Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η τιμή και απεικόνιση της Θεοτόκου, των αγίων και των αγγέλων

Αναίρεση της εικονομαχικής πολεμικής κατά των αγίων και της απαγόρευσης των ιερών λειψάνων, με ειδική αναφορά στην απεικονισιμότητα των αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 15

Ἔτι οὖν περὶ τῶν αὐτῶν πολλὰ βατταρίσας καὶ φλυαρήσας, ἅπερ ὡς λυσσώντων καὶ μαινομένων καὶ βακχευόντων ἀσήμους καὶ ἀνάρθρους φωνὰς περιιδόντες μυσαττόμεθα, ἐπεὶ τῶν εὐσεβούντων καὶ σωφρονούντων τὰς ἀκοὰς καταχραίνουσι, καὶ τῶν λεγόντων τὴν γλῶσσαν καταμολύνουσιν, αἰσχρότητος καὶ ὕθλου καταγέμουσαι, πρὸς τὸ τέλος τοῦ συντάγματος συμπεραίνων τὸν λόγον, τοιάδε τινὰ διέξεισι. Πρῶτον μὲν κατακρίσει περιδεσμῶν, μηδένα ὧν νῦν ὁ λόγος αὐτῷ γεγένηται, ὑπόληψιν ἐσχηκέναι ὡς ἠλλοτρίωται τοῦ Χριστοῦ. Κἀκεῖθεν μαίνεσθαι κατὰ τῆς εἰκόνος αὐτοῦ, ἐν οἷς ἀπολογίαν προτείνει, ὅθεν αὐτῷ τοῦτο προστέτριπται. Λέγει γὰρ ὅτι ἐξ οὗ αὐτῷ οἱ πρὸς γένους καὶ οἰκεῖοι ἐπαναστάντες ἐνεωτέρισαν, καὶ μὴν καὶ πρὸ τοῦδε, ὁ μῶμος οὗτος περὶ αὐτοῦ εἰς τοὺς πολλοὺς διαπεφοίτηκεν· ὃς ἐδήλου αὐτοῦ τὴν ἐκ Θεοῦ ἀλλοτρίωσιν, καὶ οὕτως αὐτὸν παρὰ τοῖς πλείοσι κρίνεσθαι.

Εἶτα ὅρκοις ὡς φοβεροῖς καὶ πλείστοις, ὡς εἰώθει ἀπεναντίας τῶν εὐαγγελικῶν ἔρχεσθαι προσταγμάτων, πείθειν ἐσπούδαζεν, ἢ ἀληθέστερον εἰπεῖν, καταχλευάζειν τῇ ὁρκαπάτῃ, μήτε ἐν λόγῳ, μήτε ἐν πράξει γενέσθαι τοιοῦτον, καὶ τὴν περὶ τοῦ δόγματος αὐτοῦ ψῆφον καὶ κρίσιν τοῖς παροῦσιν ἐπισκόποις ἀναθείς, ὡς δέξεται τὰ παρ’ αὐτοῖς δεδογμένα, μικρὸν ὑποβάς, καὶ πάλιν συνήθως ἐκ τῶν πεπλασμένων λόγων εἰς ἑαυτὸν ἐπανελθών, οἷα κριτὴς ὁ αὐτὸς καὶ διδάσκαλος ἀποφαίνεται. δʹ. «Ὡς ἐὰν εἰς τοῦτο τὸ ἓν εἰκόνισμα πληροφορήσωμεν ὑμᾶς ὅτι καλῶς λέγομεν, τότε καὶ περὶ τῶν ἄλλων εἰκόνων σκοποὺς προαγαγεῖν ἔχομεν ἐνώπιον ὑμῶν, καὶ ὡς κρίνετε καὶ περὶ ἐκείνων. Τῇ γὰρ κρίσει ὑμῶν ἔχομεν ἀσμενίσαι, ὅτε μέλλετε καὶ μετὰ τῶν ἄλλων ἐπισκόπων συμφωνεῖν, καὶ ἐξ εὐλόγων προφάσεων μαρτυρίας παριστᾷν.» Τοιαῦτα μὲν τὰ ἐκείνου, ὧν τινα καὶ αὐταῖς λέξεσι παρεθέμεθα, ἵνα καὶ ἡ ἐκ Θεοῦ ἀλλοτρίωσις αὐτοῦ δειχθῇ, καὶ τῶν ὀμωμοσμένων καὶ παραβεβασμένον [παραβεβασμένων] τὸ ψεῦδος ἐλεγχθῇ, ἥ τε ὑπόκρισις, καὶ ὁ δόλος, καὶ ὁ πρὸς τοὺς ἀγνοοῦντας φαινακισμός, κατάδηλος γένηται. Τί δὲ δὴ τοῦτό ἐστιν, ὅτι καὶ λέγειν περί γε τῶν ἄλλων εἰκόνων βούλοιτο; καὶ ὁποῖοι δή, οὓς προάγειν ἐθέλοι σκοπούς;

Ὅτι μὲν εἶναι πολλὴν τερατολογίαν καὶ φλυαρίαν κατὰ τῆς τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως ἐξυφάνας, ἐπὶ τὴν παροινίαν τὴν εἰς τὰ τῶν ἁγίων ἱερὰ ὑπομνήματα παρώρμηται δυσσεβῶς, παντί τῳ σαφές· καὶ πρὸ τούτων γε, ἐπὶ τὰ τῆς πρωτίστης τῶν ἁγίων, καὶ πάντων τῶν ἐν τῇ κτίσει τελούντων ὑπερτάτης τῆς παναγίας Δεσποίνης ἡμῶν Θεομήτορος, ἵνα καὶ αὐτὴν τῷ τεχθέντι συγκαθυβρίσῃ.

