποταξάμενος ἑκὼν ὁ διώκων ἡμᾶς, ἵνα μὴ καὶ ἄμφω κατὰ τὸν αὐτοῦ προορισμὸν ὁρίοις ἐμπεριεχώμεθα τοῖς αὐτοῖς, οὐδ’ ἀκοῇ τὰς περὶ τούτου φωνὰς ᾑρετισάμεθα παραδέξασθαι, πρὸς ἐκεῖνο βλέποντες ᾧ συντεθράμμεθα· καὶ λαμβάνει τὸν θρόνον ὁ ἐμὸς ὁμώνυμος, ὁ πρῶτος ἐν ἱεροῖς διακόνοις βασιλικοῖς, ἀνὴρ κατὰ Θεὸν διάγων, ὁρῶν πρὸς Θεόν, θειογραφικῆς γνώσεως ἔμπλεως, καὶ ἡμῖν ὑπ’ αὐτοῦ γινωσκομένοις καὶ τιμωμένοις, ἀντιγινωσκόμενος καὶ ἀντιτιμώμενος, τῷ πρὸ αὐτοῦ κατὰ πᾶσαν ἕξιν ἀντίθετος, πεπαιδευμένος τὸ ἦθος, σεμνοπρεπής, ἁγνείᾳ καὶ παρθενίᾳ διαλάμπων, ἐπιεικείᾳ μετ’ ἐμβριθείας τῆς ὅσης δεῖ καὶ ἐν οἷς χρή, τὸ ἥμερον ἅμα καὶ ἀρχικὸν ἐνδεικνύμενος, συμπαθείᾳ καὶ τῇ τῶν ἱερῶν ἐκδικήσει παρανομουμένων ἀντικοσμούμενος, ἱεράρχης συντόμως εἰπεῖν οὐ κεχρωματισμένος, οὐκ ἐπίπλαστος, οὐ ψευδώνυμος.

Ἀλλὰ ταῦτα, μετὰ μικρόν· πρὸ δέ γε τούτων, τὴν εἰς Θεὸν ἀνάλυσιν ἐπειγόμενον τὸν πατριάρχην, ἤρετο πρὸς αὐτὸν ἀφιγμένος ὁ βασιλεύς, ἐν τῇ Νικαέων εἶναι τυχών, τίνα πατριαρχῆσαι δεῖν εἰς τοὐπιὸν ἐπιλέγεται. Καὶ ὅς, Εἴπερ ὁ ἐρόμενος τοῦ ἰδίου θελήματος τὸ θεῖον προτίθησιν, ἐπίδηλός ἐστι καὶ αὐτεπίλεκτος ὁ ζητούμενος, καὶ τὸ ἡμέτερον ὄνομα προσεπήγαγεν· εἰ δ’ οὖν, ἀλλ’ ἀνεπιτήδειος οὗτος πρὸς τὸ μὴ Θεῷ πειθαρχεῖν, οἱ δ’ ὁρῶντες πρὸς ἄλλό τι, πολλοῖς ἐπίγνωστοι. Καὶ ὁ μὲν οὕτω κέκρικε, τηρῶν κἀν τῷ τέλει τὴν εἰς ἡμᾶς στοργὴν καὶ φιλίωσιν· ὁ δέ τινα προκρίνει Μεθόδιον, μεθ’ ὅν, τὸν τοῦ ἀνακτορικοῦ κλήρου πρῶτον ἐν ἱερεῦσι, καὶ ἐν ἀρχιερεῦσι πρῶτον προβάλλεται, καὶ ἡμᾶς εἰς τὴν αὐτοῦ παιδαγωγίαν ἐκλέγεται, τὸν αὐτὸν τιθεὶς ἄγοντα καὶ ἀγόμενον, μᾶλλον δὲ κατὰ τὸ ἄγειν ἀγόμενον. Ἀλλ’ ἡμεῖς ταύτην τὴν οἰκονομίαν ὡς ἔλεγεν ἐκεῖνος, οὐ προσηκάμεθα, τὸ μὲν ὡς καινοτομίαν, τὸ δὲ καὶ ὡς θορύβων ἡμῖν εἰκαίων παρεκτικήν.

