Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Τρίτος Αντιρρητικός: Η εκκλησιαστική παράδοση και η αρχαιότητα των εικόνων

Έναρξη του τρίτου λόγου, όπου τονίζεται η αρμονία Ευαγγελίου και εικαστικής αναπαράστασης, καθώς και η ισχύς της άγραφης παραδόσεως της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 8 από 15

ΑΝΤΙΡΡΗΣΙΣ ΤΡΙΤΗ. Ἀλλ’ οἱ τῆς ἀπιστίας προασπισταί, καὶ τῶν παρὰ πᾶσι κατειλημμένων καὶ δεδημοσιευμένων ἀκριβεῖς ἀπαιτοῦντες τὰς ἀποδείξεις, ἐπειδὴ μελέτην τῆς ἀσεβείας αὐτῶν ποιοῦνται, τὰ ὀρθὰ τῆς Ἐκκλησίας παρευθύνειν δόγματα, τὴν ἐκ τοῦ δόξαι δεινούς τινας καὶ δριμεῖς εἶναι δογματιστὰς παρὰ τῶν ἐξαπατωμένων δόξαν θηρώμενοι, ὅταν ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐλέγχωνται καὶ πιέζωνται, πρὸς ἐρεύνας ἀτάκτους καὶ ἀποδείξεις ἀκαίρους περιτρέπονται, βεβήλους τε κενοφωνίας συντιθέασι, καὶ πρὸς ζητήσεις μωρὰς καὶ ἀπαιδεύτους τὴν Χριστομάχον γλῶσσαν προΐενται, περὶ τὴν πίστιν ἀπωσμένην αὐτοῖς ναυαγήσαντες, μηδὲν ἐπιστάμενοι, νοσοῦντες δέ, κατὰ τὸ Γράμμα τὸ ἱερόν, περιζητήσεις [περὶ ζητήσεις] καὶ λογομαχίας.

Ἐξ ὧν διαποροῦσιν ἡμῖν, Πόθεν ὑμῖν ἀνιστορεῖσθαι τὰς εἰκόνας παρείληπται, καὶ ἡ τούτων προσκύνησις παραδέδοται; ἐλπίδι τοῦ, πρὸς τὸ ἀμήχανον ἐντεῦθεν περιωσμένων ἡμῶν, τὴν παῤῥησίαν περιαιρήσειν. αʹ. Ἐξ οὖν τῆς ἐπαπορήσεως τοῦ λόγου τὸ ἀκόλουθον ἡμῖν ἐνδιδόντος ἀνθυποφέρομεν· Πόθεν ὑμῖν τῶν εὐαγγελικῶν βίβλων ἡ ἐφεύρεσις, καὶ ἡ περὶ ταύτας ἣν ποιεῖσθε προσκύνησις παραδέδεικται, ὅ τε σταυρός, καὶ τἄλλα ὁπόσα ἐν τῇ τῶν Χριστιανῶν Ἐκκλησίᾳ τὸ σέβας καὶ τὴν προσκύνησιν ἀποφέρεται;

Ἐφ’ οἷς ὡς πλεῖστα τραχυνόμενοί τε καὶ χαλεπαίνοντες νομοθετοῦσιν, ὡς οὐκ ἐξὸν τούτων πυνθάνεσθαι ἕνεκεν, μὴ τοῖς αὐτοῖς ἡμῖν περιπέσοιεν λόγοις εὐλαβούμενοι. Εἶτα ὡς οὐκ ἐνὸν αὐτοῖς ἑτέρωσέ ποι προϊέναι, (τί γὰρ ἂν καὶ εἴποιεν ἕτερον;) ἐπὶ τὴν παράδοσιν αὐτομολοῦσι· καθάπερ οἱ τῶν δεσμῶν ἀφιέμενοι, ἐπὶ τὸ ἀνειμένον ἐπείγονται καὶ ἐλεύθερον, καὶ τὸ ἀπ’ ἀρχῆς δεδέχθαι τὴν Ἐκκλησίαν τὴν γεγραμμένην ἐν αὐτοῖς καὶ δηλουμένην χάριν, προΐσχονται.

Εἶπεν ἄν τις πρὸς τὸ ἄπιστον καὶ ἀσύνετον αὐτῶν ἰδών, ὡς ἄλλης αὐτοῖς δεήσει συγγραφῆς, ἢ ὁπωσοῦν ἑτέρας ἀποδείξεως, τὸ ἐν ἐκείνοις ἀληθὲς προσμαρτυρούσης καὶ βεβαιούσης, καὶ ταύτῃ ἑτέρας, καὶ ἰέναι ἐπὶ τὸ ἄπειρον.

