Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η θεολογία της προσκυνήσεως και η σχέση εικόνας και αρχετύπου

Συστηματική διάκριση μεταξύ λατρείας και τιμητικής προσκύνησης, με πατερική τεκμηρίωση για τη μετάβαση της τιμής από την τεχνητή εικόνα στο πρωτότυπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 15

Ἆρ’ οὖν οὐκ ἔδει τοῖς ἀποστολικοῖς καὶ Πατρικοῖς εἶξαι προστάγμασιν; οὐκ ἔδει ταῦτα εἰ μή τι ἄλλο ἐπαισχυνθῆναι, ὡς ἐκ πνευματικῆς προερχόμενα χάριτος; οὐκ ἔδει τὴν λιθίνην αὐτῶν καταμαλάξαι καρδίαν, καὶ πᾶσαν ἀπιστίας ἀφορμὴν καὶ κακοήθειαν ψυχῆς ἀπελάσαι; Ἀλλ’ οἵ γε ἀλαζονείᾳ καὶ ἀπειθείᾳ συζῶντες, τοὺς τοῦ δικαίου ὅρους παραχαράττουσι, καὶ τοὺς θεσμοὺς τῆς Ἐκκλησίας παραβραβεύουσι, καὶ ἐν ὀφθαλμοῖς αὐτῶν ἠτιμωμένα τὰ ἅγια. Πόθεν οὖν, φασί, καὶ ποῖος νόμος ἡμῖν εἰκόνι Χριστοῦ προσκυνεῖν ἐγκελεύεται; Ὅτι μὲν οὖν παρώσαντο ἠρνημένοι τὰ Χριστιανῶν, τοιαῦτα ἐξερευνῶντες, ἐμφανές· διὸ οὐδὲ ἕδει τοῦ πρὸς αὐτοὺς λόγου· τῆς δὲ τῶν εὐγνωμονεστέρων καὶ εὐπειθείας ἐγγὺς ἡκόντων ὠφελείας τε καὶ οἰκοδομῆς ἕνεκεν, τοιαῦτα πρὸς αὐτοὺς πάλιν λέγομεν· ὅτι γε πρῶτον μὲν ὁ νόμος ὁ κελεύων τά τε θεῖα Εὐαγγέλια καὶ τὸν σταυρόν, καὶ τἄλλα ὁπόσα ἐν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ τιμᾶται καὶ δοξάζεται, ὁ αὐτὸς οὗτος καὶ ταύτην προσκυνεῖν παρεγγυᾷ.

ιʹ. Τί δὲ τοῦτό ἐστιν; Ἡ πίστις, καὶ τῶν πιστῶν ἡ οἴκοθεν καὶ αὐτεπάγγελτος περὶ τὰ θεῖα ὁρμή, καὶ ἡ περὶ αὐτὰ εὐλαβὴς καὶ εὐθυτάτη προαίρεσις καὶ σπουδή, καὶ ἡ παραδεδομένη τῇ Ἐκκλησίᾳ καὶ τῷ μακρῷ χρόνῳ βεβαιωθεῖσα καὶ κρατοῦσα συνήθεια, καθὰ δὴ καὶ μικρῷ πρόσθεν εἴρηται· ἔπειτα δὲ ὅτι καὶ φυσικὸς νόμος ἡμῖν ἐνυπάρχει, καὶ μὲν δὴ καὶ ὁ ἐν γράμμασι κείμενος ἐγκελεύεται, τοῖς τὸ κρεῖττον ἐνεγκαμένοις τὴν πρέπουσαν νέμειν τιμὴν καὶ προσκύνησιν· καὶ τοῦτο μάθοι τις ἂν ἐκ τῆς τῶν προσκυνήσεων διαφορᾶς. Ἡ μὲν γὰρ ἐξῃρημένη καὶ πάντων ἐπέκεινα προσκύνησις, μόνῳ τῷ τῶν ὅλων Θεῷ καὶ πάντων κατεξουσιάζοντι ἐποφείλεται καὶ προσάγεται, οἵα ἡ ἐν λατρείᾳ θεωρουμένη καὶ πνεύματι· τῶν δ’ ἄλλων ἡ μὲν καθ’ ὑπεροχὴν καὶ τὸ ἀξίωμα, ὡς ἡ τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις ἄρχουσι παρὰ τῶν ὑπηκόων προσφερομένη· οὕτω γὰρ νόμος κεκράτηκεν ἄνωθεν· ἡ δὲ τυραννικὴ καὶ βίαιος, ἡ τοῖς δυσμενέσι καὶ τυραννοῦσι δέει καὶ ἀγωνίᾳ παρὰ τῶν κατηναγκασμένων ἀκουσίως προσαγομένη· ἡ δὲ κατὰ τιμὴν καὶ προαίρεσιν ἐκ πόθου καὶ πίστεως παρὰ τῶν πιστῶν τοῖς ἁγίοις διὰ τὸν τῶν ἁγίων Θεὸν νενεμημένη, ὡς δι’ ἐκείνων ἐπ’ αὐτὸν ἀναγομένη, ἀγγέλοις τε θείοις, καὶ ἀνδράσιν ἱεροῖς, καὶ ναοῖς τιμίοις καὶ σκεύεσιν· ἡ δὲ σχετικὴ καὶ ἀσπαστική, ἐκ φιλικῆς διαθέσεως καὶ εὐγνώμονος, οἰκείωσιν καὶ εὔνοιαν τοῖς ἠγαπημένοις ἐπαγγελλομένη.