Οἰκοῦμεν δὲ καὶ αὖθις τὴν τοῦ Θαυματουργοῦ, ἡσυΧίᾳ καὶ λόγοις οἷς συνηυξήμεθα καὶ συνεπιδεδώκαμεν, προσανέχοντες· ἄγει καὶ πάλιν ὁ πολέμιος καὶ κινδύνους καὶ ἀπεχθείας ἡμῖν· ἡ γὰρ τῆς βασιλίδος ἀντίζηλος, ἡ ταύτης ἐς τὸ πᾶν ὑπερέχουσα, ῥαγδαίως οὐ προειδόσιν εἰσέφρησε, μεθ’ ὅσης πομπῆς, μεθ’ ὅσου φρυάγματος, εἴς τε τὸν νεών, τῆς ἱερᾶς καὶ μυστικῆς τελουμένης θυσίας, ἐσήλατο· καὶ ἡμεῖς τῷ ἀδοκήτῳ καταπλαγέντες, μηδὲν διαπράξασθαι πλέον ἔχοντες, ἀποκλείομεν αὐτῇ τὴν τῶν θείων λογίων ἀκρόασιν, ἐπίπροσθεν τοῦ θυσιαστηρίου τὸν ἱερουργὸν ἵστασθαι, καὶ μήτέ τι δρᾶν μήτέ τι λέγειν, ἑτοιμασάμενοι.

Καὶ αὕτη μὲν ἐφ’ ἱκανὸν στᾶσα καὶ γνοῦσα τὴν ἐπιτίμησιν, ἔβη, γοόωσά τε μυρομένη τε, βαρυστενάχουσα δακρυχέουσα, τινές δε τῶν τῆς πομπῆς σὺν τῷ προεξάρχοντι Δριμεῖ τοὐπώνυμον, προσεπέμειναν, καὶ ἐδυσφόρουν ἐπὶ τῷ γενομένῳ καὶ ἠγανάκτουν· ὁ δὲ Δριμὺς οὐκ εἶναι δίκαιον ζῆν ἡμᾶς ἐν τῷ κόσμῳ φάμενος, ἐπελάβετο τοῦ ξίφους περιέζωστο γὰρ αὐτό καὶ εἷλκεν ὁλοσχερῶς, τό δ’ οὐχ’ εἵπετο. Καὶ ἡμεῖς ἐκφόβησιν ὑπετοπάζομεν τὸ γινόμενον, ὅ δ’ ἀνελεῖν ἤθελε· καὶ μὴ πειθομένου τοῦ ξίφους διακονήσασθαι, θυμῷ ζέων καὶ ἀποθηριούμενος ἦν, ἕως ἀπαλλαγέντων ἡμῶν ἐξ αὐτῶν, ᾤχοντο καὶ αὐτοί. Τὸ δέ γε τερατουργηθέν, ὁ πεπειραμένος, ὁ αὐτόχειρ, ἐν τοῖς βασιλείοις ἐξηγούμενος ἐπιστώσατο, κἂν ἐφ’ ἡμετέρᾳ διαβολῇ καὶ δυσφημίᾳ, παρεσχεδίαζε τὴν ἀλήθειαν, μαγγανεύμασί τε καὶ γοητεύμασι, τὴν εἰς τὸν κουλεὸν ἐπίσχεσιν τοῦ ξίφους ἐπιγραφόμενος, τῶν καθ’ ὧν εἵλκετο. Πλὴν ἐντεῦθεν ἀνενδοιάστως ἐπέγνωμεν, ὡς οὐκ ἐκφόβησις ἦν τὸ δρώμενον, ἀλλ’ ὄντως ἐπιχείρησις ἀναιρέσεως, ὑπὸ τῆς τοῦ ἡμετέρου βοηθοῦ καὶ σώστου κεκωλυμένης δυνάμεως.

