Ἐφ’ οἷς καὶ τὰ ἑξῆς τοῦ περιγραπτοῦ σώματος, περιετμήθη, ἐβαπτίσθη, περιεγράφη σωματικῶς ἐν τοῖς ὕδασι, καὶ ὑπὸ δούλου χειροθετούμενος, ὑψώθη ἐν σταυρῷ, ἐτρήθη τὴν πλευράν, τὸν ὑπὲρ ἡμῶν ἀνέτλη θάνατον, τέθαπται ἐν μνημείῳ ἐν ᾧ περιεγράφη σωματικῶς. Εἶτα ἀνεβίω τριήμερος, ὡς Θεὸς πατήσας τὸν θάνατον, καὶ νεκροῖς τὴν ἐλευθερίαν καὶ ζωὴν χαρισάμενος. τί οὖν φατε ὑμεῖς οἱ τὸ ἀπερίγραπτον πρεσβεύοντες, καὶ τῆς δοκήσεως δοξάζοντες τὸ ἀδόκιμον; Ὁ ἐν σπαργάνοις ἐνειλούμενος, ἢ ἐν φάτνῃ κατακλινόμενος, καὶ εἴσω σπηλαίου γινόμενος περιγράφεται, ἢ οὔ; Τί δέ; ὁ περιτεμνόμενος, καὶ βαπτιζόμενος, καὶ σταυρούμενος, καὶ τὸ πάντων ἔσχατον ἐν μνημείῳ κατακλειόμενος, περιορίζεται ἐν τούτοις καὶ περιέχεται, ἢ οὔ; Τὸ γὰρ μὴ περιγραφόμενον, οὐδὲ ἐν τόπῳ ἐστίν· εἰ δὲ οὐκ ἐν τόπῳ, οὐδὲ σῶμα· εἰ δὲ οὐ σῶμα, πολλῷ πρότερον οὐδὲ ἄνθρωπος. Οὐκοῦν οὐδὲ ἐνηνθρώπησεν, οὐδὲ ἀνείληφε τὴν πεσοῦσαν φύσιν, καὶ οἷον τὸ καθ’ ἡμᾶς σῶμα, ὃ ταῦτα πάσχειν πέφυκε, καὶ τοῖς τοιούτοις ὑποπέπτωκε πάθεσιν. Εἰ δὲ χρὴ πρὸς τὴν ὑμῶν ἀπαιδευσίαν καὶ ἀναισχυντίαν μικρόν τι προσπαίξαντα εἰπεῖν, περιγράφεται ὁ περιγραφόμενος, ἢ οὔ; Τοῦτο τῆς ὑμετέρας ἐμβροντησίας καὶ φρενοβλαβείας εἰπεῖν ἄξιον. Ἴσως γὰρ οὐδὲ τούτῳ συνθήσεσθε.