Καὶ ὅπως ἂν ὁ τῆς προσκυνήσεως ἔχοι λόγος, καὶ ὡς ἄν τις γενικώτερον εἴποι, τρισὶ τούτοις ἡ προσκύνησις χαρακτηρίζεσθαι πέφυκεν· ἢ γὰρ πόθῳ, ἢ φόβῳ, ἢ νόμῳ γινομένη ὁρᾶται· διὸ καὶ τοῖς προκειμένοις ἡμῖν τῷ λόγῳ εἰς ἐπίσκεψιν, οἷα δόξης λαχοῦσι τῆς κρείττονος, καὶ τὸ σεβάσμιον ὧν εἵνεκεν μνήμην φέρουσι κεκτημένοις, εἰκότως ἐκ πόθου τὴν κατὰ τιμὴν προσκύνησιν νέμομεν, οὐ τὴν κατὰ λατρείαν, ἄπαγε, ὡς οἳ Χριστιανῶν οὐ κατὰ Χριστιανοὺς κατεφλυάρησαν.

ιαʹ. Εἰ δὲ δεῖ καὶ τοὺς νόμους εἰπεῖν, νομοθετείτω Παῦλος, Ἀπόδοτε πᾶσι, λέγων, τὰς ὀφειλάς, τῷ μὲν τὸν φόβον, τῷ δὲ τὴν τιμήν, καὶ ὅσα τούτοις συγκατηρίθμηται. Εἰ δὲ Παύλῳ οὐ πείθονται, τάχα οὐδὲ Χριστῷ πεισθήσονται, τὴν Καίσαρος εἰκόνα τιμᾷν παρεγγυήσαντι· τοῦ γὰρ νομίσματος παρὰ τῶν πειραζόντων ὑποδειχθέντος, οὐκ εἶπε, Καταπτύσατε, ἢ καταπατήσατε, ἢ ἄτιμόν τι καὶ αἰσχρὸν ἐργάσασθε, καίτοι Θεὸς ὢν καὶ κατὰ πάντων ἀνημμένος τὸ κράτος, ἀλλ’, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τοῦτο δὲ τί ἄλλο ἐστίν, ἢ τιμῆς ὑπερβαλλούσης ἔνδειξις; Ἐπίσης γὰρ ἐφ’ ἑκατέρου τὸν λόγον ὥσπερ τινὰ νόμον προαγαγών, ἀναλόγως τὰ τῷ Θεῷ πρέποντα καὶ τὰ Καίσαρι, ἀποδιδόναι προστέταχε, καὶ ταῦτα εἰδωλολάτρῃ καὶ Ἕλληνι· ἀλλ’ ὢ τῆς δυσσεβείας καὶ ἀπονοίας τῶν Χριστομάχων! ὁ Χριστὸς τὴν εἰκόνα Καίσαρος οὐκ ἠτίμωσεν, οἱ δὲ λεγόμενοι Χριστιανοὶ τὴν εἰκόνα τοῦ Χριστοῦ, μᾶλλον δὲ αὐτὸν Χριστὸν μυρίαις ὕβρεσι βάλλουσι· καὶ ἅπαν πονηρὸν καὶ ἄτοπον καταπράττονται, καὶ οὔτε εὐαγγελικός, οὔτε ἀποστολικὸς λόγος, ἢ πρᾶξις καὶ παραίνεσις, εὗ ποιεῖν αὐτοὺς πέπεικεν.