Τίνες δὲ οἱ σκοποὶ τῆς θεοστυγοῦς καὶ ἀθέου ψυχῆς ἐκείνης, εἰδέναι καλόν· μὴ γὰρ δὴ κἀνταῦθα τὸ ἄγραπτον καὶ ἀπερίγραπτον προάγεσθαι ἔδοξεν, ἢ τὸ διπλοῦν τοὺς ἁγίους, ἐκ θεότητος ὑποστὰν καὶ ἀνθρωπότητος; Ἢ τάχα που ἐννενόηκεν, ὅπερ οἱ χρῶντες καὶ ἄγοντες ἐμπνεύσειαν, ὡς δὴ καὶ τῶν ἁγίων ἑκάστου διπλῆ τις ἡ ὑπόστασις, ἐκ ψυχῆς καὶ σώματος οὖσα ἐτύγχανε; καὶ εἴποτε γραφήσονται, καὶ ἡ ψυχὴ συγγραφήσεται καὶ συνεικονισθήσεται ἐξ ἀνάγκης· ἢ διεστήξει τοῦ σώματος ἡ πάλαι ἀπηλλαγμένη τοῦ σώματος. Καὶ οἷς ληρῳδήμασι καὶ πλάσμασι περὶ τῆς κατὰ Χριστὸν ὑποστάσεως ἐχρήσατο, καὶ ἐπὶ τῶν ἁγίων κενολογήσει. Ἀλλ’ ὅσον ἐξ ὧν ἔλεξέ τε καὶ ἔδρασεν ἐπαισθέσθαι, τοὺς σκοποὺς ἐκείνους διαγινώσκεσθαι οὐ δυσχερές.

Ἐπειδὴ γὰρ οὐδέν ἐστι φαῦλον καὶ δυσσεβὲς ὃ μὴ κατὰ τῆς θείας δόξης καὶ τῶν ἁγίων μεμελέτηκε, καὶ οὐδέν, ἀνοσιουργὸν καὶ ἀτοπώτατον ὃ μὴ ἐν τούτοις κατεπράξατο, οὐδὲν ἀκαταιτίατον καὶ ἀδιάβλητον ἐπὶ τῶν τῆς πίστεως ἡμῶν τῆς ἀπλανοῦς καταλέλοιπε, διὰ τοῦτο πρῶτον μὲν ἀποκηρύξαι τολμᾷ τὴν Θεοτόκος φωνὴν καὶ πάμπαν ἐκ τῆς τῶν Χριστιανῶν γλώσσης περιελεῖν. Καὶ γὰρ ἤχθετο λίαν καὶ ἠγανάκτει ἐπὶ τῇ τοῦ ὀνόματος ἐπικλήσει, ὅπερ ἦν Χριστιανοῖς σύνηθες, ἐφ’ ᾧ καὶ Ἰουδαίους ὁρῶμεν ἀεὶ δυσχεραίνοντας. Ἔπειτα παραχαράσσει καὶ παραποιεῖται ὅσα ἐπὶ τῷ ὀνόματι αὐτῆς ἐπεκέκλητο, καὶ ἐν λιταῖς πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς καὶ δεήσεσιν ἐν ᾄσμασιν ἀεὶ ἀνεφώνουν ὑπὲρ τῆς τοῦ κοινοῦ παντὸς σωτηρίας οἱ δεόμενοι. Ἐπεὶ ὁμολογοῦμέν τε καὶ κηρύσσομεν, μεσιτείαν αὐτὴν καὶ προστασίαν ἀσφαλῆ πρὸς αὐτὸν κεκτῆσθαι, δι’ ἣν μητρικὴν παῤῥησίαν ἔχει. Καὶ τέλεον τὰς πρεσβείας αὐτῆς ἀπαναίνεται, ἐξ ὧν τοῖς δεχομένοις αἰκία οὐ μικρὰ ἢ δίκη ἐπήρτητο. Καὶ τί χρὴ τὰ καθέκαστον λέγειν, μηδὲ μνήμην ὁπωσοῦν τοῦ ὀνόματος ἐγγίνεσθαι πώποτε; Περὶ γὰρ τῶν ἄλλων ἁγίων τί δεῖ μακρότερον διεξιέναι τὰ νῦν; Οὐ γὰρ λόγοις ἀνιέροις ἐκφαυλίζειν καὶ ἀποσκώπτειν ὡς αἴσχιστα ἀποχρῆν ἡγήσατο μόνον, αὐτὰ δὲ τὰ ἱερὰ καὶ σεβάσμια τούτων λείψανα, πυρὸς δαπάνην πεποίηκε καὶ ἀνάλωμα.