Ἀλλὰ τοῦτο μὲν ταῖς ἐκείνων ἀβελτηρίαις παρήσομεν. Παράδοσιν προχειρίζονται, ἣν ἐφ’ οἷς μὲν ἥδονται κρατύνειν ἐθέλουσιν, ἐφ’ οἷς δὲ ἄχθονται, ἀπαγορεύειν σπουδάζουσι. Καίτοι ἐν ἅπασιν ἡ ὑπόθεσις ἡ αὐτή, καὶ ὁ χρόνος σύνδρομος, καὶ τὸ γέρας ὁμότιμον. Ἀλλὰ τί ἄν τις εἴποι πρὸς ἀνθρώπους μήτε ἔργῳ μήτε λόγῳ πειθομένους, μήτε ἃ λέγουσι, μήτε ἃ ἀκούουσι συνιέντας, τῆς δὲ ἑαυτῶν ἀπεγνωκότας σωτηρίας; Ὅμως δ’ οὖν ὁ τῆς ἀληθείας παῤῥησιάσεται λόγος. Πρῶτον δὲ ἐκεῖνο εἰπεῖν ἄξιον, ὅτι μάλιστα ἐν τοῖς περὶ Θεοῦ λεγομένοις τε καὶ ἀκουομένοις, μετ’ εὐλαβείας τῆς προσηκούσης προσιέναι χρή, φόβῳ θείῳ κατηρτισμένους· εἶτα πίστιν ἐν τούτοις ἡγεῖσθαι, καὶ πίστιν τιμᾶσθαι, καὶ ταῖς ψυχαῖς προενιδρῦσθαι, καὶ ἐν εὐθύτητι καρδίας τοὺς περὶ τηλικούτων λόγους ὑποδέχεσθαι, κενῶν δὲ καὶ ματαίων ἐρωτήσεων ἀπέχεσθαι, τούς· τε γραώδεις μύθους καὶ τὰς βεβήλους κενοφωνίας εἰς τὸ παντελὲς ἀποτρέπεσθαι, οὐ προσέχειν δὲ γενεαλογίαις ἀπεράντοις, καθὰ τὸ Γράμμα τὸ ἱερὸν δεδίδαχεν, αἳ ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει, μηδὲ ζητεῖν τὴν διὰ τῶν σημείων καὶ παραδόξων ἔργων πίστωσιν καὶ ἀπόδειξιν, ἢ γοῦν ἀμφίβολον τὴν γνώμην ἔχειν περὶ τὰ καίρια. Ἰουδαϊκὸν τοῦτο τὸ ἐπιχείρημα, ἀπίστων ἐστὶ τὸ κακούργημα.

Τίσιν ἔφη ὁ Κύριος, Ὢ γενεὰ ἄπιστος, σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, ἀλλ’ ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου; οὐχὶ τοῖς ἀπειθοῦσιν Ἰουδαίοις, καὶ ἀεὶ τῷ ἁγίῳ διαμαχομένοις Πνεύματι; Μηδ’ αὖ πρὸς περιέργους καὶ ἀπαιδεύτους ἐρεύνας ἀπάγεσθαι, αἳ λογομαχίας καὶ λέσχην γεννῶσι μᾶλλον, ἢ λόγον εὔχρηστον καὶ ὠφέλιμον· μήτε μὴν πρὸς ἀποδεικτικὰς ἀνάγκας λογικαῖς μεθόδοις προαγομένους διὰ τῶν ἐντέχνων καὶ σεσοφισμένων λόγων, ἐπὶ τὰς τούτων καταφεύγειν πιθανότητας, βιαίως πρὸς συγκατάθεσιν τοὺς ἀκροωμένους ἐπαγομένας· Ἑλληνικὸν τοῦτο καὶ ἀπίστων παντάπασι τὸ ἐφεύρεμα. Καὶ γὰρ ὥσπερ Ἰουδαῖοι σημεῖον αἰτοῦσιν, οὕτω καὶ Ἕλληνες σοφίαν ζητοῦσιν.

βʹ. Ἀλλ’ ἡμῖν γε, οἷς πίστις τὸ τιμώμενον, πίστις ἀρχὴ καὶ ὑποβάθρα· τῆς σωτηρίας ἡμῶν τιθέσθω, ὅθεν ἐπὶ τὸν σκοπὸν καὶ τὸ τέλος τῶν ἐλπιζομένων ἐπειγόμεθα. Ἐπεὶ δὲ ἡ πίστις ἐξ ἀκοῆς, πιστεῦσαι δεῖ πρῶτον τὸν προσερχόμενον ὅτι ἔστι Θεός, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται· πιστεῦσαι, οὐ ζυγομαχῆσαι, ἀλλὰ πίστει προσιέναι, τὸν τῆς εὐπειθείας μισθὸν ἀπεκδεχόμενον. Πίστις γάρ ἐστιν ἁπλῆ λογισμῶν καὶ ἀπερίεργος συγκατάθεσις· διὸ πίστει πρόσιμεν τῇ χάριτι, τῇ ἐκ τοῦ θείου Πνεύματος ἐπιπνοίᾳ ἐντικτομένῃ ταῖς τῶν πιστῶν ψυχαῖς· πάσης ἀπιστίας ἐλευθέραν τὴν γνώμην κεκτημένοι, καὶ ἐν ἁπλότητι καρδίας ἁπλῶς καὶ ἀβασανίστως τὰ τῇ καθολικῇ Ἐκκλησίᾳ παραδεδομένα ὡς ἐκ θείας ἐπιλάμποντα χάριτος δεχόμεθα, πάσης τῆς ἐξ ἀμφιβολίας κηλῖδος καὶ ῥύπου καθαρεύοντες. Νόσημα γὰρ ψυχῆς κακῶν κάκιστον ἀπιστία, καὶ ἀσυνεσίας ἀρχὴ καὶ ἀπωλείας παραίτιον.