ιβʹ. Αὔξεται δὲ αὐτῶν καὶ ἐντεῦθεν τὸ δυσσεβὲς μάλιστα· εἴ που γάρ τις τῶν εὐσεβούντων, ὡς ἐν τύπῳ προάγοι παραδείγματος, ὅτι καθάπερ ἔθος κεκράτηκεν ἄνωθεν, τὰς βασιλέων εἰκόνας προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ᾧ δὴ καὶ οἱ καθ’ ἡμᾶς ἱερομύσται καὶ διδάσκαλοι, πολλάκις ἐν τοῖς ἑαυτῶν λόγοις συνεχρήσαντο, ἤδη δὲ καὶ ἡ κοινὴ ταύτῃ καὶ δημώδης οἶδε συνήθεια, οὕτω δὴ καὶ τὴν τοῦ βασιλέως τῶν βασιλευόντων καὶ Θεοῦ τῶν ὅλων εἰκόνα τιμᾶσθαι χρή, καὶ πολλῷ πλέον εὐγνωμονέστερόν τε καὶ σπουδαιότερον, οὐκ ἀνέχονται ἀκούειν οἱ δείλαιοι, ἀλλὰ περιτραχύνονται πρὸς ταῦτα καὶ ἀντεπεξάγουσιν, ὅτι «Βασιλεῦσι μὲν ἀνθρώποις τοῖς καθ’ ἡμᾶς καὶ τῶν ἐπὶ γῆς ἄρχειν λαχοῦσι, τοῦτο προσήκει, Χριστῷ δὲ ὅλως οὐκ ἐφαρμοστέον.» Ἀξιοῦμεν δὲ τίνι τρόπῳ εἰπεῖν· εἰ μὲν ὡς τυραννικὸν ἀπαναίνονται, παυέσθωσαν τῆς τυραννίδος οἱ βασιλεῖς, καὶ ἡμεῖς γε στέρξομεν, τὴν τιμὴν τῷ Χριστῷ καὶ διὰ τῶν ἱεροτυπιῶν προσφέροντες ἑκούσιον καὶ εὐγνώμονα, ἀτυράννητόν τε καὶ ἀνεπηρέαστον, τὴν πίστιν τὴν εἰς αὐτὸν ἐπιδεικνύμενοι· εἰ δὲ δή, ὡς οὐδὲν αὐτῷ τῶν ἐνταῦθα καὶ ἐπὶ γῆς μετεῖναι δεδογμένον, αὐτόν, ὃ καὶ μᾶλλον τῆς σφῶν αὐτῶν ἀποπληξίας ἴδιον, ἀποπέμποιντο, τί φαμεν ἡμεῖς;

Ἀπελάκτισαν τῆς Χριστοῦ βασιλείας καθάπερ πάλαι ὁ ἠγαπημένος Ἰσραήλ, διέῤῥηξαν τὸν δεσμόν, ἀπέῤῥιψαν τὸν ζυγόν, τὴν ὑποταγὴν ἀπεσείσαντο, τῆς κατὰ Χριστὸν πίστεως ἀνέδην ἐξάλλονται, ἀπήρνηνται τὴν Χριστοῦ βασιλείαν ὁμοῦ καὶ τὸ τῆς οἰκονομίας μυστήριον, ταῖς Ἰουδαίων ἀθυροστομίαις κατὰ τοῦ Σωτῆρος μαινομένων, ἐφάμιλλον καὶ φίλην τὴν γλῶσσαν διαγυμνάσαντες, οἷσπερ ὡς ὁμογνώμοσι μονονουχὶ συνῳδὰ φθέγγονται· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· ἐπὶ τούτοις καὶ οὗτοι ἐπιτραχύνονται, ἐφ’ οἷς κἀκεῖνοι τὸ πρὶν ἐχαλέπαινον· οὕτω γὰρ Χριστῷ βασκαίνοντες, ἐπειδὴ ἑώρων τὰ τελεσιουργούμενα μεγάλα καὶ ὑπερφυῆ καὶ θεῖα τεράστια, καὶ βασιλέα καὶ Θεὸν ὁμοῦ τῶν ὅλων αὐτὸν ἀποφαίνοντα, καὶ κηρύσσοντα, τί ἔλεγον; Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι.