Τῆς οὖν ἐς τὴν ἐξόχως περίοπτόν τε καὶ περιβόητον, ἧς καὶ τοὔνομα φρίκην ἐνεποίει, γεγενημένης ἐπιτιμήσεως, τολμηρᾶς ὅτι δεδογμένης καὶ παραλόγου καὶ εἰς ὕβριν τοῦ ὑπερέχοντος, ἀηδίαι καὶ ἀποστροφαὶ τοῖς ἐπιτετιμηκόσιν ἐπήχθησαν, ἀντεπιτιμήσεις τε διενοοῦντο, καὶ ἀντιλυπήσεις ἐμελετῶντο, καὶ πολὺ τὸ δυσχερὲς καὶ θορυβῶδες συνήγετο· σοφῶν δε καὶ πολυμαθῶν ἐκ τοῦ τῆς Ῥωμαίων προέδρου διαπεμφθέντων ἀνδρῶν ἐς διάλογον, περί τε τοῦ δόγματος καὶ τῆς θυσίας τῶν ἀμφισβητουμένων, ἀντιπεριέστησαν τὰ ἡμέτερα, καὶ γεγόναμεν αὖθις διὰ τὸν λόγον ἡδεῖς οἰκονομίᾳ τοῦ Λόγου καὶ προσιτοί, καὶ αὐτοῖς δε τοῖς ἀντικαθισταμένοις οὐ φορτικοί, διὰ τὸ τῆς διαλέξεως ἥμερον.

Ἀλλὰ καὶ Κιλίκων περὶ τοιούτων ἐληλυθότων, εἴ τι καὶ λέλειπτο τῆς ἀπεχθείας ἴχνος, ἀμυδρὸν ἐξηφάντωτο, καὶ ἦμεν ἐν εἰρήνῃ διὰ τὰ δεδηλωμένα, καὶ φιλιώσει, πᾶσι τοῖς ἀντιλέγουσι. Τότε καὶ χρυσὸν ἡμῖν πεμψαμένου τοῦ βασιλεύοντος, ἀναπόμπιμον αὐτὸν πεποιήμεθα, τιμὴν εἶναι φάμενοι τοῦ λόγου, τὸ ἀχρημάτιστον· καὶ ὁ μὲν ἤνεγκεν, ἦν γὰρ ἐπιεικής τε καὶ νουνεχὴς ὑπὲρ πολλοὺς τῶν ἐπὶ τούτοις θαυμαζομένων, ὁ δὲ κληρονόμος, λόγου μὲν περιουσίᾳ τοῦ πρώτου πλεονεκτῶν, ἐπιεικείᾳ δὲ καὶ μετριοφροσύνῃ λειπόμενος, ὠνείδισεν ὡς εἰς περιφρόνησιν προβὰν τοῦ φιλοτιμησαμένου, τὸ πεπραγμένον· ἀλλ’ ἡμεῖς τὴν οἰκείαν καὶ εἰς τὸ ἑξῆς κρίσιν, ἀναλλοίωτον τετηρήκαμεν.

