Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Παρεμβάσεις στην πολιτική εξουσία και έλεγχος του αυτοκράτορα

Ο έλεγχος του αυτοκράτορα για τον αφορισμό των κατοίκων της Θεσσαλίας, η άρνηση παροχής συγχώρησης στον ηγεμόνα και η παρέμβαση για την απονομή δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 14

Εἶχεν ὁ βασιλεὺς ἀσυμβάτως καὶ πολεμίως, μετὰ τοῦ τῶν κατωτέρω Θετταλικῶν καὶ τῶν ἐχομένων ἡγεμονεύοντος· ὁ μὲν γὰρ ἐσπούδαζεν, ὡς ἕνα τῶν ὑπηκόων καθυποτάττειν αὐτόν, ὅ δ’ οὐκ ἠβούλετο. Καὶ μέθοδος ἐντεῦθεν ἐπινοεῖται δι’ ἧς ἀνυσθείη τὸ σπουδαζόμενον, εἰ καὶ ἀσυντελὴς ἀπελήλεγκται, τὸ τὴν ἐκείνου σύμπασαν ἐπικράτειαν, τὰς πόλεις τὰς χώρας τὸν παμμιγῆ μετὰ τοῦ ἡγεμόνος λαόν, ἀφορισμῷ καθυποβεβλῆσθαι καὶ ἀναθέματι, διά τε φωνῆς καὶ διὰ τόμου συνοδικοῦ, καὶ ὡρίσθαι, μήτε τῶν δεσποτικῶν μυστηρίων εἶναί τινα κοινωνὸν ἐκεῖσε μὴ δ’ ἐπ’ αὐταῖς μεταλλάξεσι, μήτε βαπτισμοὺς ἢ κηδεύσεις ἢ τί ἕτερον τελεῖσθαι τῶν νενομισμένων χριστιανοῖς, ὡς ἂν ἐκ τῶν τοιούτων ἀναγκασμάτων, ἢ πάντες, ἢ τὸ πλῆθος, τοῦ σφῶν αὐτῶν κατεξανεστηκότες ἄρχοντος, ἐν δεσμοῖς ὑπ’ αὐτῶν ἐν ἀγωγῇ γεγονότος, ὑποταγῆς αὐχένα πρὸς τὸν μεθοδευσάμενον κλίνωσι, ταῦτα διανοούμενον, ὧν πέρας οὐθέν, ταῦτ’ ἀναπλάττοντα τῷ ἐθέλειν, ὧν τὸ πράττεσθαι τὸ ἀσύστατον, τά, φρονέοντ’ ἀνὰ θυμόν, ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλεν.

Ὁ μὲν οὖν ὑπερέχων, ἐκύρωσεν· ὁ δὲ πατριάρχης, ὑπούργησε. Καὶ δὴ τὸ ὑπ’ αὐτὸν ἱεραρχικὸν συναγηοχώς, καὶ τὸν ἀφορισμὸν καὶ τὸν ἀναθεματισμὸν γνωμολογεῖ καὶ ἀποφαίνεται σὺν αὐτοῖς, καὶ τὸν τόμον συντάττουσιν, ὑπογραφαῖς τε πιστοῦνται πάντες, καὶ ἀπαρτίζουσιν. Εἶτα τὸν ἱερωμένον καὶ λοιπὸν ἠθροικότες λαόν, ἐκφωνοῦσι κατὰ τῶν ἀθώων τραναῖς βοαῖς τὸ ἀνάθεμα· Μαγνησία ἦν ἡ ἀνήλιος, ἐν ταύτῃ γὰρ ἐσκηνοῦντο, τῶν δραμάτων ὁ χῶρος, τῶν ἀξίων σκότου καὶ ἅδου καὶ σιωπῆς.