εʹ. Ἐπεὶ δὲ ἅπαξ Χριστῷ καὶ Χριστιανοῖς ἅπασι πολέμιος γέγονε, τῶν τε θείων νόμων ὑπερόπτης καὶ τῶν ἱερῶν κανόνων ἀντίθετος, ὅσοι τε ἀποστόλοις καὶ ὁσίοις Πατράσιν ἐκτέθεινται, τεθέσπικε μὴ δεῖν κατὰ τὰς ἑδραιώσεις τῶν θείων τραπεζῶν τοῦ σεβασμίου θυσιαστηρίου, ταῦτα κατὰ τὸ νενομισμένον Χριστιανοῖς ἐναποτίθεσθαι. Καὶ γὰρ τοῖς σέβουσι καὶ περιέπουσιν, ὡς ἐξῆν, φιλοθέοις καὶ φιλομάρτυσι, περὶ τῶν ἐσχάτων ὑπῆρχεν ὁ κίνδυνος· ὥστε καὶ οἱ κατὰ τὸν χρόνον τὸν ἐκείνου δομούμενοι ναοί, λειψάνων ἄνευ ἁγίων καθιεροῦσθαι ἔδοξαν· ἀντετίθεσαν γὰρ τῶν παρ’ αὐτῶν τελουμένων μυστηρίων λείψανα, ἄξια ὡς ἀληθῶς τῶν οἰκείων δογμάτων καὶ τελετῶν πράσσοντες· οὐ γὰρ θεμιτὸν τῇ ἀποστολικῇ παραδόσει τοῦτο. Πῶς γὰρ τιμᾷν ἔμελλεν, ὅς γε καὶ τοὺς ἐπωνύμους αὐτῶν ἱεροὺς οἴκους, αὐθαδείᾳ καὶ θρασύτητι χρώμενος, ἀθεεὶ διώρυξέ τε καὶ περιέτρεψεν, οὒς πίστει καὶ σεβάσματι, τὸ ἀνέκαθεν Χριστιανοὶ ἀνεστήσαντο; Καὶ τούτους μάλιστα ἔνθα τὰ ἱερὰ αὐτῶν ἐντετύπωτο ἀποσεβάσματα, καὶ τὰ σεβάσμια ἐναπέκειτο λείψανα. Καὶ ἔργον ἦν αὐτῷ καὶ ἀγώνισμα, μηδὲ τῶν ὀνομάτων αὐτῶν μνήμην εἰς τὸ ἑξῆς τοῖς ἀνθρώποις ὑπολελεῖφθαι.

ϛʹ. Ἀλλ’ ἄξιον καὶ πρόσφορον ἐν τῷ παρόντι εἰπεῖν, καὶ οἰκεῖον τῆς τῶν ἁγίων τελειότητος, ὅτι ὡς Θεοῦ θεράποντες, καὶ κατὰ τὸν τῇδε βίον τὸν σταυρὸν ἀράμενοι, Χριστῷ ἠκολούθησαν καὶ συνεσταυρώθησαν, καὶ τοῦ ζωοποιοῦ αὐτοῦ πάθους καὶ τοῦ σωτηρίου θανάτου, μιμηταὶ καὶ ὀπαδοὶ γεγόνασι· διὸ καὶ εἰς τὸν αἰῶνα συμβασιλεύουσιν αὐτῷ· οὐδὲν δὲ ἦττον καὶ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, Χριστῷ συνδιώκονται καὶ συμπάσχουσιν. Ὅπερ γὰρ πρότερον τοῖς ἀρχετύποις συνέβαινε, τοῦτο καὶ νῦν ὡσαύτως περὶ τὰ ἱερὰ ὁμοιώματα διαδείκνυται, καὶ διπλοῖς τοῖς ἄθλοις ἐπὶ διπλοῖς τοῖς διωγμοῖς καὶ ταῖς ὕβρεσι παρὰ τοῦ στεφοδότου Χριστοῦ καταστέφονται· καὶ ζῶσι τῷ Θεῷ πάντοτε καὶ εἰσὶν ἐν εἰρήνῃ, κἂν ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι τοῦ ἄφρονος.

Ὅδε γὰρ ἀνομήσας ἀπῆλθε διακενῆς, ἀξίους τῶν πόνων τρυγῶν τοὺς καρπούς, γέενναν καὶ τὸ ἡτοιμασμένον αὐτῷ πῦρ, τοῖς ἄγουσιν ἅμα, κληρονομίαν ἀπενεγκάμενος. Ὁ μετὰ τοὺς ἀποστάτας ἀποστάτης, καὶ μετὰ τοὺς διώκτας πικρὸς διώκτης καὶ χαλεπώτατος, ᾧ οὐκ ἐξήρκεσε κατὰ τῶν ἐν τῷ βίῳ ἔτι περιόντων καὶ κατὰ Θεὸν ζῇν εὐσεβῶς αἱρουμένων ἐπαφεῖναι τοὺς θυμοὺς καὶ τὰς μήνιδας, καὶ τιμωρεῖσθαι ὡς ἀδικώτατα· ἀλλ’ ἤδη καὶ τῶν προωδευκότων, καὶ πολλοῖς ἀνδραγαθήμασι καὶ ἀγωνίσμασιν ἐμπρεψάντων, καὶ τῷ μαρτυρικῷ τέλει τὴν ζωὴν παραμειψάντων, ὡς οἷόν τε ἦν αὐτῷ, τὸ δυσκλεὲς καταχέειν καὶ ἄδοξον. Τοιαῦτα ἦν αὐτῷ τὰ κατὰ τῶν ἁγίων νεανιεύματα, τοιαῦτα καὶ τὰ κατὰ τῶν ὁσίων ἀνοσιουργήματα, ταύτην τῆς εἰς τὸν βίον εὐημερίας τὴν εἰς Θεὸν καὶ τοὺς ἁγίους ὕβριν, ἀντίδοσιν ἡγησαμένῳ.

