Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Δεύτερος Αντιρρητικός: Η περιγραπτότητα του ευχαριστιακού σώματος

Έναρξη του δεύτερου λόγου με αντικρουστική επιχειρηματολογία που βασίζεται στη Θεία Ευχαριστία, υπογραμμίζοντας ότι το σώμα του Χριστού είναι πραγματικό και περιγραπτό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 15

ΑΝΤΙΡΡΗΣΙΣ ΔΕΥΤΕΡΑ. αʹ. Ἀπαρτίσας ὁ Μαμωνᾶς ὅπως αὐτῷ ἐδόκει τὰ τῆς προτέρας πεύσεως, μᾶλλον δὲ προστάξεως, καθ’ ἣν τὰ ἐπ’ ἐξουσίας ὄντως ἀπεφαίνετο, ἐφ’ ἑτέραν πεῦσιν μετάγει τὸν λόγον. Ὡσαύτως δὲ τοῖς προλαβοῦσι βατταρίζων καὶ παρατρύζων καὶ περὶ τῶν αὐτῶν ἀδολεσχῶν ματαιοπονεῖ, ὧν τινα εἰς μέσους ἀγαγεῖν δίκαιον εἶναι ᾠήθημεν, ὥστε ἐμφανῆ καὶ ἐν τούτοις γενέσθαι τὴν ἀλαζόνα καὶ ὑπερήφανον αὐτοῦ διάνοιαν· φάσκει δὲ ὧδε· «Ὑπελάβομεν δέ, καὶ ἕτερον κεφάλαιον ἐρωτῆσαι ὑμᾶς, ἐννοησάμενοι ὅτι ὁ ποιήσας τὴν εἰκόνα τοῦ Χριστοῦ ταύτην, περὶ ἧς τὸν λόγον ἐκινήσαμεν, μὴ εἰσελθὼν εἰς τὸ βάθος τοῦ δόγματος τῆς ἀσυγχύτου ἑνώσεως τῶν δύο φύσεων τοῦ Χριστοῦ.» Ταῦτα ποίας ἀλαζονείας καὶ φυσιώσεως, μᾶλλον δὲ ποίας ἀνοίας καὶ ἐμπληξίας ὑπερβολὴν καταλείπει; Ἐκ πολλῆς γὰρ ἀπονοίας οἴεται αὐτός γε μόνος, μὴ ὅτι εἰς τρίτον οὐρανόν, ἀλλ’ ἤδη καὶ εἰς τέταρτον ἀνηρπάσθαι, καὶ ἀποῤῥητοτέρων ἢ Παῦλος ἀκηκοέναι ῥημάτων, καὶ ἐν περινοίᾳ Θεοῦ γενέσθαι, καὶ πᾶσαν τὴν κτίσιν κατόπιν διαφεὶς μυηθῆναι ἃ μηδεὶς μεμάθηκε πώποτε. Τίς οὐ θαυμάσεται τῆς τοσαύτης ἀναισχυντίας τὸ ὑπέρογκον;

Ἀποστόλων νῦν καὶ τῶν ἄλλων τῆς Ἐκκλησίας διδασκάλων οὐ λέγω, οὒς πολλαῖς ὕβρεσι βάλλων, καὶ τὰ τούτων δόγματα πλύνων καὶ διαγραφόμενος διετέλει, οὒς μὲν ἐκ τῶν περὶ τὸ σῶμα συμβεβηκότων, οὒς δὲ ἐκ τῶν νοσερῶν διαθέσεων, ἀποσκώπτων καὶ διαλοιδορούμενος. Τῶν εἰς τὸν βασίλειον θρόνον ἐμπρεψάντων, καὶ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ κεκοσμημένων πῶς οὐ δεδυσώπηται τὸν τρόπον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν; Καὶ γὰρ ἀναθήμασι καὶ ἱεροῖς περιβόλοις γεραίροντες τὸ Θεῖον ἐθεράπευον, οἳ μόνον οὐ καθεῖλον τῆς ἱερογραφίας τὸν κόσμον, ἀλλὰ καὶ ᾠκοδόμησαν καὶ ἐφιλοτεχνήσαντο τὰ ἱερὰ ταῦτα ἀναθήματα φιλοτίμως, ἕν τε ναοῖς θείοις, ἕν τε ἱεροῖς σκεύεσι καὶ ὑφάσμασι, κατ’ ἴχνος βαίνοντες τῆς ἀποστολικῆς καὶ Πατρικῆς παραδόσεως, ὧν ἡ ἄπειρος πληθὺς μέχρι καὶ σήμερον ἐν ταῖς ἁπάντων ὄψεσι πρόκειται, ἐκείνοις μὲν εὐσεβείας μαρτύριον, ἔλεγχος δὲ καὶ θρίαμβος τούτῳ τῆς ἀβουλίας καὶ δυσσεβείας. Ὧν γὰρ ἔδει ζηλῶσαι τὸν τρόπον καὶ τὴν εὐαγῆ πίστιν τε καὶ εὐλάβειαν, πάντων σοφώτερον καὶ συνετώτερον ἑαυτὸν ἀνεκήρυξε, τοῖς ἑαυτοῦ πανταχοῦ ἐξακολουθῶν πάθεσιν.