Γνοὺς οὖν ἐγὼ ταῦτα, καὶ τῶν βασιλείων ἐντὸς ἐν ἄκρᾳ κατηφείᾳ πρὸς τὸν κρατοῦντα πεφοιτηκώς, καὶ τὴν αἰτίαν ἠρωτημένος, δι’ ἣν ἐσκυθρώπαζον, δι’ ἣν ἐστύγναζον, δι’ ἣν ἐώκειν πενθοῦντι καὶ ἀληθῶς ἐπένθουν καὶ ὠδυρόμην ἐς ἑαυτόν, Ὁ Κύριος ἔφην εἰς γῆν κατελήλυθε, καὶ γέγονεν ἄνθρωπος, καὶ τὸ οἰκεῖον ἐξέχεεν αἷμα τὸ πάσης τιμῆς ὑπερέκεινα, καὶ θάνατον ἀλγεινὸν ἐπονείδιστον ἐπάρατον, καθυπέμεινεν, ἐῶ τὰς ἀγωνίας λέγειν, τοὺς ἐμπαιγμοὺς τοὺς βασανισμούς, τοὺς ποικίλους χλευασμοὺς καὶ μυκτηρισμούς, ὧν ἁπάντων ἐπικαρπία, χριστιανισμός· καὶ ἡμεῖς ἄρτι, τοὺς δὴ τοσούτους τοῦ δεσπότου καμάτους, ὅσον τὸ ἐφ’ ἑαυτοῖς φρούδους ποιεῖν ἐπειγόμεθα, καὶ τὸ κράτιστον ἔργον αὐτοῦ καταλύομεν, ἐσμοὺς χριστιανικοὺς μικροῦ δεῖν ἀπείρους, ἠδικηκότας οὐδέν, τῆς τοῦ προσλαβομένου χειρὸς ἐκσπῶντες ἄκοντος ἄκοντας, καὶ τῆς αὐτοῦ κυριότητος πόρρω τιθέμενοι. Πότερον οὐ καλῶς συνάγομεν;

Οὐ καλῶς οἰκοδομοῦμεν; Οὐ καλῶς ἐπιστρέφομεν; Ηἰδέσθη τοὺς λόγους ὁ βασιλεύς, καὶ τὰ μὲν γεγονότα ποιῆσαι μὴ γεγονότα, πῶς εἶχεν ἰσχύν; Τέως δ’ οὖν τὸν τόμον διαρρήξας, εἰς τὸν ἄρχοντα περιεστήσατο τὴν ἔγγραφον ἐπιτίμησιν. Ταῦτα πόσων θρήνων πόσων δακρύων ἐπάξια; Πόσα στεναγμῶν πλήθη καὶ κοπετῶν, τοῖς τοιούτοις ἐνεργήμασιν εὑρεθεῖεν ἀντίρροπα; Τοιαῦτα τὰ ἡμέτερα, δι’ ὧν σωζόμεθα καὶ σώζειν καὶ ἄλλους λεγόμεθα, νεανιεύματα, τοιαῦτα τῶν ἀγαθῶν προστατῶν, τῶν τὰς ψυχὰς τιθεμένων ὑπὲρ τῆς τοῦ Χριστοῦ κληρουχίας, τὰ κατορθώματα· καὶ τὰ ἑξῆς δε παρεμφερῆ, τυχόν δε καὶ τῷ χείρονι πλησιαίτερα.

Μάστιξ λοιπὸν ἐπιπέμπεται τῷ βασιλεῖ, καὶ νόσος ἀλλόκοτος· αἰεὶ γὰρ ἐν ἀθυμίᾳ καὶ δέει διατελῶν, καί ποι προελθεῖν ἐς ὕπαιθρον οὐδαμῶς ἀνεχόμενος, τοῖς βασιλείοις ἀχνύμενος, δαπτόμενος κῆρ, ὃν κατέδων θυμόν, ἐνεκέκρυπτο.

Διὸ καὶ γραφὰς ἀφεσίμους αἰτεῖ καὶ λαμβάνει παρά τε τοῦ πρωτοποίμενος ἐφ’ οἷς διεπράξατο, καὶ τῶν ἄλλων ἱεραρχῶν· ἐκβιάζεται δὲ καὶ ἡμᾶς ταὐτὰ δρᾶσαι, καὶ οὐ πειθόμεθα. Πῶς γὰρ λέγομεν ἐς τοσαύτην ἀπόνοιαν ἐξοκείλαιμεν, ὥστε τῶν ὑπὲρ ἡμᾶς τοσούτῳ μέτρῳ τὰς πράξεις ἐπικυροῦν; Ὁ δέ, τὴν σκῆψιν συνείς, Μὴ δέδιθί φησι τὴν ἐπιμονὴν ἢ τὴν ἐσαῦθις περίπτωσιν· ἔσται γὰρ ἐξαγόρευσις πρὸς σέ, καὶ διόρθωσις. Ἀλλ’ ἀνάρμοστόν μοι τοῦτ’ εἶπον ἐγώ, καὶ πῶς ἂν καταδεξαίμην ὃ μὴ προσπέφυται; Στραφείς δε πρὸς ἐμαυτόν, Εἴθ’ ἐκ τῶν ἔργων εἴρηκα τοὺς ἐμοὺς πιστωσαίμην λόγους, οὐκ ἔμπαλιν· ἐμοὶ γὰρ τοῦτο μυρίων ὑπέρτερον ἀθωώσεων. Ὁ δεσπόζων εἴ με δεσμεῖ, τίς δουλεύων ἰσχύσειε λύσασθαι;