Παρίημι λέγειν τὰ νῦν ὅσα καὶ οἷα τοῦ εὐαγγελικοῦ κηρύγματος κατεφλυάρησε, καὶ πᾶσαν εὐαγγελικὴν πολιτείαν διέπτυσε, καὶ πρὸς τὸ οἰκεῖον ἐμπαθὲς καὶ μοχθηρὸν θέλημα τὸν τῶν ἀνθρώπων βίον μεταῤῥυθμίζειν ἐσπούδαζε· τοιοῦτοί εἰσιν οἱ σκοποί, ὡς ἐν βραχεῖ παραστῆσαι, οὓς προάγειν ὑπέσχετο, τά τε διανοήματα καὶ βουλεύματα, ἃ κατὰ τῆς ἀπλανοῦς ἡμῶν πίστεως καὶ ἀγγελομιμήτου τῶν Χριστιανῶν πολιτείας Χριστομαχῶν ἐτέκταινεν. Ἀλλ’ ὁ μὲν κατὰ τῶν ἁγίων πόλεμος τῶν ἐπὶ γῆς ἀπ’ αἰῶνος δοξαζόντων τὸν Κύριον, ἐνταῦθα καταλυέσθω, καὶ οἱ σκοποὶ οὓς προαγαγεῖν ἀσκόπως καὶ ἀθέως ἔδοξε, παρατηρήσεως τῆς ὁπωσοῦν ἄνευ, καὶ τοὺς θείους αὐτῶν οἴκους, καὶ τὰς ἱερὰς αὐτῶν μνήμας καθυβρίσας, τέλος ἐχέτωσαν. Οὗτος δὲ ὡς μικρὰ κατορθωκὼς τῶν σκοπουμένων, καὶ μεγάλα ζημιωσόμενος, εἰ μέχρι τούτου σταίη, ἐχαλέπαινεν, εὖ οἶδα, εἰ μὴ καὶ τοῖς λειπομένοις ἐπέλθοι.

ζʹ. Τί γὰρ ἔφησε περὶ τῶν κατ’ οὐρανοὺς ἁγίων καὶ ὑπερκοσμίων δυνάμεων; Τίνες καὶ ὁποῖοι αὐτῷ οἱ σκοποὶ οὓς προάγειν ἐβούλετο, δι’ ὧν καὶ τὴν τούτοις ἐξεργάσαιτο παρανομίαν; ποίους φληνάφους καὶ τερατολογίας ἐξευρεῖν πρὸς δυσφημίαν αὐτῶν ἐκμηχανώμενος; Ἐπεὶ αὐτῷ καιρὸς ἀνεῖτο διασκώπτειν καὶ περαίνειν, τὸ ἀπερίγραπτον ἐπιγράψαι τοῖς ἀγγέλοις προήγαγε· δῆλον παντὶ ὃ δὴ φίλον αὐτῷ καὶ σύνηθες, καὶ τῇ δόξῃ τῇ δυσσεβεῖ συναιρόμενον.

Ἀπεριγράπτους γὰρ ἄν τις αὐτοὺς φαίη, ἀλλ’ οὐ πάντη· τῷ ἦρχθαι γὰρ περιγράφονται, ἐπείπερ καὶ αὐτοὶ τοῦ εἶναι ἤρξαντο. Ὃ δὲ τοῦ εἶναι ὁπωσοῦν ἤρξατο, περιγραφῆς οὐ πάμπαν ἐλεύθερον· καὶ κτίσματά γε ὄντες, ὑπὸ τοῦ Κτίσαντος ὁρίζονται.

Ἀλλὰ μὴν καὶ καταλήψει περιγράφονται. Καθὸ γὰρ νόες εἰσί, κοινωνοῦσιν ἀλλήλοις περὶ τὰ νοήματα, καὶ τὴν φύσιν ἐπὶ ποσὸν ἀλλήλων ἴσασιν· ἓν γὰρ εἶδος περιγραφῆς καὶ ἡ κατάληψις. Νόες δὲ ὄντες, καὶ ἐν τόποις νοητοῖς εἰσιν· οὐ μήν γε σωματικῶς ἢ αἰσθητῶς ὁρίζονται. Σώματος γὰρ οὐκ ὄντος, καὶ διὰ τοῦτο οὐδὲ σχήματος οὐδὲ ὄγκου οὔτε τύπου σωματικοῦ, εἰκότως οὐδὲ ἐν τόπῳ αἰσθητῷ περισχεθήσονται. Ἀλλ’ οὐ περὶ τούτου νῦν ἡμῖν τὸ προκείμενον. Οὐ γὰρ εἰ περιγράφονται, ἢ μή, τὸ σκοπούμενον, ἀλλ’ εἰ γράφονται καὶ εἰκονίζονται.