Ἐὰν γὰρ μὴ πιστεύσητε, φησίν, οὐδὲ μὴ συνῆτε. Ἤ τε γὰρ ἀπείθεια πρὸς ὁτιοῦν οὐ συγχωρεῖ καθαρῶς τὸν λόγον τῆς εὐσεβείας παραδέχεσθαι· ἤ τε ἀμφιβολία τὴν αἴγλην τῆς ἀληθείας ἐπισκιάζουσα, καθάπερ τι νέφος ὑποτρέχον τὸν ἥλιον, οὐκ ἐφίησιν εἱλικρινῶς τὴν σύνεσιν τῶν δεόντων αὐγάζεσθαι. Δῆλον οὖν ὡς οὐδὲν τῆς διὰ πίστεως ἀρχῆς βεβαιότερον ἢ ἀσφαλέστερον. Τὸ δὲ ζητεῖν ἀρχῆς ἀρχήν, καὶ ἀπόδειξιν ἀποδείξεως, τί ἕτερόν ἐστιν ἢ πίστιν ἐπιζητεῖν πίστεως; τούτου δὲ τί ἀνοητότερον ἢ καταγελαστότερον; Οὐ γὰρ ἕξει ποτὲ οὗ στήσεται καὶ ἀπερείσει τὸν λογισμόν, ἀεὶ τοῦ ἐφευρισκομένου ἐφ’ ἑτέραν ζήτησιν ἐπειγομένου· ὥστε ὅσα ἂν κάμοι τις ζητῶν, ἐπὶ τὴν πίστιν ὡς εἰς ἀρχὴν ἀσφαλῆ καταφεύξεται. Τοῖς γὰρ ἀπίστοις εἰς ἀπέραντον ἥξει τὸ μάταιον, καὶ οὐδαμοῦ στήσονται, ἀλλ’ εἰς ἑαυτοὺς συντριβήσονται καὶ ἀπολοῦνται, διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν.

γʹ. Ἑξῆς δὲ ταῦτα λέγομεν, ὅτι τὸ γράφειν ἤτοι εἰκονίζειν τὸν Χριστόν, οὐκ ἐξ ἡμῶν τὴν ἀρχὴν εἵληφεν, οὐδὲ ἐν τῇ καθ’ ἡμᾶς ἦρκται γενεᾷ, οὐδὲ νεαρὸν τὸ ἐφεύρημα· χρόνῳ τετίμηται ἡ γραφή, ἀρχαιότητι διαπρέπει, ἡλικιῶτίς ἐστι τοῦ εὐαγγελικοῦ κηρύγματος· διὸ καὶ αἰδέσιμος καὶ σεβασμία. Καὶ ἵνα συντομώτερον καὶ βεβαιότερον εἴπω, ἐπειδὴ σύμβολα τῆς πίστεως ἡμῶν τῆς ἀμωμήτου τὰ ἱερὰ ταῦτα θεάματα, πάλαι τῇ πίστει καὶ ἐξ ἀρχῆς συνυφέστηκε καὶ συνήκμασεν· ἀποστόλων ἐστὶ τὸ ἐγχείρημα, Πατέρων τὸ ἐπισφράγισμα. Ὡς γὰρ αὐτοὶ τὸν τῆς θεοσεβείας ἡμῖν εἰσηγήσαντο λόγον, οὕτω καὶ ἐν τῷ μέρει τούτῳ, τὸν τρόπον καθ’ ὃν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς ἀνεστράφη πολιτευόμενος, καθὰ καὶ διὰ τῆς εὐαγγελικῆς συγγραφῆς ἐμφανῆ καὶ δῆλα καθίσταται, ταυτὸν τάχα ποιοῦντες, ὅπερ πολλοὶ τῶν πάλαι τὰς ἀριστείας ἀναγράπτους ἐποιήσαντο, οὐ μόνον ἐν βίβλοις ἀναταξάμενοι, ἤδη δὲ καὶ ἐν πίναξιν ἀνιστορήσαντες.

Οἷόν τι καὶ παρά τινι τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀκούομεν, ὅτι «καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες.» Ὥστε ὁ τὴν συγγραφὴν δεχόμενος, ἀναγκαίως δέξεται καὶ τὴν ἱστορίαν· εἰ γὰρ τὸ ἕτερον οὐ δέξεται, οὐδὲ θάτερον δήπου.