Οὐ πολλοὶ περιτροπέοντες ἐνιαυτοί, καὶ ὁ κρατῶν καὶ ὁ πατριαρχῶν ὥσπερ ἐκ συνθήματος, ἐς τὰ ὑπερκόσμια συνοδεύουσι· καὶ τὸν μὲν ὁ κληρονόμος εὐθὺς διαδέχεται, περὶ δὲ τῆς θατέρου διαδοχῆς, τοῖς ἀρχιερεῦσιν οὗτος ἐπιτρέπει ψηφίσασθαι. Συνεληλυθότες οὖν ὑπὲρ τοὺς τεσσαράκοντα καὶ γὰρ ἦσαν προηθροισμένοι, τοῦ προβεβασιλευκότος μετακεχωρηκότος, διὰ τὸν τῆς βασιλείας ἐγκαινισμόν, πάντες ἡμῖν καὶ πρώτοις καὶ μόνοις ἀδιστάκτως καὶ ἀλογοπραγήτως ὥσπερ ἐκ μιᾶς καὶ διανοίας καὶ γλώττης τὸ ποιμεναρχεῖν ἐψηφίσαντο· καὶ περὶ δευτέρου δὲ καὶ τρίτου κατὰ τὸ εἰωθὸς ἐν ταῖς ψήφοις ἠρωτημένοι, τὸν αὐτὸν ἔχειν ἔφασαν καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον, οὐδένα δ’ ἕτερον. Ἐπείγει τοιγαροῦν τὴν χειροτονίαν, καὶ μάλιστα διὰ τὴν τοῦ τῆς βασιλείας χρίσματος τελεσιουργίαν, ὁ τῆς βασιλείας διάδοχος· ἔσπευδε γὰρ καὶ τῆς Νικαέων, ἐπὶ βεβαιώσει τῶν καθεστηκότων καὶ αὐξήσει τοῦ κράτους καὶ προσλήψει δυνάμεως, ἐξελθεῖν· ἡμεῖς δ’ ἀναβαλλόμεθα, τὸ θερμὸν αὐτοῦ δεδιότες πρὸς ἅπερ ἂν βούλοιτο διαπράττεσθαι, καὶ νεανικὸν καὶ ὀξὺ καὶ ἀνένδοτον· ὅ δ’ ὑπισχνεῖται τιμάς τε καὶ δοξασμούς, καὶ ὅσα κατ’ ἄνθρωπον, τιμῆς Θεοῦ δε καὶ δόξης, λόγος οὐδείς.

Τότ’ ἐγὼ βίαν ἐφ’ ἡμέραις συχναῖς ὑφιστάμενος, ἧς οὐκ ἔχω ῥαδίως διασαφῆσαι καὶ παραστῆσαι τὸ μέγεθος, καὶ τὸ τοῖς ἱεραρχικοῖς ἔργοις ἀντίξουν ὑποστελλόμενος, αἰτῶ σύμβολον ἐκ Θεοῦ· τό δ’ ἦν, εἰ περὶ τῆς εἰς Θεὸν τιμῆς ἀκούσαιμι τοῦ βιαζομένου κἂν γοῦν ἐσάπαξ εἰπόντος, ὡς ὑποδῦναι με χρῆναι τὸν τῆς ἱεραρχίας ζυγὸν διὰ τὴν θείαν τιμήν, καθυποκύψαι τῇ βίᾳ, καὶ πεισθῆναι Θεῷ καὶ πρὸς κινδύνους ἕλκοντι προφανεῖς· εἰ δ’ οὖν, κἄν τι με δέῃ καὶ τῶν ἀνηκέστων παθεῖν, τέλεον τὴν χειροτονίαν ἀπείπασθαι, καὶ τὴν κλῆσιν καὶ τοὺς ἀγῶνας φυγεῖν, εἰ διὰ ματαιότητας εἶεν καὶ μανίας ψευδεῖς. Τί γὰρ ἕτερον τὸ πολλῶν καταδυναστεύειν καὶ προκαθῆσθαι, περιστοιχίζεσθαί τε καὶ προπέμπεσθαι, καὶ κροτεῖσθαι καὶ κατευφημεῖσθαι καὶ προϋπαντᾶσθαι καὶ ὑπεραίρεσθαι, καὶ ὅσα πρὸς σωτηρίαν ἀσυντελῆ;

Τὸ μὲν οὖν σύμβολον, νυκτὸς ᾔτηται, καὶ μεθ’ ἱκετηρίας ὡς ἔπρεπεν· ἕωθεν δὲ μεταστειλάμενος ὁ τῷ λόγῳ δεδηλωμένος ἡμᾶς ἡ τῆς τελεσιουργίας ἦν κυρία, καθὼς ἐκείνῳ δέδοκτό τε καὶ ὥριστο, τὴν χειροτονίαν ἡμῖν ἀπαρτισθῆναι κατεπείγει, μηδόλως χρονοτριβήσουσιν· ἦμεν δ’ ἄμφω μόνοι πρὸς τὸ ἐνδότερον, καὶ δύο τῶν οἰκειοτέρων αὐτῷ καὶ λογιωτέρων, περὶ τὰς θύρας, ἔξω δὲ κατὰ τὸν ἐν βασιλείοις μέγιστον οἶκον, ὁ τῶν ἀρχιερέων ἵστατο σύλλογος.

