Ὅτι τοι, φησίν, οὐ κατὰ τοὺς γηΐνους δὴ τούτους καὶ θνητοὺς βασιλέας, πρόσκαιρον καὶ σμικρὸν κεκτημένους τὸ κλέος, οὕτω καὶ τὰ τῆς ἐμῆς διήρτισται βασιλείας, οὓς μικρᾷ τῇ περικοσμίῳ ταύτῃ καὶ ἄνθεσι χόρτου ἴσα μαραινομένῃ συνησθέντας δόξῃ, φθορὰ τὸ λοιπὸν καὶ θάνατος διεδέξατο· ἔτι δὲ οὓς καὶ φρονήματα πλήθους, καὶ γνῶμαι διαστασιάζουσαι, τῆς τε ἀξίας ἀφείλοντο, καὶ ἀδοξίᾳ καὶ συμφοραῖς ὡς πλείσταις καὶ χαλεπαῖς ὑπηγάγοντο· οὐ γάρ τι τῶν γηΐνων καὶ χαμαὶ ἐρχομένων, ἐπ’ ἐμοὶ τεθεώρηται, ὅσα κατὰ τὴν ἐκείνων διαδείκνυται πρόοδον· οὐ δήμων ψηφίσματα καὶ χειροτονίαι, καὶ γνῶμαι ἀνθρώπειοι προερχόμεναι πολλάκις, καὶ ὃ μὴ συνήνεγκε δοκιμάζουσαι, ἀλλὰ τὰ πρὸς ἡδονὴν καὶ τὸ φιλότιμον σπεύδοντες, ἔσθ’ ὅτε καὶ τὸν οὐκ ἄξιον εἰς τήνδε τὴν ἀρχὴν ἐγκαθίδρυσαν· οὐδέ τι τῶν ἐπὶ τῷ ἀξιώματι τῷ τοιούτῳ συμβόλων, ἃ δὴ φθαρτά τέ ἐστι καὶ ἐπίκηρα παρ’ ἐμοὶ φέρεται, οὐχ ἁλουργόν τι χρῶμα καὶ περιβόλαιον, οὐ στέφανοι λιθοκόλλητοι, καὶ σκῆπτρα καὶ θρόνων ὕψη καὶ λαμπραὶ περιφάνειαι· οὐκ ὀχήματα χρυσοτόρευτα, καὶ τιμαὶ προπόμπιοι καὶ δημόσιαι, καὶ πλῆθος ἀσπιδηφόρων καὶ δορυφόρων, καὶ εὐφημούντων κρότοι, καὶ τῶν μὲν προπεμπόντων, τῶν δὲ παρεπομένων, οὐδ’ ὅσα τῶν ῥευστῶν τούτων καὶ ἀνθρωπίνων, οἷα ἐπὶ τῇ περιγείῳ ταύτῃ ἐξουσίᾳ εἰώθει γίνεσθαι· οὐκ ἔστιν οὖν ἐντεῦθεν ἡ ἐμὴ βασιλεία· εὐτελὴς τὸ φαινόμενον, ταπεινὸς τὸ βλεπόμενον, εὐαρίθμητον πλῆθος μαθητῶν ἐπάγομαι, καὶ ταῦτα πενήτων καὶ ἁλιέων τὸ ἀδοξότατον· ὑπερτελὴς δὲ καὶ πάντων ὑπερανεστηκὼς τὸ νοούμενον· τοῦ παμβασιλέως καὶ τῶν ὅλων Θεοῦ Υἱὸς ὑπάρχω, καὶ γνησιώτατον γέννημα καὶ ἀπαύγασμα, τὴν αὐτὴν ἐκείνῳ καὶ δόξαν καὶ τιμὴν ἀποφέρομαι· δόξης γάρ εἰμι πατρικῆς κληρονόμος· καὶ ὁμόθρονος ὢν τῷ Πατρί, συμπάρεδρον ἔχω τῇ ἐκείνου δόξῃ, τῆς βασιλείας τὸ γέρας· ἐκεῖθέν μοι τὸ βασιλεύειν καὶ κρατεῖν πάντων περιγέγονεν· οὐκ ἔστιν οὖν ἐντεῦθεν, οὐδὲ ὡσαύτως τοῖς ἐνταῦθα τὸ ἐμὸν ἔχει κράτος· οὐ περιγεγραμμένην τὴν ἐξουσίαν κέκτημαι· οὐ τοῦδε τοῦ ἔθνους, καὶ τῶνδε τῶν χωρῶν, καὶ τῆσδε τῆς πόλεως, ἀλλ’ ἀγγέλων καὶ ἀνθρώπων καὶ πάντων ὁμοῦ οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων εἰμὶ Δεσπότης καὶ Κύριος· «Καὶ ἐμοὶ κάμπτει πᾶν γόνυ·» καὶ πάντα ὑπὸ πόδας κεῖται τοὺς ἐμούς, καὶ οὐκ ἔστιν ὃ τὴν ἐμὴν διαφεύξεται χεῖρα· τῆς γὰρ ἐμῆς βασιλείας οὐκ ἔσται οὔτε ὅρος οὔτε τέλος.