ιγʹ. Τολμήσειαν ἵσως οἱ πάντα τολμηροὶ καὶ ἀναίσχυντοι φθέγξασθαι, ὡς αὐτὸς εἴρηκεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· τοῦτο αὐτοῖς τὸ τερπνὸν καὶ χαρίεν, τὸ τῶν ἐπὶ γῆς βασιλεύειν αὐτὸν οὐκ ἀνέχεσθαι, ἵνα κἀν τούτῳ τοῖς διδασκάλοις αὐτῶν, τοῖς ἀπὸ τοῦ Μάνεντος, ὁμογνώμονες φαίνοιντο· ἀρχῇ ἑτέρᾳ τὰ τῇδε προσνέμουσι, τάχα οὐ συνιέντες οἱ ἀνόητοι, τῶν εἰρημένων καὶ οἰκονομουμένων τὴν δύναμιν· τί γὰρ αὐτῷ τὸ βραχὺ τοῦτο ῥησείδιον βούλεται;

Ὅτι τοι, φησίν, οὐ κατὰ τοὺς γηΐνους δὴ τούτους καὶ θνητοὺς βασιλέας, πρόσκαιρον καὶ σμικρὸν κεκτημένους τὸ κλέος, οὕτω καὶ τὰ τῆς ἐμῆς διήρτισται βασιλείας, οὓς μικρᾷ τῇ περικοσμίῳ ταύτῃ καὶ ἄνθεσι χόρτου ἴσα μαραινομένῃ συνησθέντας δόξῃ, φθορὰ τὸ λοιπὸν καὶ θάνατος διεδέξατο· ἔτι δὲ οὓς καὶ φρονήματα πλήθους, καὶ γνῶμαι διαστασιάζουσαι, τῆς τε ἀξίας ἀφείλοντο, καὶ ἀδοξίᾳ καὶ συμφοραῖς ὡς πλείσταις καὶ χαλεπαῖς ὑπηγάγοντο· οὐ γάρ τι τῶν γηΐνων καὶ χαμαὶ ἐρχομένων, ἐπ’ ἐμοὶ τεθεώρηται, ὅσα κατὰ τὴν ἐκείνων διαδείκνυται πρόοδον· οὐ δήμων ψηφίσματα καὶ χειροτονίαι, καὶ γνῶμαι ἀνθρώπειοι προερχόμεναι πολλάκις, καὶ ὃ μὴ συνήνεγκε δοκιμάζουσαι, ἀλλὰ τὰ πρὸς ἡδονὴν καὶ τὸ φιλότιμον σπεύδοντες, ἔσθ’ ὅτε καὶ τὸν οὐκ ἄξιον εἰς τήνδε τὴν ἀρχὴν ἐγκαθίδρυσαν· οὐδέ τι τῶν ἐπὶ τῷ ἀξιώματι τῷ τοιούτῳ συμβόλων, ἃ δὴ φθαρτά τέ ἐστι καὶ ἐπίκηρα παρ’ ἐμοὶ φέρεται, οὐχ ἁλουργόν τι χρῶμα καὶ περιβόλαιον, οὐ στέφανοι λιθοκόλλητοι, καὶ σκῆπτρα καὶ θρόνων ὕψη καὶ λαμπραὶ περιφάνειαι· οὐκ ὀχήματα χρυσοτόρευτα, καὶ τιμαὶ προπόμπιοι καὶ δημόσιαι, καὶ πλῆθος ἀσπιδηφόρων καὶ δορυφόρων, καὶ εὐφημούντων κρότοι, καὶ τῶν μὲν προπεμπόντων, τῶν δὲ παρεπομένων, οὐδ’ ὅσα τῶν ῥευστῶν τούτων καὶ ἀνθρωπίνων, οἷα ἐπὶ τῇ περιγείῳ ταύτῃ ἐξουσίᾳ εἰώθει γίνεσθαι· οὐκ ἔστιν οὖν ἐντεῦθεν ἡ ἐμὴ βασιλεία· εὐτελὴς τὸ φαινόμενον, ταπεινὸς τὸ βλεπόμενον, εὐαρίθμητον πλῆθος μαθητῶν ἐπάγομαι, καὶ ταῦτα πενήτων καὶ ἁλιέων τὸ ἀδοξότατον· ὑπερτελὴς δὲ καὶ πάντων ὑπερανεστηκὼς τὸ νοούμενον· τοῦ παμβασιλέως καὶ τῶν ὅλων Θεοῦ Υἱὸς ὑπάρχω, καὶ γνησιώτατον γέννημα καὶ ἀπαύγασμα, τὴν αὐτὴν ἐκείνῳ καὶ δόξαν καὶ τιμὴν ἀποφέρομαι· δόξης γάρ εἰμι πατρικῆς κληρονόμος· καὶ ὁμόθρονος ὢν τῷ Πατρί, συμπάρεδρον ἔχω τῇ ἐκείνου δόξῃ, τῆς βασιλείας τὸ γέρας· ἐκεῖθέν μοι τὸ βασιλεύειν καὶ κρατεῖν πάντων περιγέγονεν· οὐκ ἔστιν οὖν ἐντεῦθεν, οὐδὲ ὡσαύτως τοῖς ἐνταῦθα τὸ ἐμὸν ἔχει κράτος· οὐ περιγεγραμμένην τὴν ἐξουσίαν κέκτημαι· οὐ τοῦδε τοῦ ἔθνους, καὶ τῶνδε τῶν χωρῶν, καὶ τῆσδε τῆς πόλεως, ἀλλ’ ἀγγέλων καὶ ἀνθρώπων καὶ πάντων ὁμοῦ οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων εἰμὶ Δεσπότης καὶ Κύριος· «Καὶ ἐμοὶ κάμπτει πᾶν γόνυ·» καὶ πάντα ὑπὸ πόδας κεῖται τοὺς ἐμούς, καὶ οὐκ ἔστιν ὃ τὴν ἐμὴν διαφεύξεται χεῖρα· τῆς γὰρ ἐμῆς βασιλείας οὐκ ἔσται οὔτε ὅρος οὔτε τέλος.