Ὡς δ’ οὐκ εἶχεν ἡμᾶς ὡς ἠβούλετο κατανεύοντας, πάλιν πιθανολογίαι, καὶ πάλιν ὑποσχέσεις, ἀνθρώπινα τὰ πάντα, πρὸς ἃ καὶ πρώην ἐφέρετο, μνεία δὲ Θεοῦ τιμῆς, οὐδαμοῦ, μόνον ἐκ τῶν κάτω περὶ τὰ κάτω στροφή, καὶ οὐδὲν εἰσαγόμενον ὑπὲρ αἴσθησιν· τοιαῦτα γὰρ ἅπερ ἔφασκε πρός με, καταπείσειν ἐντεῦθεν οἰόμενος τὸν οὐκ ἔχω πῶς εἰπεῖν ἀγνοούμενον· Οἶδας ὅτι σὲ μόνον ἐπελέξαντο πατριάρχην πᾶσα τῶν ἀρχιερέων ἡ σύνοδος· ἄσμενοι τὴν ἐπιλογὴν ὁ κλῆρος ἐδέξαντο, καὶ τὸ μονάζον καὶ ὁ λαός· τὸ στρατιωτικὸν καὶ ὅσοι τῶν ἐν τέλει, σὲ παντὸς ἑτέρου προκρίνουσιν· ἐμοί δ’ ὅσον τὸ ἐθέλειν πατριάρχην εἶναι σε, τί χρὴ καὶ λέγειν; Αὐτὸς γινώσκεις, αὐτὰ τὰ πράγματα μαρτυρεῖ, καὶ δὴ καὶ αὖθις καθυπισχνοῦμαι, τοσαύτην εἰς σὲ ποιήσεσθαι καὶ τοιαύτην τιμήν, ὅσην καὶ οἵαν οὐδεὶς βασιλέων εἰς οὐδένα πατριάρχην ἐποιήσατο πώποτε. Τίνα γοῦν ἔχει λόγον τὸ ἀπειθές σοι καὶ διατί ἐστι; Ταῦτ’ ἔλεγε, καὶ προσέπιπτεν ἕως ἰχνῶν, αἰτούμενος τὸν πρὸς ὃν οἱ λόγοι, μὴ ἀναβάλλεσθαι καὶ εἰσέτι, δέξασθαί δε τηνικαῦτα τὸ χρίσμα χωρὶς μελλήσεως.

Ἰδὼν οὖν ἔγωγε μὴ τὴν οἱανοῦν ὑπ’ αὐτοῦ πάροδον ἔχον ὅλως τὸ σύμβολον, ὑπανοίγω θύραν αὐτῷ, καὶ δίδωμι τὴν εἰσέλευσιν, Εἰ περὶ τῆς τοῦ Θεοῦ τιμῆς ἤκουον φάμενος, ἀπεκρινόμην ἂν καὶ αὐτός· νῦν δὲ τί φθέγξομαι, τί λαλήσομαι, τὴν ἐμὴν τιμὴν οὐ ζητῶν, πρόσκαιρος ἐπείπερ ἡ κατ’ ἄνθρωπον καὶ ἀνόνητος; Καὶ αὐτὸς πρὸς αὐτά· Νῦν σὺ τὴν τοῦ Θεοῦ μὴ ζήτει τιμήν.