Δέον γὰρ ἐνταῦθα τὰς κυρίας τουτωνὶ τῶν φωνῶν μεταχειρίσασθαι· ὅσως γὰρ διαφέρει τῆς ἑτέρας ἑκατέρα, βραχεῖ ὕστερον εἰρήσεται. ηʹ. Καὶ τούτῳ μὲν ὁ λόγος ἐν σχήματι καὶ ὑποκρίσει προήγετο, πλαττομένῳ ὡς ἂν δόξειε τοῖς πολλοῖς ἀξιόλογόν τι περὶ τῶν προκειμένων αὐτῷ θεωρεῖν. Ταῖς ἀληθείαις δὲ τῇ ἐξουσίᾳ καταχρώμενος ἐπέτρεπε, δι’ ἧς τὸ πᾶν τῶν δοκούντων κατώρθωτο.

Ἡμῖν δὲ τοῖς τοῦ λόγου τῆς ἀληθείας προεστηκόσι, καὶ τὸν περὶ τούτων λόγον ποιουμένοις, ὅτι καὶ γράφονται καὶ εἰκονίζονται οἱ ἅγιοι ἄγγελοι, ὡς ἐν βραχεῖ τὸ πᾶν εἰσενεχθήσεται. Πρῶτον μὲν γὰρ αὐτὰ μαρτυρεῖ τὰ πράγματα, ἅπερ διὰ τῶν ὁρωμένων ἡμῖν καὶ ὑπ’ ὄψιν κειμένων ἀσφαλῶς βεβαιοῦται.

Πανταχοῦ γὰρ γῆς κατὰ τοὺς ἱεροὺς ναοὺς αἱ ἱστορίαι πλήθουσι τὰ τῶν ἀσωμάτων δυνάμεων ἱερὰ ἀπεικάσματα, καὶ τῆς καθολικῆς Ἐκκλησίας δι’ ἧς τὸ κράτος ἀρχῆθεν κέκτηται ἡ παράδοσις· ὧν ἀπόδειξιν ζητεῖν, πάσης ἐπέκεινα ἠλιθιότητος καὶ ματαιότητος. Ἔπειτα δὲ καὶ ἡ τῶν θεοπαραδότων λογίων σαφῶς ἡμᾶς ἐκπαιδεύει διδασκαλία. Καὶ ἵνα ἀπ’ αὐτῆς τῆς πρωτίστης καὶ ὡς ἐγγυτάτω Θεοῦ καὶ τὰ πρῶτα ἐκεῖθεν ἐλλαμπομένης ἀρξώμεθα, ἴδωμεν τί τῶν περὶ τὴν κιβωτὸν ἕνεκεν τάξεως, τῆς ἐν νόμῳ σκηνῆς, φησὶ Παῦλος· Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον.

Χερουβὶμ δὲ δόξης, τὰ δεδοξασμένα, τὰ ἔνδοξα καὶ ὑποκάτω τοῦ Θεοῦ, ὡς ἄριστα τοῖς μυσταγωγοῖς τῆς Ἐκκλησίας δοκεῖ· σημαίνειν δὲ τοὔνομα, πλῆθος γνώσεως καὶ χύσιν σοφίας ἡ Ἑβραίων οἶδε φωνή. Τίνα δὲ ταῦτα, εἰ ὦτα εἶχε τοῦ ἀκούειν, ἤκουσεν ἂν καὶ ἐπέγνω σαφῶς, ὅτι οὐκ αὐτοὺς τοὺς θειοτάτους καὶ ὑπερτάτους Χερουβὶμ ὁ λόγος παρίστησιν, οἵ γε ἀσώματοί τέ εἰσι καὶ ἀνείδεοι καὶ ἀσχημάτιστοι, νοεροί τε καὶ λογικοὶ τυγχάνουσιν· ἀλλὰ κατ’ αὐτοὺς ἱερὰ ἀπεικονίσματα, ἅπερ ἐξ ὕλης τῆς καθαρωτάτης καὶ λαμπροτάτης διεσκεύαστο, τὰ χρυσήλατα, τὰ χρυσοτόρευτα, τὰ χερσὶν ἀνθρωπείαις Θεοῦ προστάττοντος διησκημένα, τὰ ἄψυχα, τὰ ἀκίνητα, τὰ ἀναίσθητα, ὁμωνύμως ἐκείνοις προσαγορευόμενα, τῆς τε προσηγορίας μετασχόντα, καὶ δόξης ἠξιωμένα καὶ χάριτος.

Τί οὖν ἐχρῆν; Πείθεσθαι τούτοις, ἢ διαγράφειν Παῦλον ταῦτα διαλεγόμενον; Ἡδὺ τοῦτο αὐτῷ καὶ χαρίεν μακρὰν τῆς ἀποστολικῆς διδασκαλίας ἀποίχεσθαι, καὶ ταύτῃ γοῦν οὐ κἂν Χριστιανὸν χρηματίσαι· εἰ δὲ οὐδὲ Μωϋσῇ ἕπεσθαι τῷ ταῦτα κελευσθέντι τεκτήνασθαι, οὐδὲ Ἑβραῖον ὑπάρξαι, καὶ εἰ δεῖ τὸ τούτων εἰπεῖν ἀπηχέστερον, οὐδὲ αὐτὸν δέξασθαι Θεὸν ταῦτα προστάξαντα. Τί γάρ φησιν ὁ χρηματίζων Θεὸς τῷ οἰκείῳ θεράποντι· Ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι· καὶ ἐκεῖθεν γνωσθήσομαί σοι, τῶν Χερουβὶμ λέγων. Ἆρα οὖν οὐ τίμια δοκεῖ καὶ σεβάσμια εἶναι, ὅθεν Θεὸς ἀνθρώποις γινώσκεται; πᾶς τις τῶν τὰ θεῖα σεβόντων συμφήσειεν.