Ἀλλὰ ταῦτα μὲν οὕτως καὶ οὐχ ἑτέρως ἔχειν, παρὰ πᾶσι πιστοῖς καὶ πιστεύεται καὶ κηρύσσεται· ἐν τίνι γὰρ τὰ τῆς Προνοίας τῶν ἐπὶ γῆς κείσεται, καὶ ὅπως τὰ ἡμέτερα καὶ τῆς καθ’ ἡμᾶς ζωῆς κυβερνηθήσεται διεξαγόμενα, εἰ μὴ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; οὐχ ὡς Θεοῦ μόνου, ἀλλὰ καὶ ὡς ὑπ’ ἀνθρώπου τοῦ αὐτοῦ, ἐξουσιαζόμενα καὶ διοικούμενα, καθὸ εἴρηται· Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· καί, Ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· καί, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς, τῇ Ἱερουσαλὴμ εἴρηται, καὶ δίκαιος καὶ σώζων· καί, Βασιλεύσει Κύριος ἐν μέσῳ σου· καί, Βασιλεύσει Κύριος ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

ιδʹ. Τί δ’ ἂν εἴποιεν πρὸς τὸ εἰρημένον, ὅτι Βασιλέα μετὰ δικαιοσύνης ὄψεσθε; Ἀλλ’ οἵ γε καὶ Ἰουδαίων ἀπειθέστεροι, οὐκ ἠβουλήθησαν συνιέναι ταῦτα, οἱ τῆς Χριστοῦ βασιλείας ἐκτὸς ἑαυτοὺς καθορίζοντες· οὐδὲ Περσῶν ἡ εὐγνωμοσύνη καὶ ἡ πίστις ἑαυτοὺς κατῄδεσεν, ἡνίκα βασιλέα τὸν τεχθέντα Χριστὸν περιεζήτουν· καὶ τὰ ἐπαγόμενα δῶρα ὅστις ποτὲ ἦν ἐδήλου, καὶ οὗ ἕνεκεν ὁδοιπορίαν τοσαύτην καὶ ἐκδημίαν ἐστείλαντο· οἵδε γὰρ καὶ Περσῶν τὸν τρόπον βαρβαρικώτεροι καὶ ἀγνωμονέστεροι. Πέρσαι τὴν πατρῴαν δεισιδαιμονίαν καταλιπόντες, ἐπὶ τὸν πάντων Βασιλέα καὶ Κύριον ἀπηυτομόλησαν, καὶ Θεὸν τῶν ὅλων καὶ ἐπέγνωσαν καὶ ἐκήρυξαν, ἀστέρι ὁδηγῷ καὶ διδασκάλῳ χρώμενοι· οὗτοι ἀποστόλων καὶ Πατέρων ἐκ τοῦ ἀπείρου χρόνου κεκηρυγμένην καὶ παραδεδομένην πίστιν ὀρθὴν καὶ ἀμώμητον ἠθέτησαν, τῇ καινοτομίᾳ τῇ κατὰ τῆς οἰκονομίας τῆς σωτηρίου προσθέμενοι· οὐδὲ Ἡρώδης αὐτοὺς