Ἐγώ δ’ ἐπὶ τῷ λόγῳ μέσην τὴν καρδίαν πληγείς, καὶ οἷον ἐξεστηκὼς γεγονώς, οὕτως ἠρξάμην βοᾶν, μονονοὺ διαρρηγνύμενος τῷ μεγέθει τοῦ φθέγματος· Οὐ μὴ ζητήσαιμι τὴν τιμὴν τοῦ Θεοῦ; Ζητήσαιμι δ’ ἂν τίνος τιμήν, ὢ πάντων ἀθλιώτατος ἐγώ; Τίνα λόγον ἐνωτίσασθαι διὰ τὴν τῶν ἀνομιῶν μου πολυπλήθειαν κατακέκριμαι; Σκηπτὲ τί μέλλεις, τί δ’ ἀναδύῃ καὶ οὐ καταφέρῃ τάχιον, καὶ κατατεφροῖς τὸν τοιαύτης ἀκηκοέναι καταδεδικασμένον φωνῆς, εἰ ἀνέχοιτο; Γῆ διαρράγηθι, κἀκεῖνον εἰ μὴ χαλεπαίνοι πρὸς ὃν τὸ φθέγμα τοῦτο καὶ λάλημα, σύγχωσον. Εἰ μὴ ζητήσαιμι Κύριε τὴν σὴν ἐξ ὅλης ἰσχύος τιμήν, ἐξολοθρεύσαις με παραυτίκα τῆς γῆς· τῆς βίβλου καὶ τῶν ζώντων καὶ τῶν σωζομένων ἀθρόον ἐξαλείψαις, εἰ τῆς σῆς τιμῆς ἀλογήσαιμι. Βαβαὶ τῆς συμφορᾶς ἧς ἐγεγόνειν αὐτήκοος.

Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ· παρωθοῦμαι τὴν προεδρίαν καὶ ἀποπέμπομαι, τοιαύτης βλασφημίας γεγονυῖαν παραίτιον· κἂν ἐξορίαι μοι κἂν λιμώξεις κἂν βάσανοι κἂν μελῶν ἐκτομαὶ κἂν θάνατος βίαιος, τὴν ποιμεναρχίαν οὐ καταδέχομαι.

Τούτων καὶ τῶν τοιούτων ὡς ἤκουσεν οὕτω λαλουμένων μετὰ συντονωτάτης κραυγῆς ὁ τῆς βασιλείας διάδοχος, ἐννεὸς ἐγεγόνει, καὶ οἷον ἀπεπάγη, καὶ ἄναυδος μεμενήκει καὶ ἀχανής· καὶ ἡμεῖς λιπόντες αὐτόν, πᾶσαν τῆς ἡμετέρας πατριαρχίας ἐλπίδα τῆς αὐτοῦ διανοίας ἐκμοχλευσάμενοι, πρὸς τὴν καταγωγὴν ἐπισπεύδομεν, τὸ σύμβολον ἐναργὲς ὡς οὐ Θεῷ βουλητὸν ἡμᾶς προεδρεῦσαι δεδεγμένοι καὶ ἀναμφίλεκτον. Ἔκτοτε διαμηνυσάμενος καὶ ἀποπειρασάμενος καὶ ἀποκρουσθείς, ἐφ’ ἑαυτὸν μετήγαγε τὸν Ἀρσένιον· καὶ λόγου μηδενὸς δεηθείς, ἄνευ ψήφων, ἄνευ ἐπιλογῆς, ἀνίερον ὄντα πάντη, πατριάρχην ἐν ἡμέραις πλάττει τρισὶ κελεύσει μόνῃ αὕτη γὰρ ἦν νόμων κανόνων ἐθῶν ἐκκλησιαστικῶν κυριεύουσα, καὶ δείκνυσιν ἐκ προοιμίων, μᾶλλον δ’ ἐκ πρώτης προτάσεως μὴ χρῄζων κατασκευῆς, οἷον δεινὸν ὑπερέβημεν. Καὶ ἄλλα δε προσεοικότα μετέπειτα συνηνέχθησαν, ὅ δε πλέον πάντων ἡμᾶς ἠνίασεν, ἐς μνήμην θήσομεν.