Ἐκεῖνοι οὐκ εἰσῆλθον εἰς τὸ βάθος τοῦ δόγματος, οἱ κατὰ πάντα τοῖς διδασκάλοις τῆς Ἐκκλησίας ἑπόμενοι, τοῖς τε πρὸ αὐτῶν, τοῖς τε κατὰ τοὺς χρόνους τοὺς περὶ αὐτοὺς συνακμάσασι, τοῦτον δὲ μόνον ὁ καθαρώτατος καὶ ἡγνισμένος βίος εἰς τὰ βάθη τῶν ἀνεξιχνιάστων τοῦ Θεοῦ μυστηρίων ἐξικέσθαι παρεσκεύασεν; Ἀλλὰ φανερὸν ἑαυτὸν καὶ ἐνταῦθα κατέστησεν, ὡς διὰ πάντων καὶ αὐτοῖς καὶ τῇ ἀληθείᾳ σαφῶς ἀντικαθίσταται.

βʹ. Ἀλλ’ ὁ ἐγκαυχώμενος εἰς τὰ ἄμετρα, καὶ τῶν ἀνθρωπίνων ὑπερπτὰς τὸ μέτρον καὶ λόγων καὶ γνώσεων, περὶ τὰ πᾶσιν ἔνδηλα διαπορεῖ, λέγων, ὅτι «Ὁ εἷς ἐκεῖνος ὁ ἐξ ἀμφοῖν εἰς ἓν πρόσωπον λήξας, πῶς ἔχει εἰκονισθῆναι, τῆς μιᾶς φύσεως μὴ περιγραφομένης;» Οὐκοῦν ἡ ἑτέρα περιγράφεται.

Εἰς τοῦτο γὰρ αὐτὸν ἡ πολυπραγμοσύνη τοῦ λόγου περιαγαγοῦσα, καὶ μὴ βουλόμενον τὰ παρὰ γνώμην φθέγξασθαι κατηνάγκασεν. Οὕτως ὑπὸ τῆς ἀληθείας αὐτῆς ἀγχόμενος, μικρόν τι τῶν δεόντων γρύξαι καὶ ἀπηχῆσαι κατεβιάσθη, ὅπερ ἕως τοῦ νῦν, οὐδαμοῦ φθεγξάμενος ὤφθη. Ἀποσφάλλεται γοῦν εἰς τὰ καίρια, καὶ διαπέπτωκεν αὐτοῦ τὸ δόγμα.

Δύο γὰρ αὐτῷ φύσεων προκειμένων τῷ λόγῳ, τούτων δὲ τὴν μίαν ἀπεφήνατο σαφῶς μὴ περιγραφομένην· λείπεται ἄρα τὴν ἑτέραν περιγραφομένην καὶ οὐκ ἐθέλων διακηρύξαι. Τίς γὰρ τῶν σωφρονούντων δυοῖν ἀνθρώποιν τὸν ἕτερον ἀγνῶτα εἰπών, μὴ θάτερον εὐθὺς ἐγνωσμένον ἐκ παντὸς ὀνομάσειε;

Γελᾶται οὖν αὐτοῦ τὰ μειρακιώδη νοήματα καὶ κομπάσματα. Ἀλλὰ τοῦτο μὲν ἀπεσιώπησεν· ἔδει γὰρ αὐτὸν προσθεῖναι καὶ τὸ λειπόμενον. Ἀλλ’ οὐ τολμᾷ, ἵνα μὴ ἐλεγχθῇ αὐτοῦ ἡ ἐπίνοια, μᾶλλον δὲ ἡ παράνοια. Δέδωκε καὶ τοῖς μὴ εἰδόσι τὴν διαφορὰν τῶν φύσεων, πάροδον ὥστε τὴν ἑτέραν περιγραφομένην εἰσάγεσθαι· καὶ ὃ πολλάκις διέφυγεν, ἀκούσιον ἐνταῦθα τούτου τὴν ὁμολογίαν ὑπῃνίξατο.