Χεῖρα προσκαλεσαίμην τὴν κραταιάν, περιέχουσαν, καὶ πᾶν τὸ ἀντιβαῖνον οἰχήσεται· ταύτης δ’ ἀπούσης, τὸ πολέμιον ἔφοδον εὕρατο, καὶ οὐκ ἂν ἀναστείλαιεν οὐδ’ ἀγγελικῶν ἀφεσίμων ὅλοι φάκελλοι, πλήρεις μάρσιπποι.

Ταῦτ’ εἰρηκότες, καὶ τῆς βίας ὕφεσιν εὑρηκότες, οἴκαδε θέομεν· ἡμέραι θαμειαί, καὶ ἡ μάστιξ κρατύνεται, καὶ ἡ νόσος πιέζει σφοδρότερον, καὶ ἐς οὐδὲν αἱ ἀφέσεις, καὶ ἐς οὐδὲν αἱ γραφαί. Καὶ ἡμεῖς μετάκλητοι, καὶ ὁ χειμαζόμενος, τί τὸ αἴτιον τῆς βασάνου πυνθάνεται, καὶ τὴν θείαν ἐγκατάλειψιν ἀνυποστόλως ἀποκρινόμεθα, καὶ δοκοῦμεν τῆς ζάλης ἀπευκταιότεροι· πολυπραγμονοῦντος δὲ τοῦ πάσχοντος τὴν ἀπόκρισιν, Εἰ βασιλεύεις ἔφαμεν εὐαρέστως Θεῷ, διεψεύσμεθα, τούτου δ’ οὐκ ὄντος, ἀψευδεῖς ἡμεῖς· καὶ σὺ τὸ συνοῖσον σοι ζήτησον, τὴν ἐκ τοῦ χείρονος ἐν τάχει φυγήν, καὶ τὴν πρὸς τὸ κρεῖττον ἀπαρεγκλίτως ἐπάνοδον.

Ὅ δ’ ἔλεγεν, Ἃ συνεσκιασμένως ὑπεμφαίνων πρὶν ἦσθα, νῦν πεπαρρησιασμένως διατρανώσας ἐκπεφανέρωκας. Καὶ ἦν ἡμῖν, ἐς πρόσωπον μὲν ἐπικρύπτων τὸν χόλον, μὴ παροῦσι δὲ τόλμαν διὰ τὴν τῆς ἀληθείας ἐξαγγελίαν ἐπιγραφόμενος καὶ θρασύτητα· καὶ δὴ τῆς δεξιᾶς αὐτὸν ἀπεγνωκότες μεταβολῆς μάλιστα γὰρ ἐπηύξει τὰ Θεὸν παροξύνοντα, μεμενήκαμεν ἐς ἑαυτούς, τὴν ἐς βασιλέως ἀπανῃνάμενοι παντάπασιν ἄφιξιν.