πέπεικε, τὴν νεολαίαν ἐκείνην πρόωρον ἀποκείρων τῶν νεογνῶν παιδίων· τίνα ζητῶν, ἢ τίνι βασκαίνων, ἢ οὐχὶ τὸν ὑπὸ τῶν Μάγων βασιλέα κηρυσσόμενον, ὥστε ἐν τῷ πλήθει τῶν ἀναιρουμένων καὶ τὸν ζητούμενον συλλαβεῖν φανταζόμενος; τί δεῖ τἄλλα λέγειν, δι’ ὧν βασιλεὺς τῶν ὅλων ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κηρύσσεται Χριστός, καὶ παρ’ ἡμῶν πιστεύεται;

Οὗτοι δὲ πάντα παρωσάμενοι βασιλέα τὸν Χριστὸν καὶ ἀπεκήρυξαν καὶ ἀπεψηφίσαντο· τούτους τί χρὴ καλεῖν Χριστιανούς; πᾶς τις οὖν ἀκούων κρινάτω· τὸ Χριστοῦ ὄνομα δαίμονες ἀκούοντες δραπετεύουσιν· οὗτοι καὶ ἐν εἰκόνι γεγραμμένον, ὢ τῆς τόλμας καὶ ἀνοσιουργίας, οὐ μόνον οὐκ εὐλαβοῦνται κατὰ τοὺς ἀκαθάρτους δαίμονας, ἀλλὰ καὶ τὰ παναίσχιστα δρῶσι· καὶ οἱ μὲν πάλαι τῷ ὄντι Χριστιανοί, ἀντὶ παντὸς ποιούμενοι τὴν εὐσέβειαν, καὶ τὰς σκιὰς αὐτὰς τῶν ἀποστόλων πολλοῦ ἠξίουν σεβάσματος, ἂς δὴ καὶ ὑποδραμεῖσθαι, μέγα εἰς εὐεργέτημα καὶ σωτηρίας ἐτίθεντο πρόξενον· οἱ δέ γε ψιλῆς μετεσχηκότες τῆς κλήσεως, τοῦ Κυρίου καὶ διδασκάλου τῶν ἀποστόλων ἀκλεῶς τὸ ἀπεικόνισμα καταβάλλουσιν· ὅσῳ δὲ σκιᾶς εἰκών, καὶ μαθητοῦ διδάσκαλος, καὶ δούλων ὁ Κύριος διήνεγκε, τοσούτῳ αὐτοῖς τὸ ἀνόμημα τοῖς ἄλλοις τῶν ἁμαρτημάτων παρεξεταζόμενον διενήνοχεν· ὡς δ’ ἂν ὑποκλέπτοιτο αὐτῶν τὸ κακούργημα, καὶ μὴ τὸ δυσσεβὲς περιφανέστερον γίγνοιτο, οὔ τί που τῶν εὐσεβούντων θαῤῥήσειάν τινα ἔρεσθαι, ὅπη αὐτῷ ἀνάπτοιτο τοῦ τιμωμένου τὸ σέβασμα, τὴν εἰς Χριστὸν τιμὴν ἀκούειν οὐ φέροντες· μάτην οὖν τῆς Χριστιανῶν προσηγορίας ἀντειλημμένοι, ἐνδίκως νομισθήσονται, τὴν δύναμιν καὶ τὴν πρᾶξιν ὁλοτρόπως αὐτῆς ἠρνημένοι.