Ὢ τῆς ματαιοφροσύνης καὶ παρανοίας! Πῶς περιτέτραπται τὰ τῆς πολλῆς σοφίας εἰς τὸ ἠλίθιον, καὶ ἐν τῇ πανουργίᾳ τῶν οἰκείων λόγων συμπεριελήφθη παραδειγματιζόμενος; ἵνα τὸ ψεῦδος εὐφώρατον γένηται τῆς ἐκείνου κακοδοξίας, καὶ τὸ φῶς τῆς ἀληθείας ἐκκαλυφθείη. Τί δή ποτε δὲ μὴ προστέθεικε διαπορῶν, ὅτι πῶς παθεῖν ἅπερ ἔπαθεν ἤμελλε, τῆς [μιᾶς] φύσεως μὴ οὔσης παθητῆς; ἢ ὅτι πῶς τέθνηκε, πῶς ἐν μνημείῳ περιεῖρκται, τῆς μιᾶς φύσεως μήτε θνησκούσης μήτε περιειργομένης;

Πλὴν ταῦτα λιπὼν ἐντεῦθεν, ἐφ’ ἕτερον μετέρχεται λόγον, καὶ ἄγει εἰς μέσον τὸν ἄρτον καὶ τὸν οἶνον, ἄπερ εἰς τὰ θεῖα παραλαμβάνεται μυστήρια, καί φησιν, ὅτι «Κατὰ τὴν θεότητα αὐτοῦ, προγνοὺς τὸν θάνατον καὶ τὴν ἀνάστασιν αὐτοῦ, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ ἵνα τὸ μνημόσυνον τῆς ἐνανθρωπήσεως αὐτοῦ διηνεκῶς, ἔχωμεν οἱ πιστεύσαντες εἰς αὐτόν, νύκτα καὶ ἡμέραν.» Ἆρα ταῦτα οὐχὶ τῶν πρώην ἀσυνετώτερα; οὐ γὰρ δὴ τοσοῦτον τὴν ἀσέβειαν στηλιτεύει τὴν ἐκείνου, ὅσον τὴν παραπληξίαν καὶ ἄνοιαν· οὔτε γὰρ ἃ λέγει, οὔτε περὶ ὧν διαβεβαιοῦται ἐπίσταται. Τί οὖν εἰπεῖν ἔστιν; Ἡ τοῦ Χριστοῦ εἰκών, τινὸς μνημόσυνον φέρει, ἢ οὐχί; Σαφῶς εἰδὼς ὅτι τοῦτον ἡμῖν ἐμφανίζει, μέμηνε κατ’ αὐτῆς, καὶ κατὰ Χριστοῦ καὶ τῆς Χριστοῦ κληρονομίας ἐπιλελύττηκεν. Ἐπειδὴ γὰρ βαρὺς αὐτῷ ἦν καὶ ἐν εἰκόνι βλεπόμενος, οὐκ ἐνῆγεν αὐτὸν εἰς ὑπόμνησιν τοῦ Χριστοῦ ἡ τοῦ ὀνόματος ἐπιγραφή. Τίνι γὰρ τρόπῳ ὠργίζετο καὶ ἠμύνετο; Ἢ ὅτι Χριστὸς ὄνομα ταύτῃ ἐπιτέθειται;

Οὐχὶ τὴν σάρκωσιν αὐτοῦ καὶ τὰ πάθη, ἅπερ ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν κατεδέξατο, αἱ ἱερογραφίαι αὗται ὑπαγορεύουσιν; Οὐ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν; οὐ τὰ θαύματα καὶ τὰ τεράστια, ἄπερ ὡς Θεὸς ἕδρασεν, ἡμῖν διασημαίνουσιν;