Καὶ ἐπειδὴ τὸ πᾶν τῆς τοῦ Λόγου κενώσεως οἰκονομία ἦν ἤδη πραττόμενον, εὐδόκησε κἂν τούτῳ δὴ τῷ τρόπῳ φιλανθρώπως τὰ τῆς οἰκονομίας ἐπιδείξασθαι· διὸ καὶ ἐδέησε ταύτης τῆς παχυτέρας γραφῆς, σαφεστέρας δὲ ὅμως, τῶν ἁπλουστέρων τε καὶ ἀγροικοτέρων ἕνεκεν· ἵνα καὶ οἱ μὴ εἰδότες γράμματα, ὅπερ διὰ τοῦ λόγου καθυστερίζονται, διὰ τῆς ὄψεως ἀντεισαγόμενον ἕλοιντο, συντομωτέραν τε καὶ ἐκδηλοτέραν τὴν τῶν πραγμάτων αὐτῶν ἀλήθειαν κατανοῶσιν. Ὅπερ γὰρ πολλάκις ὁ νοῦς οὐχ εἷλε διὰ τῆς τῶν λόγων ἀκοῆς, ἡ ὄψις ἀπλανῶς παραλαβοῦσα, σαφέστερον ἐφηρμήνευσεν. Εἰς ἀνάμνησιν λοιπὸν ὧν δι’ ἡμᾶς ὁ Χριστὸς ἔδρασέ τε καὶ ἔπαθε ῥᾳδίως προάγονται, καὶ θᾶττον ἢ διὰ τῆς τῶν λόγων ὑφηγήσεως, ὅσῳ καὶ ὄψις ἀκοῆς θᾶττον εἰς γνῶσιν καὶ πρὸς πίστιν ἑτοιμοτέρα. Οὕτως οὖν κατήχθη ἄχρι καὶ ἡμῶν ἴσον τὸ σέβασμα, τῷ προδιηνυσμένῳ μὲν ἀπείρῳ χρόνῳ βεβαιούμενον, τῇ δὲ τῶν πιστῶν Χριστιανῶν ἀξιοπιστίᾳ καὶ μαρτυρούμενον καὶ πραττόμενον.

δʹ. Τί δὴ οὖν τὸ λυποῦν ἐστι, τῆς μνήμης τοῦ Χριστοῦ συνεχέστερον ἐντεῦθεν προσγινομένης, καὶ τῶν εὐεργεσιῶν καὶ μεγαλουργιῶν τῶν εἰς ἡμᾶς πεπραγμένων ὁμολογουμένων; Ἀλλ’ οἱ τῶν κακῶν τέκτονες βασκαίνουσιν ἀνθρώποις τῆς σωτηρίας, οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τὴν βασιλείαν κατὰ τοὺς Φαρισαίους ἐκείνους σαφῶς ἀποκλείοντες, ὧν καὶ τὸν τρόπον καὶ τὴν ἀλαζονείαν ἐζήλωσαν. Ἅπαντα μὲν οὖν προσκυνητὰ καὶ σεβάσμια, ὅσα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παραδέδοται, ἐν γράμμασί τε καὶ ἀγράφως κείμενα, καὶ ἁγιάζει ψυχὰς καὶ σώματα, καὶ οὐδεμία τοῖς πιστοῖς περὶ ταῦτα ἀμφιβολία. Εἰ δέ τις ἰσχνομυθῶν λεπτότερον περὶ αὐτῶν διεξίοι, τοιάδε φήσει· ὡς ἡ μὲν εὐαγγελικὴ συγγραφὴ λόγῳ παραδέδοται παρὰ τοῖς ἐξ ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου, τῶν θείων ἐκείνων καὶ ὑπερφυῶν λόγων τε καὶ ἐνεργειῶν καὶ δυνάμεων, ἃ μόνου ἦν καὶ δρᾶσαι καὶ διδάξαι τοῦ ἐνανθρωπήσαντος Λόγου, καὶ παρὰ τοῖς πιστοῖς πιστῶς δεχθῆναι, οὐ λόγῳ ψιλῷ καὶ εἰς ἀέρα προχεομένῳ, καὶ μικρὰ τὴν ἀκοὴν περιηχοῦντι, ὡς παροῦσι δὲ συγγίνεσθαι πράγμασιν, ἐξ οὗ τὸ μακάριον ἀποφέρονται.

Ἡ δὲ τῶν ἱεροτυπιῶν τούτων ἱστορία ἐκεῖθεν μὲν ἤρτηται, καὶ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἀρχῆς συνυφεστήκασι, πραγμάτων δὲ τῶν αὐτῶν μίμησις οὖσα τυγχάνει, ὑπ’ ὅψιν ἄγουσα τῶν πεπραγμένων τὴν δήλωσιν, καθὰ καὶ ἐν ἑτέροις διεξοδικώτερον ἡμῖν εἴρηται, καὶ τὸ ἀπαράγραπτον τῆς γραφῆς σαφῶς παρίστησιν.