Πρὸ μέντοι τοῦ συνεστάλθαι καὶ μὴ προβαίνειν ἡμᾶς, καὶ τοῦ τὸν ὑπερηξιωμένον κλυδάζεσθαι καὶ δονεῖσθαι καὶ δυσφορεῖν, τῶν ἐν ἀξιώμασί τις, τὸν τρόπον μέτριος, ἐν ἀνακτόροις πολυετής, ἀπροσώπως λόγου παρεισρυέντος ὅτι τις τῶν αὐτοῦ θεραπόντων ἀπόφημόν τι διὰ τὴν βασιλείαν ἀπέρριψεν, ὡς οὐκ αἴσιον οὖσαν καὶ μὴ χρονίσουσαν, ἐς κίνδυνον ἐγεγόνει· καὶ γὰρ ὁ ταύτην κεκτημένος τῷ τοῦ εἰπόντος δεσπόζοντι τὴν αἰτίαν περιῆπτεν, ὡς ἐξ ἐκείνου δῆθεν ἠκροαμένου τῆς βλασφημίας τοῦ φήσαντος, καὶ οὕτως αὐτὴν ἐξενέγκαντος. Ὅ δ’ εὐθυνόμενος, ἔξαρνος ἦν, ἐπιβοώμενος τὸν Θεόν, ὅτι μηδέν τι τῶν διαπεφασμένων εἴη ξυνεγνωκὼς ἑαυτῷ· κατήγορος οὐκ ἦν, ἔλεγχος οὐδείς, ὁ τὸ ἄτοπον εἰρηκώς, οὐ παρῆν, καὶ ἡ κατάκρισις, βασιλέως βουλήματι καὶ λόγῳ, παρὰ παντὸς τοῦ ἀθροίσματος συγκεκρότητο. Πρῶτος γὰρ ὁ πατριάρχης ἔνοχον εἶναι θανάτου τὸν ἄνθρωπον ἀπεφῄνατο, καὶ ὅσοι τῶν ἱεραρχούντων παρῆσαν, τῷ πρώτῳ συνεγνωμάτευσαν, εἶτα ταῖς γνώμαις ἐστοίχησαν, ὅσοι μοναζόντων ἡγήτορες, οἵ τε τῶν ἐν τέλει καὶ οἱ τοῦ στρατοῦ· πολὺς γὰρ ὁ σύλλογος καὶ παντοδαπός· θανάτῳ πάντες αὐτὸν ἐδικαίωσαν, ἐγώ δ’ ἐξειστήκειν, παρ’ οὐδενὶ τῶν συνειλεγμένων τὸν Θεὸν εἶναι κατανοῶν.

Ἠρωτημένος δέ ποτε παρὰ τοῦ κρατοῦντος, τί ἂν ἔχοιμι λέγειν καὶ αὐτὸς περὶ τοῦ προκειμένου, τῶν ὅλων ὕστατος, Ἔγωγε τέως ἔφην, οὐκ ἔνοχον εἶναι θανάτου κρίνω τουτονὶ τὸν κατάκριτον, ἡ βασιλικὴ δ’ αὐτῷ φιλανθρωπία, τὸ τῆς σωτηρίας κεφάλαιον. Πρὸς τοῦτ’ ἔφησεν ὁ τῷ γένει μὲν χαμερπέστατος, ὑψιπόρος δὲ ταῖς βασιλικαῖς οἰκειώσεσι καὶ ἀναβάσεσιν ἤπέρ τις ἕτερος, ὡς Οὐκ ἔστιν ἄξιον τὸν οἷς ἀκούει μὴ συντιθέμενον, τοῖς ἱσταμένοις ὦδε συνίστασθαι. Κἀμοῦ πρὸς αὐτὸν ἀποβλεψαμένου, καὶ τὰ τὸν ὕθλον διαλύοντα προφέρειν ἑτοίμως ἔχοντος, ὁ βασιλεὺς τῇ τῶν ἐμῶν λόγων ἐνασμενίσας μεθόδῳ, τὴν λοιπὴν περιεῖλε λογομαχίαν, κρείττω πάντων ἡμᾶς εἰρηκέναι καὶ νουνεχέστερα, παρρησίᾳ παραστησάμενος, καὶ συμπαθείας τὸν θανάτου τετιμημένον ἀξιωσάμενος· ἦν γὰρ ὁ παιδαγωγὸς ἡμῶν, καὶ τὰ τῶν ἄλλων σκεδαννύων, καὶ τὰ ἡμέτερα συνιστῶν, ἐπεὶ τὰ μὲν δι’ ἀνθρώπινον θέλημα, τὰ δὲ διὰ τὴν ἀλήθειαν, ἧς οὐδὲν αὐτῷ τιμιώτερόν τε καὶ οἰκειότερον.