Ἀλλὰ πρὸς ταῦτα καὶ ἀντιλέγειν εἰκαῖον, καὶ σιωπᾷν διὰ τοὺς ἀνοήτους οὐκ εὐκαταφρόνητον. Ἐφεξῆς δὲ ἐπάγει· «Ἐκέλευσε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παραδοῦναι δι’ οὗ ἠράσθη πράγματος, τύπον εἰς σῶμα αὐτοῦ· ἵνα διὰ τῆς ἱερατικῆς ἀναγωγῆς, κἂν εἰ ἐκ μετοχῆς καὶ θέσει γίνηται, λάβωμεν αὐτὸ ὡς κυρίως καὶ ἀληθῶς σῶμα αὐτοῦ.» Ὅπως μὲν περὶ τοῦ Κυριακοῦ ἐδόξαζε σώματος, αὐτός τ’ ἂν εἰδείη καὶ οἱ ἐκείνῳ μαθητευθέντες.

Ὅμως δ’ οὖν πρὸς τὰ λεγόμενα οὕτω ἡμεῖς ἀπαντησόμεθα· Ἐπειδὴ τοῦτο ὃ ἔφη ἐκ μετοχῆς καὶ θέσει τελούμενον, διὰ τῆς ἱερατικῆς ἀναγωγῆς κυρίως καὶ ἀληθῶς τοῦ Χριστοῦ σῶμα γίνεται, αὐτῷ τῷ Λόγῳ οἰκειούμενον, πάντως που διωμολόγει ταυτὸν ἐκείνῳ ἀποτελεῖσθαι τῷ σώματι, ὅπερ ἐκ τῆς ἁγίας Παρθένου πεφόρεκε. Τί ποτ’ οὖν ἐστι τοῦτο τὸ σῶμα μετὰ τὴν τελείωσιν καὶ τὸν ἁγιασμὸν γινόμενον, ζητεῖν ἐπάναγκες. Περιγραπτὸν ἆρά ἐστιν, ἢ ἀπερίγραπτον; Ἀπερίγραπτον μὲν οὖν οὐδεὶς οὕτω φρενῶν ἔξω καὶ ἀνούστατος, ὃς ὀνομάσαι θαῤῥήσειεν· οἶμαι δὲ μηδ’ αὐτὸν ἐκεῖνόν ποτε φάναι. Πῶς γὰρ τό γε κατ’ ὀφθαλμοὺς ἀνθρώπων αἰσθητῶς προτιθέμενον, καὶ χερσὶν ἀνθρωπίναις περιισχόμενον, καὶ ὀδόντων εἴσω κατακλειόμενον, ἐδεστόν τε γινόμενον; Ταῦτα γὰρ τί ἄλλο, ἢ περιγραπτὸν αὐτὸ ἐκ παντὸς εἶναι βεβαιοῖ καὶ παρίστησιν;

Εἰ τοίνυν περιγραπτὸν τοῦτό ἐστι, ταυτὸν δὲ ἐκείνῳ τῷ σώματι γίνεται, ὃ παρὰ τὴν ἀρχὴν σαρκούμενος ὁ Λόγος προσείληφεν, ἐπεὶ καὶ ἐπ’ αὐτὸ τὴν ἀναφορὰν ἔχει, περιγραπτὸν ἄρα κἀκεῖνο· καὶ ἁλίσκεται κατὰ πάντα ἑαυτῷ ἐναντιούμενος.

Ἡ γὰρ καὶ τοῦτο ἀπερίγραπτον δοξάζειν ἔδει, ἵνα μὴ μόνον τὰ τῆς ἀπιστίας καὶ ἀθεΐας αὐτοῦ τέλεον δεικνύηται, ἀλλὰ καὶ γέλως καὶ λῆρος τὰ ἐκείνου πᾶσι νομισθείη φρονήματα, ἢ κἀκεῖνο πάντως περιγραπτόν.