εʹ. Ἀλλὰ καὶ οἱ λόγοι αὐτοὶ εἰκόνες εἰσὶ τῶν πραγμάτων, καὶ ἕπονται αὐτοῖς ὡς αἰτίοις. Καὶ πρώτως μὲν τὴν ἀκοὴν εἰσδύονται· πρότερον γὰρ τὰ ἀπηχήματα τῶν λεγομένων τοῖς ἐνηχουμένοις προσπίπτουσι· δευτέρως δὲ δι’ ἀναλογισμοῦ ἐπὶ τὴν τῶν δηλουμένων πραγμάτων κατανόησιν ὁ ἠκουτισμένος ἔρχεται. Ἡ δὲ πρώτως καὶ ἀμέσως ἐπ’ αὐτὰ τὰ πράγματα, ὡς παρόντα ἤδη, τὸν νοῦν τῶν ἐνορώντων προσάγει, καὶ ἐκ πρώτης θέας καὶ ἐντεύξεως τρανὴν καὶ ἀπεξεσμένην τὴν γνῶσιν τούτων παρέχεται.

Καὶ ἵνα Πατρικῇ φωνῇ προσχρήσωμαι, «Ἅπερ ὁ λόγος τῆς ἱστορίας ὑπέγραφε, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι.» Καθόσον οὖν ἔργον λόγου διενήνοχε, κατὰ τοσοῦτον ἡ τοῦ ἔργου μίμησις καὶ ὁμοίωσις τῆς τῶν λόγων ἀπηχήσεως πρὸς τὴν τῶν πραγμάτων διοίσει ἐμφάνειαν. Ὥστε ἐμφαντικωτέρους τοὺς λόγους καὶ σαφεστέρους πολλάκις διὰ τῆς τοιαύτης ἱστορίας γίνεσθαι. Πολλάκις γὰρ διὰ τῶν λόγων καὶ ἀπορίαι τινὲς καὶ διαμφισβητήσεις τίκτονται, καὶ φρονήματα διάφορα ταῖς ψυχαῖς, ὡς τὸ εἰκός, φύονται· πολλοὶ γοῦν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἑτέρους διαστασιάζουσι καὶ λογομαχοῦσι, περὶ τῶν λεγομένων ἀμφιγνοοῦντες· ἡ δὲ διὰ τῶν ὁρατῶν πίστωσις, ἀναμφίλεκτον πανταχόθεν κέκτηται.

Ἐπὶ τοσοῦτον δὲ ἐν ἀμφοτέροις ἡ κοινωνία, ὡς ἐν μιᾷ καὶ τῇ αὐτῇ βίβλῳ, καθὰ πολλαχοῦ ἐν ἀρχαιοτάταις ἰδεῖν ἔστι δέλτοις, παρὰ μέρος γεγράφθαι, ἐντεῦθεν μὲν τὸν διὰ τῶν συλλαβῶν λόγον, ἐντεῦθεν δὲ τὸν διὰ τῆς ἱστορίας ταύτης, καὶ τὴν αὐτὴν προδείκνυσθαι ὑφήγησιν τῇ ἐν γράμμασιν.

Ὡς οὖν τοῦ Εὐαγγελίου ἡ συγγραφὴ αὐτόθεν ἔχει παρὰ Χριστιανοῖς τὸ ἀξιόπιστον, οὐ προσδεομένη ἑτέρας συγγραφῆς ἢ λόγου τοῦ συνηγορήσοντος ἢ προσμαρτυρήσοντος, πρὸς τὸ εἶναι αὐτὴν σεβασμίαν καὶ ἔνδοξον· οὕτω καὶ ἡ τῶν θείων ἀπεικασμάτων γραφή, ἡ αὐτὴ τῇ εὐαγγελικῇ τυγχάνουσα, οἴκοθεν τὸ πιστὸν ἐπάγεται, καὶ οὐκ ἂν δεηθείη τῆς τῶν ἔξωθεν ἀποδείξεως, σημᾶναί τε τὰ τοῦ Εὐαγγελίου, καὶ τὴν αὐτὴν ἐκείνῳ τιμὴν ἀπενέγκασθαι. Εἰ γοῦν ἐδεῖτο μαρτυρίας τῆς τῶν ἐκτός, τί ἂν ἄλλο τις προεστήσατο, ἢ πάντως τὸν τοῦ Εὐαγγελίου λόγον βεβαιοῦντα εἰσήγαγεν; Εἰ τοίνυν τὸ Εὐαγγέλιον ταῖς ἀκοαῖς τῶν πιστῶν ἐνηχούμενον, τοσούτου τιμᾶσθαι ἄξιον (καὶ γὰρ ἡ πίστις ἡμῶν ἐξ ἀκοῆς), τὰ τῇ θέᾳ αὐτῇ προσπίπτοντα, καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως, τὸ ταυτὸν τῆς διδασκαλίας ἡμῖν παριστῶντα, ἢ παρευδοκιμήσει τῆς διδασκαλίας τῷ τάχει, διότι καὶ ὄψις ἀκοῆς μᾶλλον τὸ ἐπαγωγὸν πρὸς πίστωσιν κέκτηται, ἢ πάντως οὐκ ἐν δευτέροις τετάξεται. Καὶ οὕτως ἔσται Εὐαγγέλιον.