Ὁ τούτων δ’ ὑβριστὴς ποῦ ποτε κληρωθήσεται, καὶ τίσι συντετάξεται, ῥᾴδιον συνιδεῖν τῷ βουλομένῳ παντί, μετὰ τῆς Ἑλλήνων ἀθεότητος, μετὰ τῆς Μανιχαίων ἀνοσιότητος· ὧν τὴν δόξαν καὶ τὴν διδασκαλίαν ἐζηλωκώς, ἐπὶ τοσοῦτον μανίας καὶ ἀθεΐας ἐξώλισθεν, ὡς ἄρα ἐξεῖναι αὐτῷ καὶ ἕτερα πολλὰ τῆς θεοπνεύστου Γραφῆς ὡσαύτως ἐκείνοις καὶ κακίζειν καὶ διαγράφειν, ἀλογώτατά τε καὶ δυσσεβέστατα· ἐπεὶ οὖν τὰς τοῦ Πνεύματος φωνὰς ἐξομνύμενος, ὡς ποῤῥωτάτω τῆς Χριστιανῶν αὐλῆς διεσκήνωται, φέρε τὰς ἡμετέρας ὑπολήψεις, ἃς δὴ περὶ αὐτῶν οἱ περιβόλων εἴσω τῆς εὐσεβείας ἱστάμενοι ἔχομεν, καθὰ οἱ τοῦ Πνεύματος ὑποφῆται πάντες ἐμυσταγώγησαν, καὶ ὁ τῆς καθολικῆς Ἐκκλησίας οἶδε σκοπός, ὡς ἐν ὀλίγῳ εἰπεῖν παραστήσωμεν.

θʹ. Φαμὲν τοίνυν, ὡς αἱ πανάγιαι αὗται δυνάμεις, ὅπως μὲν ἔχουσι φύσεως καὶ ὑπάρξεως, παρ’ ἡμῖν ἠγνοημένον πώς ἐστι καὶ δυσεπιχείρητον· καὶ εἴρηταί γε ἡμῖν ἐν ἑτέροις πλατύτερον, τοῖς τῶν ἱερῶν διδασκάλων ἑπομένοις διδάγμασιν. Ἁπλαῖ τε γὰρ οὖσαι παντελῶς καὶ ἀσύνθετοι, καὶ ἀπερίγραπτοι τόπῳ διὰ τὸ ἀσώματον, ὅμως γράφονται καὶ εἰκονίζονται.

Καὶ προηγουμένως γε τοῦτο ἴσμεν, διὰ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ ὁ ἱεροφάντης ἡμῖν Μωϋσῆς τῆς τῶν Χερουβὶμ ποιήσεως ἕνεκεν παραδέδωκεν. Ἔπειτα ἐπειδὴ λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντα· κληρονομεῖν σωτηρίαν, εὐδόκησεν ὁ πάντων κηδεμὼν καὶ Δεσπότης Θεός, ὁ πάντα φιλανθρώπως οἰακίζων καὶ πρυτανεύων τὰ ἡμέτερα, ἀναλόγως τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, διὰ τῆς συντρόφου καὶ συνήθους αἰσθήσεως, τὰς τῶν μακαρίων δυνάμεων ἐπιστασίας γίνεσθαι· ἐξ ὧν ἡμῖν, τὸ κοινωνικὸν ἔχουσαι, τὰ θεῖα δῶρα καὶ τὰς εὐεργεσίας τῶν οἰκονομουμένων καὶ προμηθουμένων διαπορθμεύουσι.

Πολλαὶ γοῦν τοῖς τοῦ Θεοῦ θεράπουσιν ἀγγελοφάνειαι γεγόνασιν· οὐ τῆς φύσεως αὐτῶν ἐμφανιζομένης, ἀλλ’ εἰς ὅσον ἁγιστείας καὶ καθαρότητος ἧκεν ὁ πρὸς τὴν τοιαύτην θέαν κεκλημένος, ἥ τε τῶν διακονουμένων πραγμάτων ἐκάλει χρεία καὶ ὁ καιρός, οὕτως αἱ μορφαὶ καὶ τὰ σχήματα τῶν ἀμορφώτων καὶ ἀτυπώτων, τοῖς τῆς θέας ἠξιωμένοις καθαροῖς νοὸς ὄμμασι, διετυποῦτό τε διαφόρως καὶ διεφαίνετο.