γʹ. Καὶ ταῦτα μὲν οὕτω δεδείχθω. Τί δὲ αὐτῷ καὶ ἕτερον τῶν ἀτόπων ἐντεῦθεν ὑπήντα. Βεβίασται ὄσον ἐκ τῶν οἰκείων λόγων, ἢ συμπεριγράφεσθαι τὸν θεῖον Λόγον τούτῳ τῷ ἐκ μετοχῆς γινομένῳ σώματι λέγειν, ἢ διῃρῆσθαι ἀπ’ αὐτοῦ διὰ τὴν μίαν ὑπόστασιν· ὥστε ταῖς ἀληθείαις μηδ’ ὁπωσοῦν αὐτῷ ἐκεῖθεν ἁγιασμοῦ μετεῖναι καὶ χάριτος. Τί δὲ αὐτῷ συμβαίνειν, ἢ μόνον ἄρτου κοινοῦ καὶ οἴνου μετέχειν, ἐν μηδενὶ τῶν τοῖς ἀνθρώποις ἐσθιομένων διαφερόντων; «Καὶ κἂν ὡς εἰκόνα τοῦ σώματος αὐτοῦ θελήσωμεν λογίσασθαι ὡς ἐξ ἐκείνου παραχθέν, ἔχομεν αὐτὸ εἰς μόρφωσιν τοῦ σώματος αὐτοῦ.» Ὥσπερ ἀνωτέρω ἔλεγεν ἀπατώμενος ὁ σοφός, εἰκόνα καὶ πρωτότυπον εἰς μηδὲν ἀλλήλων διαφέρειν· οὕτω δὴ κἀνταῦθα περὶ αὐτῶν ἀποφαίνεται. Καταπλαγείη δ’ ἄν τις αὐτοῦ καὶ ἐν τούτοις τὸ ἀπαγὲς τοῦ νοὸς καὶ ἀστάθερον· ὅτι γε ὅπερ πρὸ μικροῦ κυρίως καὶ ἀληθῶς σῶμα Χριστοῦ διισχυρίζετο λαμβάνειν, τὸ αὐτὸ νῦν εἰκόνα τοῦ σώματος αὐτοῦ καταγράφει.

Τοῦ δὲ λέγειν τὸ αὐτὸ κυρίως καὶ ἀληθῶς σῶμα εἶναι, καὶ εἰκόνα αὐτοῦ εἶναι, τί ἂν εἴη καταγελαστότερον καὶ ἀνοητότερον; Καὶ τοῦτο πῶς; ὅ τι ἂν θελήσωμεν· πάντα τῇ θελήσει καὶ τῇ ῥοπῇ τῆς ματαιότητος παραχωρῶν. Ἔνθα γὰρ πίστις ἢ θεῖος φόβος οὐκ ἐνίδρυται, ἐκεῖ τὸ ἐμπαθὲς πρυτανεύει τοῦ θελήματος. Καὶ τοῦτο μὲν ἔχομεν, φησίν, εἰς μόρφωσιν αὐτοῦ, οὐ διὰ τὴν ἀλήθειαν, ἀλλ’ ὡς ἂν ἐθέλοι νομοθετῶν καὶ δογματίζων, κἂν ἔχῃ φύσεως οὕτω τὸ πρᾶγμα, κἂν μή· Ἡμεῖς γὰρ οὔτε εἰκόνα οὔτε τύπον τοῦ σώματος ἐκείνου ταῦτα λέγομεν, εἰ καὶ συμβολικῶς ἐπιτελεῖται, ἀλλ’ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τεθεωμένον. Αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ λέγοντος, ὅτι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