ϛʹ. Ἀστέριος δὲ (μνήμης γὰρ καὶ τοῦτον ἀξιοῦν τὰ νῦν δίκαιον), εἴτε ὃν αὐτοὶ διδάσκαλον ἐπάγονται, ἢ ὁστισοῦν ἕτερος, Ἀστέριος δ’ οὖν ὅμως, ἐν τῷ εἰς τὴν αἱμόῤῥουν ἐγκωμίῳ, τήν τε σπουδὴν καὶ προαίρεσιν τοῦ γυναίου, ἣν περὶ τὴν πίστιν τὴν εἰς τὸν εὐεργέτην ἐπεδείξατο, ὑπεραγάμενός φησιν, ὅτι γε δὴ ὁ παρ’ αὐτῆς εἰς τύπον τοῦ Χριστοῦ χαλκουργηθεὶς ἀνδριάς, εἰς συνηγορίαν τοῦ εὐαγγελικοῦ κηρύγματος ἕστηκεν, ὥστε τοὺς τοῦτο κωμῳδοῦντας καὶ καταχλευάζοντας Ἰουδαίους τε καὶ Ἕλληνας, δι’ αὐτοῦ ἀληθῶς τῶν κηρυσσομένων ἐκδηλότερον ἐκφαινομένων, ἡττᾶσθαι καὶ καταισχύνεσθαι.

Οὗ τὸν ἔλεγχον οὐ φέροντες, τῶν κατὰ καιροὺς κρατούντων ἀσεβῶν τε καὶ θεομάχων τινές, πρὸς καθαίρεσιν τοῦ θείου ἀγάλματος, οὕτω τηνικαῦτα Θεοῦ συγχωρήσαντος, ἐπεχείρησαν· ὅπερ δὴ καὶ ἐφ’ ἡμῶν διὰ τὰς ἁμαρτίας ἡμῶν ὁρῶμεν γινόμενον.

Ἐπ’ ἀμφοῖν οὖν τῶν γραφῶν μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης ὑποθέσεως, καὶ τῶν ἀπ’ αὐτῶν σημαινομένων πραγμάτων ἑκατέρωθεν τὸ ἀπαράλλακτον κεκτημένων, τίς τῶν νοῦν ἐχόντων καὶ σωφρονούντων, ἐν οἷς τὸ ἀδιάφορον ἐνυπάρχει, τὸ μὲν προσκυνεῖσθαι ἂν ἀξιώσῃ, τὸ δὲ καταπίμπρασθαι; Εἰ γὰρ τὸ ἕτερον τίμιον, καὶ θάτερον ἐξ ἀνάγκης· εἰ δὲ οὐ τοῦτο, οὐδὲ ἐκεῖνο τίμιον· καὶ ἐπειδὴ κατ’ οὐδὲν διαφέρουσιν, ὁ τὸ ἕτερον καθαιρῶν, τὸ πᾶν Εὐαγγελίου καθῃρηκὼς εἴη. Ὢ τῆς μανίας! ὢ τῆς ἀπονοίας! Χριστοῦ μνήμη καὶ ὄνομα πρόκειται· τίνες οἱ καταστρέφοντες; ἆρα Χριστιανοὺς ὀνομαστέον;

Οὐ μὲν οὖν· Ἰουδαῖοι τοῦτο τολμῶσι καὶ Ἕλληνες καὶ βάρβαροι, ἐχθροί γε ὄντες, καὶ τῆς καθ’ ἡμᾶς ἱερᾶς θρησκείας ἀλλότριοι, οἷς καὶ οὗτοι ἀτεχνῶς ὡς Χριστομάχοι συντετάξονται· ὡς Ἰουδαῖοι σκανδαλιζέσθωσαν, ὡς Ἕλληνες· μωραινέσθωσαν· ἐπειδήπερ ἐσταυρωμένος ὁ Χριστὸς κηρυσσόμενος, ταυτὸν δὲ φάναι καὶ εἰκονιζόμενος, Ἰουδαίοις μέν ἐστι σκάνδαλον, Ἕλλησι δὲ μωρία. Ὥσπερ οὖν ὁ λόγος ὁ τοῦ σταυροῦ καὶ τῶν τοῦ σταυρωθέντος ὑπομνημάτων, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι, καὶ ταῦτά γε ἄρα ὡσαύτως τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ τὸ πάθος ἡμῖν διαγράφουσιν· εἰ δὲ τἀληθέστερον εἰπεῖν ἐκ περιουσίας, καὶ τὰς θεοσημίας καὶ θαυματουργίας, ἅσπερ τερατουργῶν ἐδείκνυτο· καὶ ἓν ἐπ’ ἀμφοτέροις ἐστὶ τὸ τῆς τιμῆς αἴτιον, ἡ τοῦ Χριστοῦ κένωσις.