Τὰ μὲν οὖν κατὰ τὸν πατριάρχην Ἀβραὰμ τελούμενα, κρείττω ἣ κατὰ ἀγγέλους ἦν· καὶ ὁ τῆς καινῆς ἐκείνης καὶ θαυμαστῆς δεξιώσεως τρόπος, καθ’ ἣν τὸ φιλόθεον ὁμοῦ καὶ φιλόξενον τοῦ ἐξενικότος ἀνυμνεῖταί τε καὶ θαυμάζεται, Θεοῦ μᾶλλον ἢ ἀγγέλων παρουσίαν διαδεικνύει. Τὸν δὲ τούτου ἔκγονον Ἰακώβ, ἡνίκα τὴν τοῦ Θεοῦ Λόγου πρὸς ἀνθρώπους μυεῖσθαι συγκατάβασιν ἔμελλεν, ἀγγέλους ἑωρακέναι σαφῶς ἀναγέγραπται, καὶ κλίμακα δή τινα πρὸς οὐρανὸν αὐτὸν ἐκ γῆς ἀφικνουμένην καὶ ἀνατείνουσαν, καὶ τὸν ὑπὲρ αὐτῆς ἐστηριγμένον τῶν ὅλων Κύριον, καὶ τὴν ἐκεῖθεν τῶν ἀνιόντων καὶ κατιόντων πάροδον, δι’ ὧν ἡ καταφοίτησις τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ πρὸς ἡμᾶς, μυστικῶς προετετύπωτο· ὃ δὴ καὶ εἰκόνα Χριστοῦ οἱ τῆς Ἐκκλησίας ἡγεμόνες προδιαγεγράφθαι κηρύσσουσι σαφέστατα.

ιʹ. Ἐῶμεν λέγειν τὸν δι’ ἀγγέλων λόγον μετ’ ἐκεῖνα λαλούμενον, καὶ εἴ τι τούτοις ᾠκονόμηται παραπλήσιον. Οὕτως τῷ τοῦ Ναυῆ παιδί, ἐπεὶ πολέμων ἔμελεν αὐτῷ, καὶ πρὸς τοὺς ἀλλοτρίους ἦν ἡ κατὰ τὴν μάχην παράταξις, ὁ ὀφθεὶς θεῖος ἄγγελος, ἐν ἀνθρωπείῳ τῷ σχήματι ἐπεφαίνετο, ἐοικὼς ὁπλιτεύοντι, καὶ τὴν χεῖρα παραδεικνὺς καθωπλισμένην τὴν μάχαιραν. Διὸ καὶ ὡς ὁπλίτην ὁρῶν, καὶ πρὸς τὸ τῆς θέας ἐξηλλαγμένον ἀμηχανῶν, ὅστις ποτὲ εἴη, πότερον τῶν φυλετῶν ἢ τῶν πολεμίων διεπυνθάνετο· ὁ δὲ εἶναι τῆς δυνάμεως Κυρίου ἑαυτὸν στρατιάρχην ἀπεφαίνετο. Καὶ τῶν θείων προφητῶν ὁ μέν τις καὶ αὐτὸν τῆς δόξης τεθεᾶσθαι Κύριόν φησι, καὶ τὰ Σεραφὶμ κύκλῳ περιιστάμενα.

Ἐπειδὴ γὰρ ἔμελλε πρὸς τὸν ἀπειθῆ ἐκεῖνον λαὸν καὶ σκληροκάρδιον ἀποστέλλεσθαι, τὴν ἀπόῤῥητον ἐκείνην δόξαν περιαυγάζεται, καὶ τῷ ἄνθρακι τὰ χείλη καθαίρεται· ἵνα καθαρῶς τῷ καθαρῷ προσομιλήσῃ· καὶ θείων λόγων ὑπηρέτης γενόμενος, κὰκ τῆς τοιαύτης θέας καὶ δόξης ἐπιρωννύμενος, καὶ πρὸς οὐδὲν τῶν ἄλλων ταύτην παραμετρεῖν δυνάμενος, πάντων τῶν ἀνθρωπείων καταγνούς, θαῤῥαλεώτερον πρὸς τὴν τῶν χρησμῳδουμένων διακονίαν προάγοιτο.

Ὁ δὲ τοὺς τῆς διανοίας κεκαθαρμένος ὀφθαλμούς, ἐπειδὴ τὴν κατὰ τῶν ἡμαρτηκότων θεόκριτον προενηνεγμένην ἑώρα τιμωρίαν, τοὺς ἐπὶ ταύτῃ τεταγμένους καὶ ὑπηρετουμένους, πελέκεις τεθέαται χερσὶ φέροντας, τὸ ἀναιρετικὸν καὶ ὀλοθρευτικὸν καὶ τομὸν τῆς τῶν ὑπευθύνων πληθύος διαγράφοντας.

Ὅσπερ δὴ καὶ ἑωράκει ποδήρη ἐνδεδυκότα, προσταττόμενόν τε διελθεῖν μέσην τὴν πόλιν, καὶ διδόναι τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνοίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν, τῆς θείας δικαιοκρισίας διειργούσης τοὺς ἀνευθύνους τῶν ὑποδίκων.

Καὶ ἄλλῳ ἱππεύς τις ἐμφανίζεται, ἵππῳ πυῤῥῷ ἐποχούμενος· τάχα τὸ ὀξύῤῥοπον καὶ ταχύπορον τῶν ἐνεργουμένων ὡς ἱππότης παραδεικνύς. Τὸ δὲ τοῦ χρωτὸς εἶδος, ᾧ τὸ θυμικὸν ὡς αἱμόχρουν καὶ ὑπέρυθρον καὶ πυρίπνουν τῶν μαχομένων τεκμηριοῦται, τὴν κατά τινων πολεμίων ἐθνῶν ὀργὴν ὑπαινίττεται.