Τοῦτο καὶ τοῖς μαθηταῖς παρεδίδου· Λάβετε, φάγετε τὸ σῶμά μου, λέγων, οὐχί, Τὴν εἰκόνα τοῦ σώματός μου. Ὡς γὰρ ἐκ τῆς ἁγίας Παρθένου τὴν σάρκα διὰ τοῦ Πνεύματος ἁγίου ἑαυτῷ ὑπεστήσατο· εἰ χρὴ δὲ καὶ ἐκ τῶν καθ’ ἡμᾶς τοῦτο δηλῶσαι, ὥσπερ ὁ ἄρτος καὶ ὁ οἷνος καὶ τὸ ὕδωρ, φυσικῶς εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐκ ἂν εἴποιμεν ἕτερον σῶμα γίνεσθαι παρὰ τὸ πρότερον· οὕτω δὴ καὶ ταῦτα ὑπερφυῶς ἐπικλήσει τοῦ ἱερεύοντος, ἐπιφοιτήσει τε τοῦ ἁγίου Πνεύματος, εἰς σῶμα καὶ αἷμα τοῦ Χριστοῦ μεταβάλλεται. Τοῦτο γὰρ καὶ ἡ τοῦ ἱερέως αἴτησις ἔχει. Καὶ οὐ δύο ταῦτα νοοῦμεν, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ πιστεύομεν γίνεσθαι· Ἀντίτυπα δὲ εἴ που λεχθείη, οὐ μετὰ τὸν ἁγιασμὸν τοῦτο, ἀλλὰ πρὸ τοῦ ἁγιασθῆναι ἐκλήθησαν. Ἐπεὶ οὖν ἔλεγεν ὅτι ἐὰν περιγράφῃς, μερίζεις τὸν Χριστὸν ἢ καὶ τὸν Λόγον συμπεριγράφεις· ἀκόλουθον ἦν λέγειν αὐτῷ, ὅτι Εἰ θύεις, μερίζεις τὸν Χριστόν· τὸ γὰρ σῶμα ἱερεύεις, οὐ φύσιν θεότητος. Ἀρχιερεὺς γὰρ ἡμῶν ὁ μέγας, ἱερεῖόν τε καὶ ἀμνὸς καὶ θῦμα, καθὸ ἄνθρωπός ἐστι καὶ λέγεται. Ἢ τοίνυν σὺ σφαγιάσεις καὶ τὸν Λόγον, κατὰ τὸν σὸν λόγον, διὰ τὴν μίαν ὑπόστασιν, ἢ χωρίσεις θύων τὸ ἀνθρώπινον. Εἰ δὲ πείθῃ τῷ σῷ διδασκάλῳ Εὐσεβίῳ λέγοντι ὅτι ὅλη διόλου μετεβλήθη ἡ σάρξ, μὴ μείνασα τοῦθ’ ὅπερ ἦν σὰρξ εἰς τὴν τῆς θεότητος ἣν οἶδε φύσιν, μάτην θύων ἁλίσκῃ.

Τίνος δὲ ὅλως μεταλήψεται ἄνθρωπος; Ἢ οὐχὶ σαρκὸς Θεοῦ, ἀλλὰ φύσεως θεότητος δόξει μεταλαγχάνειν; Μανιχαϊκῆς ταῦτα φαντασίας. Τὸ πᾶν δὲ τῆς μήνιδος κατὰ τοῦ Κυριακοῦ σώματος ἔχων, τέως περί γε τούτου τοῦ κατὰ μετοχήν, οὐδὲν λέγειν βλάσφημον παῤῥησιάζεται· ἐπάγει δὲ τοιαῦτα· «Τί γάρ; Καὶ εἰκών ἐστι τοῦ σώματος αὐτοῦ καὶ ὁ ἄρτος ὂν λαμβάνομεν, μορφάζων τὴν σάρκα αὐτοῦ, ὡς εἰς τύπον τοῦ σώματος ἐκείνου γινόμενος.» Παραινίττεται ἡμῖν διὰ τοῦ καὶ συνδέσμου, ὡς καὶ ἄλλη εἰκών ἐστι τοῦ σώματος τοῦ Χριστοῦ, καὶ τοῦ ἄρτου δίχα. Μετριάζει δὲ ἐνταῦθα τὴν ἀσέβειαν· εἰ [ἐν] πλείστοις γὰρ ἑτέροις θεομαχῶν, εἴδωλον ταύτην καλεῖν οὐ καταπέφρικεν, οὐ διατρανοῖ δὲ πότερον τούτων ἐκτυπώτερον, ἢ τὸ πλέον εἰς τὴν ὁμοίωσιν τοῦ πρωτοτύπου φέρει, δείκνυται δὲ αὐτῷ κἀνταῦθα τὸ ἀλλόκοτον· ποτὲ μὲν γὰρ σῶμα τοῦτο κυρίως καὶ ἀληθῶς καλεῖ, ποτὲ δὲ εἰκόνα σώματος, ταύτην ὑπομένων τὴν πλάνησιν ἀπὸ τοῦ σπεύδειν αὐτὸν ἐκ μέσου ποιῆσαι τὴν εὐαγγελικὴν ἱστορίαν τε καὶ ὑφήγησιν. Ἀλλ’ εἴρητο ἂν καὶ τοῦτο αὐτῷ, ὅτι Κατὰ τὰς σὰς ὑπολήψεις, οὐδὲ σῶμά ἐστι Χριστοῦ, οὐδὲ εἰκὼν τοῦ σώματος αὐτοῦ. Εἰ μὲν γὰρ περιγεγράφθαι εἴποις, ἐπειδὴ χείλεσι καὶ ὀδοῦσιν ἐμπεριείργεται, οὐ Χριστοῦ σῶμα, οὐδὲ ἥνωται τῷ Λόγῳ. Προδιωρίσω γὰρ πολλάκις, ὅτι ἀπερίγραπτον τὸ σῶμα τοῦ Χριστοῦ διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν.