ζʹ. Οἱ δέ γε φαῦλοι καὶ τῶν φαύλων ἐργάται, ὑπ’ ἀναισχύντου γνώμης καταιτιῶνται ἡμᾶς, τῇ ἁπλῇ πίστει καὶ τῇ παραδόσει τῆς καθολικῆς Ἐκκλησίας τῇ ἀγράφῳ ἐπιστηριζομένους· ἀλλὰ ῥητέον αὐτοῖς, ὅτι μάλιστα μὲν ἡ ἄγραφος παράδοσις τὸ ἰσχυρότατον πάντων κέκτηται, καὶ οἷον κρηπίς τις καὶ ἕδρα τῶν ἐν τῇ χρήσει τοῦ βίου ἐστίν, ἥτις ἐπὶ πλεῖστον διαρκέσασα πεποιωμένον ἔθος καθίσταται· τὸ δὲ ἔθος χρόνῳ μακρῷ βεβαιωθέν, φύσεως ἰσχὺν λαμβάνει· φύσεως δὲ τί ἂν εἴη ἰσχυρότερον; Εἰ δὲ δεῖ περιεργότερον τούτου διαλαβεῖν εἵνεκεν, ὁρῶμεν ὅτι καὶ τὸ Εὐαγγέλιον αὐτὸ ἀγράφως τὸ ἐξ ἀρχῆς παραδέδοται.

Ὁ γὰρ Κύριος καὶ Θεὸς ἡμῶν ἐπὶ τὸ σωτήριον προελθὼν κήρυγμα, οὐκ ἐν γράμμασι τοὺς θείους ἐκείνους καὶ θαυμαστοὺς νόμους ἐξέθετο, ὡς ἴσμεν ἅπαντες, οὐδὲ ἐν χάρτῃ καὶ μέλανι τὴν ὑψηλὴν οὕτω καὶ σωτήριον διδασκαλίαν ἐνέγραψεν, οὐ πλαξὶ λιθίναις ἐτύπωσε, καθάπερ τὸ παλαιὸν ὁ κατὰ Μωσέα νόμος διεκεχάρακτο, ἀλλὰ ψυχαῖς ταῦτα ἐναπέθετο, ἐν πνεύματι κεχαραγμένα καὶ σεσημασμένα, οὐ γράμματι. Τοῦτο καὶ διὰ προφητῶν ἁγίων πάλαι προαναπεφώνητο· Διδοὺς γάρ, φησί, νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Ἃ δὴ ὑπ’ αὐτῆς τῆς ἀληθείας Χριστοῦ περαινόμενα ἔγνωμεν, χρόνοις δέ τισιν ὕστερον καὶ γραφῇ χαραττόμενα· μάρτυς ὁ θεῖος Λουκᾶς ἀπαράγραπτος, ἂν ἄρα δέχωνται τὴν παράδοσιν οἷα θεμέλιον τοῦ κατ’ αὐτὸν ἱεροῦ Εὐαγγελίου προκαταβαλόμενος, δι’ ὧν συγγράφων φάσκει·

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Ταῦτα μὲν ὁ εὐαγγελιστής· ἔστι δὲ ἰδεῖν κἀν ταῖς ἱεραῖς συνάξεσι, κατὰ τὴν θείαν λειτουργίαν, ἢ καὶ ἐν ἄλλοις καιροῖς ἐπιτελούμενα, οὐκ ὀλίγα ἡμῖν ἀγράφως παραδεδομένα καὶ κρατούμενα, καὶ αὐτῶν τῶν θείων ᾀσμάτων τὰ πλεῖστα. Ἐπεὶ πόθεν τῶν ἱερῶν ἡ προσκύνησις, αὐτῶν τε τῶν ζωοποιῶν ξύλων; τὸ σωτήριον Πάσχα πόθεν συμφώνως κατὰ τὴν ἡμέραν τὴν αὐτὴν παρὰ πᾶσι Χριστιανοῖς ἑορτάζεται, καίτοι ἐν τοῖς χρόνοις τῶν ἀρχαιοτέρων οὐχ ὡσαύτως τελούμενον; Τὸ ἱερὸν τῆς πίστεως σύμβολον ὁμοφώνως ὁμολογεῖσθαι ἑκάστοτε, ποία γραφὴ παραδέδωκεν, εἰ μὴ ἀγράφως προενήνεκται; Τί δ’ ἂν εἴποι τις περὶ ἁγνισμῶν καὶ νηστειῶν, καὶ ὅσα προεόρτια καὶ μεθέορτα, καὶ ἐν αὐταῖς δεικνύμενα πανηγύρεσι, τοῦ τε τρόπου τῶν θείων μυστηρίων, καὶ τούτων τῆς μεταλήψεως, καὶ σωτηρίου βαπτίσματος, καί τινων ἄλλων ὅσα ὁ τῆς ἱερᾶς εὐταξίας ἐκδεικνύει διάκοσμος;

