Εἶτα ὅρκοις ὡς φοβεροῖς καὶ πλείστοις, ὡς εἰώθει ἀπεναντίας τῶν εὐαγγελικῶν ἔρχεσθαι προσταγμάτων, πείθειν ἐσπούδαζεν, ἢ ἀληθέστερον εἰπεῖν, καταχλευάζειν τῇ ὁρκαπάτῃ, μήτε ἐν λόγῳ, μήτε ἐν πράξει γενέσθαι τοιοῦτον, καὶ τὴν περὶ τοῦ δόγματος αὐτοῦ ψῆφον καὶ κρίσιν τοῖς παροῦσιν ἐπισκόποις ἀναθείς, ὡς δέξεται τὰ παρ’ αὐτοῖς δεδογμένα, μικρὸν ὑποβάς, καὶ πάλιν συνήθως ἐκ τῶν πεπλασμένων λόγων εἰς ἑαυτὸν ἐπανελθών, οἷα κριτὴς ὁ αὐτὸς καὶ διδάσκαλος ἀποφαίνεται. δʹ. «Ὡς ἐὰν εἰς τοῦτο τὸ ἓν εἰκόνισμα πληροφορήσωμεν ὑμᾶς ὅτι καλῶς λέγομεν, τότε καὶ περὶ τῶν ἄλλων εἰκόνων σκοποὺς προαγαγεῖν ἔχομεν ἐνώπιον ὑμῶν, καὶ ὡς κρίνετε καὶ περὶ ἐκείνων. Τῇ γὰρ κρίσει ὑμῶν ἔχομεν ἀσμενίσαι, ὅτε μέλλετε καὶ μετὰ τῶν ἄλλων ἐπισκόπων συμφωνεῖν, καὶ ἐξ εὐλόγων προφάσεων μαρτυρίας παριστᾷν.» Τοιαῦτα μὲν τὰ ἐκείνου, ὧν τινα καὶ αὐταῖς λέξεσι παρεθέμεθα, ἵνα καὶ ἡ ἐκ Θεοῦ ἀλλοτρίωσις αὐτοῦ δειχθῇ, καὶ τῶν ὀμωμοσμένων καὶ παραβεβασμένον [παραβεβασμένων] τὸ ψεῦδος ἐλεγχθῇ, ἥ τε ὑπόκρισις, καὶ ὁ δόλος, καὶ ὁ πρὸς τοὺς ἀγνοοῦντας φαινακισμός, κατάδηλος γένηται. Τί δὲ δὴ τοῦτό ἐστιν, ὅτι καὶ λέγειν περί γε τῶν ἄλλων εἰκόνων βούλοιτο; καὶ ὁποῖοι δή, οὓς προάγειν ἐθέλοι σκοπούς;