Εἰ δὲ εἰκόνα σώματος φήσεις, οὐ μόνον ὡς εἰκὼν ἀπελήλαται, ἀλλὰ καὶ ὡς διαιροῦσα τὸ φύσει σῶμα ἐκ τῆς κατὰ τὸν Λόγον ἑνώσεως. Οὕτως οὐχ ἕστηκεν ἐφ’ ἑαυτῆς ἡ πλάνη καὶ ἡ δυσσέβεια. Ἢ τοίνυν καὶ τοῦτον τὸν ἄρτον ἀπερίγραπτον ἀπόφηναι, ἵνα σοι πλέον τὰ τῆς μυθοπλαστίας ἀπηρτισμένα ᾖ· οὐκ ἔστι γὰρ φύσιν ἔχον τοῦτό γε· ἢ εὑρεθήσεται μάτην σοι ὁ πᾶς τοῦ ἀπεριγράπτου ἐκπονηθεὶς λόγος.

Εἶτα μετὰ ταῦτά φησιν· «Οὐ πᾶς ἄρτος σῶμα αὐτοῦ, ὥσπερ οὐδὲ γὰρ πᾶς οἷνος αἷμα αὐτοῦ, εἰ μὴ ὁ διὰ τῆς ἱερατικῆς τελετῆς ἀναφερόμενος ἐκ τοῦ χειροποιήτου πρὸς τὸ ἀχειροποίητον.» Τίνος διαποροῦντος ἢ ἀμφιβάλλοντος, οὕτω δριμέως καὶ θαῤῥαλέως ἀποφαίνεται, ὅτι οὐ πᾶς ἄρτος σῶμα αὐτοῦ, οὐδὲ πᾶς οἷνος αἷμα αὐτοῦ, μηδὲ ἀποδείξεως τῆς περὶ τούτων, ὁπωσοῦν δεηθείς, τῆς ἐκείνου σοφίας ἄξιον λέγειν. Ἄπερ ὡς λῆρον καὶ μάτην εἰς ἀέρα χεόμενα καταλιπόντες, ἐκεῖνα λέγομεν· Εἰ περιγέγραπται τὰ ἱερευόμενα ταῦτα, ὁ ἄρτος, φημί, καὶ ὁ οἶνος, ἄρα ἐκεῖνο τὸ σῶμα, ὅπερ πεφόρεκεν ὁ τοῦ Θεοῦ Λόγος, οὐδαμοῦ ἱερεύθη παρ’ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπερίγραπτον λέγει· καὶ πῶς καὶ πόθεν τὸ ἱερεῖον ἐκεῖνο, τὸ μέγα καὶ ἄμωμον καὶ σεβάσμιον, τὸ καθάρσιον θῦμα καὶ παντὸς τοῦ κόσμου σωτήριον ἐπιγνωσθήσεται; Εἰ οὖν ἐπίστευεν ὑπὲρ τῆς πάντων αὐτὸ τυθῆναι σωτηρίας, κἂν γοῦν τοῦτο αὐτὸν κατῄδεσεν, εἰ μή τι ἄλλο, ὡς καὶ αὐτὸ περιγραπτόν ἐστι· καὶ εἰ μὴ φύσει, ὅπερ λέγειν ἀνόητον, τῇ γοῦν τελετῇ, ὡς κατὰ τὴν ἐκείνου δόξαν εἰπεῖν, περιγεγράφθαι ἐχρῆν. Περιγραπτὸν οὖν τὸ τοῦ Χριστοῦ σῶμα, κἂν μὴ λογίζεσθαι τοῦτο ἐθέλοι ὁ Μαμωνᾶς.