Ἐῶμεν λέγειν τὰ νῦν περί τε λιτῶν καὶ προόδων ἔν τε καθωρισμένοις τόποις, ἢ καὶ ἄλλως γινομένων, ἃ δὴ ἐκ τῆς ἀγράφου καὶ ἄνωθεν μέχρις ἡμῶν κατιόντα συνήθους παρειλήφαμεν παραδόσεως, καὶ πάντα τιμῶμεν καὶ περιέπομεν, καὶ ἀσπαζόμεθα καὶ κατέχομεν οὐδὲν ἕλαττον, ἢ τὰ ἐν γραφαῖς ἡμῖν νομοθετούμενα, ὧν ἀμφοτέρων τὸ ἀσφαλὲς παρὰ τῆς ἀποστολικῆς διδασκαλίας ἡμῖν περιγέγονεν.

ηʹ. Ὁρῶμεν δὲ καὶ ἐν γράμμασι νόμους κειμένους, παρορωμένους δὲ τῷ τὴν παράδοσιν καὶ τὰ ἕθη ἑτέρως ἔχοντα ἐπικρατεῖν. Πάντα γὰρ ἔθος ἐστὶ τὸ βεβαιοῦν, ἐπεὶ καὶ τὸ ἔργον λόγου ἐπικρατέστερον. Τί γάρ ἐστι νόμος, ἢ ἔγγραφον ἔθος; ὡς αὗ πάλιν ἔθος ἄγραφος νόμος· τοῦτο δ’ ἂν ῥᾳδίως τις καὶ ἐπὶ τῶν θύραθεν ἴδοι· καὶ γὰρ καὶ γραμματικῶν παῖδες, εἴ που συμβαίη τοῦ κατάρχοντος κανόνος λέξιν τινὰ κατὰ γραφὴν παρατραπῆναι, ἑτέρως δὲ τῷ ἔθει κατακρατήσασαν γράφεσθαι, τὴν παράδοσιν ἂν αἰτιάσοιντο, οἷα κανόνα κανόνος προάγοντες. Τί οὖν ἀποφανοῦνται πρὸς τὸν εἰρηκότα, ὅτι Ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν;

Πῶς δὲ οὐκ ἂν διαπτύσειαν, τῶν μαθητευομένων εἰς τὸ Εὐαγγέλιον τοῖς μὲν γράφοντα, Κορίνθιοι δὲ οὗτοι, Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε· καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε· Θεσσαλονικεῦσι δέ, Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Ἀναπτύξειε δ’ ἂν ταῦτα διαφανέστερον, ὁ τῆς βασιλίδος ἱερομύστης, καὶ τῆς οἰκουμένης φωστὴρ φαεινότατος, Ἰωάννης δ’ οὗτός ἐστιν ὁ μέγας· τί λέγων;

Ὅτι οὐ πάντα δι’ ἐπιστολῆς παρεδίδοσαν οἱ ἀπόστολοι, ἀλλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα· ὥστε καὶ τὴν παράδοσιν, φησί, τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγούμεθα. Παράδοσίς ἐστι; μηδὲν πλέον ζήτει. Τούτοις ὅμοια καὶ ὁ θεῖος Βασίλειος τῷ ἱερῷ Ἀμφιλοχίῳ ἐπιστέλλει, ἐν οἷς φησι· «Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα· ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν· καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὔκουν ὅστις κἂν γοῦν μικρὸν θεσμῶν Ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν, ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν, παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον· μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιιστάντες τὸ κήρυγμα, καὶ ὁποῖα ταῦτα ὁ ἐντυγχάνων σαφῶς εἴσεται.» Ὡσαύτως καὶ ὁ θεῖος Ἐπιφάνιος, ἐν οἷς περὶ τῶν προσφερομένων ὑπὲρ τῶν κεκοιμημένων διαλέγεται, φησίν, ὅτι «Ἀναγκαίως ἡ Ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων· τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν, ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα·

Ἄκουε, υἱέ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ Πατήρ, τουτέστιν ὁ Θεός, ὁ Μονογενής, καὶ τὸ ἅγιον Πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ Ἐκκλησία εἶχε θεσμοὺς ἐν ἑαυτῇ κειμένους μὴ δυναμένους καταλυθῆναι·» θʹ. Ταῦτα δὴ τῶν ἱερῶν διδασκάλων τὰ λόγια· ὧν τί ἂν εἴη σαφέστερον, ἢ πρὸς εὐσέβειαν εὐπειθέστερον;