Τούτων ἐς τόδε τὸ πέρας ἠγμένων, καί τινων ἄλλων ὁμοίων πως ἐς ὁμοιότροπον ἐν ὅλῃ γὰρ βιοτῇ τοῦ πρὸς χάριν ἐπὶ λύμῃ λέγειν ἢ πράττειν ἀπεχθῶς ἔχειν ὁ παιδαγωγὸς ἡμᾶς ἐξεπαίδευσεν, ὅθεν καὶ τοῖς πλείστοις τῶν δοκούντων, ἀνεπιχαρεῖς αὐτοὶ καὶ ἀξύμβατοι, τὸν Δριμὺν ἡ γειναμένη σημαίνεται, τὸν φονῶντα πρῶτον εἶτα συκοφαντοῦντα, κατασχέσει περιπεπτωκέναι πικρᾷ, βαρείας ὀδύνης καὶ πολυκαρυκεύτου ἐς πλήσμιον ἐμφορούμενον. Μένεος οὖν πλησθέντες, ἰσχύι πάσῃ τὸν βασιλεύοντα παραιτούμεθα, χαρίσασθαι τοῦτον ἡμῖν, καὶ τῶν δεσμῶν θεῖναι καὶ τῆς κακουχίας ἐλεύθερον· ὁ δὲ τὴν αἴτησιν διὰ θαύματος ποιησάμενος ᾔδη γάρ, καὶ τίς ὡς αὐτός; τὰς ληστρικὰς ὁρμάς, τὰς θεόθεν ἐπισχέσεις, τὰς ἀθέους διακηρυκεύσεις, πείθεται τάχιστα, καὶ τῶν μὲν ἀλγεινῶν ὁ εἰρημένος ἐξαπολύεται, συντέμνεται δὲ παρὰ τοῦ ὑπὲρ ἡμᾶς τὴν ζωήν.

Ἡμεῖς δὲ τὸν ὅλον βίον διὰ τὴν ἰδιοτροπίαν, μωμητοὶ τοῖς ὠφρυωμένοις καὶ καταχλεύαστοι, πλὴν εἴ τις αὐτῶν πόρρω, τοὺς ἄντικρυς μεμῃνότας κατὰ τὴν τῶν θαυμασίων κρίσιν ἀνδρῶν, σωφρονοῦντας ἡγεῖτο καὶ ἀνεκήρυττε.

Τέρας δ’ ὅτί ποτε καὶ οἱ φαυλίζοντες καὶ μυκτηρίζοντες, ἐπιτεθήπεσαν, ὅτε τὰς τῶν ἐπιτηδευμάτων αὐτῶν ἑώρων περιτροπάς· τέρας δ’ ἐπιπλέον, ὅτι διαπαντὸς αὐθαιρέτοις ῥοπαῖς ὀλισθαίνοντες, οὐ κρύφια μόνον, ὅσον τὸ μέτρον αὐτῶν, ἀλλ’ ἤδη καὶ πρόδηλα, τῆς ὄντως ἀντιληπτικῆς οὐκ ἀπερρίμμεθα δεξιᾶς, εἰς ἣν ὁρᾶν ἐμάθομεν καὶ σφαλλόμενοι.

Ταῦτα τῆς ὑπερφυοῦς σοφίας, καὶ τῆς ἄκρας ἀνεξικακίας τοῦ παραγαγόντος καὶ συνετίζοντος καὶ φυλάττοντος, τοῦ κηδομένου καὶ βοηθοῦντος καὶ σώζοντος, οὐ κατ’ αἴσθησιν μόνον καὶ χρονικῶς, ἀλλὰ καὶ ὑπὲρ αἴσθησιν ταμάλιστα καὶ διηνεκῶς· οὗ τὸ ἄνθρωπόν ποτε προκεκρῖσθαι, πόσης ἂν εἴη τῆς ἀλογίας, ἀτρέπτου τρεπτόν, καὶ ἀθανάτου θνητόν, εἰ καὶ πρὸς ὕψος ᾀρθείη δόξης ἀμήχανον, ὁ ἀλλοιωτός, εἰ καὶ πᾶσαν δυναστείαν καὶ κράτος ὅλης γῆς, ὅλης θαλάττης ἔχοι περιλαβών, ὁ φθαρτός, ὁ μηδὲν ἰσχύων μόνιμον παρασχεῖν τοῖς πρὸς τὴν αὐτοῦ κατασυρομένοις ἀρέσκειαν;

Πῶς γὰρ ὁ μὴ δ’ ἑαυτῷ δυνάμενος ἐπαμῦναι φυσικαῖς ἀστασίαις κλονουμένῳ καὶ πίπτοντι; Τῆς πλάνης, τῆς ἀπάτης, τοῦ προσκαίρου δελέατος, ὃ τὴν τῶν ἀϊδίων ἔννοιαν ἀφ’ ἡμῶν τῶν λόγῳ τετιμημένων ἀφίστησι, καὶ πρὸς χοῦν κεχῄναμεν, καὶ περιεχόμεθα τῆς σκιᾶς. Εἴη δὲ ἡμᾶς ἀνανῆψαι, καὶ τὴν πατρίδα κατανοῆσαι, καὶ τὸν Πατέρα ζητῆσαι, καθώς ἐστι πρέπον, τὸν ἐν τοῖς οὐρανοῖς.