Καὶ αὖθις ῥήματα καλὰ καὶ λόγους παρακλητικοὺς ἤκουε, τὴν θείαν εὐμένειαν καὶ φιλανθρωπίαν προαγορεύοντας, αἷς περὶ τὴν Ἱερουσαλὴμ χρήσεται ὁ τῶν ὅλων Θεός, ἐπὶ τὴν προτέραν εὐδαιμονίαν τε καὶ εὐπάθειαν τοὺς ἠνδραποδισμένους καὶ δοριλήπτους ἐπανάγων, καὶ τὰ κατὰ τὴν πόλιν ὅπως ἕξει οἰκήσεώς τε καὶ εὐετηρίας, ὅτι κατακάρπως οἰκισθήσεται.

Καὶ τἄλλα ὅσα αἱ ὄψεις ἐκεῖναι διετύπουν τῷ βλέποντι. Καὶ ἄλλος ἄλλως, καθὸ τὸ μέτρον τῆς ἀξίας ἐπέβαλλε, καὶ τῶν πραχθησομένων οἱ τύποι συμβολικῶς διεσκευάζοντο, καὶ ᾠκονόμει Θεὸς καὶ ἔκρινε τὰ ἐν τούτοις ἐκκαλυπτόμενα. Τί δ’ ἂν εἴποι τις περί γε τῶν σεμνῶν ἐκείνων γυναικῶν καὶ ἁγίων, τῶν μυροφόρων λέγω; Οὐχὶ ὀπτασίαν ἀγγέλων ἑωράκεσαν, καὶ τούτους λευχειμονοῦντας καὶ τῇ στολῇ ἐναστράπτοντας, ἡνίκα κατὰ τὸν θεῖον τάφον προσήδρευον, ἐν ᾧ τὸ ζωαρχικὸν τῆς θεαρχίας σῶμα ἐτεθησαύριστο; ὧν τὸ φαιδρὸν τῆς στολῆς καὶ κατηγλαϊσμένον, ἐπείπερ σύμβολον ἦν τῆς κοινῆς τοῦ γένους εὐφροσύνης τε καὶ ἀπολυτρώσεως, πρὸ αὐτῶν μονονουχὶ φωνὴν ἠφίει· ὅτιπερ ὁ ταφεὶς ἐξεγήγερται, συνανιστῶν τοὺς πάλαι ταῖς τοῦ θανάτου σειραῖς ἐνισχημένους. Θάνατος γὰρ καταλέλυται, καὶ τὰ δεσμὰ τοῦ ᾅδου διέῤῥηκται, καὶ νενέκρωται διάβολος, καὶ ἁμαρτία κατήργηται. Τοῦτο γὰρ ἦν τὸ εὐαγγελιζόμενον· τῶν κηρυσσομένων παραδόξων τὰ μεγαλεῖα.

ιαʹ. Ἐπεὶ οὖν ὀφθαλμοῖς σαρκίνοις ἀθέατοί εἰσιν οἱ ἅγιοι ἄγγελοι, ὤφθησαν δὲ διαφόρως κατὰ τὰ σύμβολα τῶν ἐγχειρισμένων αὐτοῖς διακονιῶν σχηματιζόμενοι, οὕτω καὶ εἰκοίσθησαν [εἰκονίσθησαν] καὶ ἐγράφησαν, μέχρι γοῦν τῆς σήμερον παρὰ Χριστιανοῖς.

Κατὰ ταῦτα καὶ πράσσεται καὶ κηρύσσεται. Καὶ ἐπειδὴ ἅγιοι καὶ θεοειδεῖς εἰσι, καὶ λειτουργοὶ τῆς θείας μεγαλειότητος, καὶ φῶτα δεύτερα τοῦ πρώτου φωτὸς ἀπαυγάσματα, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας διάκονοι, δι’ ἃ δὴ καὶ τὰ τούτων ἀφομοιώματα τίμια καὶ ἅγιά ἐστι, τὴν προσήκουσαν τιμὴν προσφέρομεν αὐτοῖς, καὶ τὰς ἱερὰς πρεσβείας αὐτῶν ἐξαιτοῦμεν· διότι γινώσκομεν καὶ πιστεύομεν, τάς τε δοξολογίας ἡμῶν, καὶ τὰς πρὸς Θεὸν εὐχαριστίας τε καὶ δεήσεις καὶ παρακλήσεις δι’ αὐτῶν προσάγεσθαι· εἴπερ ἐστὶν ἀληθὲς τὸ ἐν Εὐαγγελίοις παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον· Ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τί πράσσοντες ἢ τί ἐργαζόμενοι, ἢ πάντως γε τὰς αἰτήσεις ἡμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἄγοντες, καὶ ἵλεων ἡμῖν αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις παρασκευάζοντες, καὶ ἃ πρὸς σωτηρίαν ἡμῖν ἐστι μεσιτεύοντες; Ἐνταῦθα οὖν ὁ περὶ τούτων λόγος ὡρίσθω, καὶ ὁ τῆς τοῦ δυσσεβοῦς ματαιότητος λῆρος ἀνείσθω.