ιεʹ. Εἴ τις ἴδοι πρὸς τῆς ἀληθείας αὐτῆς, ἐξ Ἰουδαίων τινὰ ἢ Ἑλλήνων ἢ ἑτέρας τινοσοῦν θρησκείας, εἰκόνι Χριστοῦ ἢ τῶν ἁγίων, σταυρῷ τε ἢ Εὐαγγελίῳ ἢ ἑτέρῳ τῶν καθ’ ἡμᾶς τιμίων, προσκυνοῦντα καὶ ἀσπαζόμενον, ἆρα οὐκ ἂν εἶποι ὡς τῇ ἡμετέρᾳ πίστει προσέθετο, καὶ Χριστιανὸν λοιπὸν ἀποκαλέσοι; τίς γὰρ ἐπὶ τοσοῦτον κτηνωδίας καὶ ἀπονοίας προελήλυθεν, ὃς μὴ τοῦτο διομολογήσειε; τῶν νομιζομένων δὲ Χριστιανῶν εἰ θεάσοιτό τινα τὸ ἐκμαγεῖον Χριστοῦ ἥ τι τῶν εἰρημένων ἕτερον καταβάλλοντα, τί ἂν ὄνομά σοι; ὡς οὖν ἐκεῖνον εἴποι ταῖς ἀληθείαις ἑπόμενος, ὅτι τὴν πίστιν ἡμῶν ᾑρέτισεν, οὕτω καὶ τοῦτον, ὅτι τὴν πίστιν ἡμῶν ἠθέτησεν. Ἴσμεν γοῦν ἀκοῇ πολλοὺς μέχρι καὶ σήμερον τὰς ἱστορίας ταύτας, ἀφορμὰς εὑρηκότας τῆς σωτηρίας· τὰ γὰρ τῆς οἰκονομίας τῆς θείας ἐντεῦθεν ἀναμανθάνοντες, καὶ τὸν φωτισμὸν τοῦ Εὐαγγελίου εἰσδεχόμενοι, ἐπὶ τὴν πίστιν ἡμῶν ποδηγοῦνται τὴν ἀμώμητον· καὶ ἄλλους ἐκ βίου αἰσχροῦ ἐπὶ τὸ σῶφρον καὶ Θεῷ φίλον μεταταξαμένους.

ιϛʹ. Τοιοῦτον ἔγνωμεν καὶ τὸ κατὰ τὴν ὁσίαν ἐκείνην γυναῖκα (Μαρία δὲ αὐτῇ τοὔνομα), ὡς ἑνὸς τούτων χάριν μικρὰ προσθεῖναι οὐκ ἄκομψον. Πρότερον γὰρ ταῖς ἄρκυσι τοῦ πονηροῦ ζωγρηθεῖσα, πάντων παθῶν γέγονε καταγώγιον. Ἱεραῖς δὲ ἱστορίαις ἐντυχοῦσα, καὶ θείᾳ ἐκεῖθεν ἐλλαμφθεῖσα χάριτι ὤφθη, οὐ παθῶν μόνον, ἀλλὰ καὶ αὐτῆς φύσεως ἀνωτέρα. Δηλώσει δὲ ὁ κατ’ αὐτὴν ἱστορούμενος ἀγγελικὸς βίος, κρεῖττον ἢ κατὰ ἄνθρωπον πολιτευσαμένην.

ιζʹ. Ταῦτα καὶ παρὰ τοῖς ἔξωθεν εὕροι τις ἄν, ὡς ἡ κατὰ Πολέμωνα ἱστορία διασημαίνει, ἧς ἐν τοῖς ἑαυτοῦ ἔπεσι καὶ ὁ μέγας ἐμνήσθη Γρηγόριος. Ἐξ ἀκολάστου γὰρ εἰς τὸ σωφρονεῖν μεταθέμενος, τοσοῦτον ἐδείχθη τῶν παθῶν ἐπικρατέστερος, ὡς δὴ καὶ θαύματα περὶ αὐτὸν ᾄδεσθαι· ὧν ἕν τι ὃ ἐπὶ τῇ ἑταίρᾳ τελούμενον λέγεται. Τί οὖν φησιν; Οὐδὲ εἰκών, ἀλλὰ Πολέμων ἐν εἰκόνι ὑπερκύπτων ἐσωφρόνισε τὴν ἀκόλαστον· «ἀλλὰ καὶ σεβασμία,» φησίν.

Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, πάντες ἄγγελοι, καὶ τῶν ἀνθρώπων οἱ Θεὸν καὶ τὰ Θεοῦ ἐνθέως καὶ εὐσεβῶς τιμῶντες ἀεὶ καὶ δοξάζοντες, ἔκστητε καὶ θαυμάσατε μέγα τι καὶ ἐξαίσιον, ἐπὶ τῇ τῶν ἀνόμων ἀναισχυντίᾳ καὶ ἀθεΐᾳ. Τοῦ Πολέμωνος ἡ εἰκὼν σεβασμία, καὶ ταῦτα παρὰ τῶν καθ’ ἡμᾶς θεολόγων ἡμῖν ὑποδεδειγμένη, ἡ δὲ τοῦ Χριστοῦ εἰκὼν τί; πάσης ἀτιμίας καὶ ὕβρεως ἔμπλεως.

Ὧν τί δυσσεβέστερον ἢ ἀνοσιώτερον; Ἀλλά, φασίν, Ἕλληνος καὶ παρ’ Ἕλλησι. Καὶ πῶς οὐ λίαν ἄτοπον, εἰ μὴ καὶ ἡ Χριστοῦ, παρὰ Χριστιανοῖς, εἴπερ Χριστιανοί; Ἔπειτα πάλιν ἡνίκα προταθείη αὐτοῖς παρὰ τῶν ὀρθοδοξούντων εἰς συνηγορίαν τῆς ἀληθείας λόγος, ὑπ’ ἀναιδείας οἱ δείλαιοι στρεβλοῦσι κατὰ τὸ δοκοῦν τάς τε τῆς θεοπνεύστου Γραφῆς, τάς τε τῶν μυσταγωγῶν τῆς Ἐκκλησίας ῥήσεις, οἰόμενοι τὴν ἑαυτῶν κακοδοξίαν ἐξ ἀθλίων καὶ ψευδῶν σκεμμάτων ἐπικουρεῖσθαι.

Τούτων γὰρ τὰ μὲν ἀκρωτηριάζουσι, τὰ δὲ περιξέουσι καὶ ὑποτέμνονται, καθάπερ οἱ τοὺς νόθους τῶν στίχων ὀβελίζοντες, ἢ τὰ περιττὰ τῶν λίθων καὶ ξύλων οἱ τέκτονες. ιηʹ. Τίνα οὖν ἐστι τὰ προτεινόμενα; Ὅτι ἡ γνῶσις τοῦ ἀρχετύπου διὰ τῆς εἰκόνος ἡμῖν ἐγγίνεται. Ἔτι μὴν καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει· ὁποῖόν τι τῷ μεγάλῳ Βασιλείῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ, καὶ πᾶσι τοῖς ἐῤῥωμένοις τὴν φρένα συνωμολόγηται· καὶ οὐδείς πω τῶν σωφρονούντων, θρασέως ἄγαν καὶ ἀμαθῶς πρὸς τὴν οὕτω λαμπρὰν ἀλήθειαν ἀντωπῆσαι ἀπηναισχύντησεν, ἕως ἂν τὸ ἄθεον τοῦτο καὶ μιαρὸν δόγμα καθάπερ τι λοιμικὸν νόσημα, ταῖς ἀνθρωπείαις ψυχαῖς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰσεφθάρη. Ἔχει δὲ τὰ τοῦ Πατρὸς ἐν οἷς πρὸς Ἀμφιλόχιον τὸν τοῦ Ἰκονίου ἐπίσκοπον γράφει, ἐπὶ λέξεως ὧδε· «Θεὸν ἐκ Θεοῦ προσκυνοῦντες, τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες· διὰ τὸ μίαν ἐν Θεῷ καὶ Πατρί, καὶ Θεῷ μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖν, τῷ ἀπαραλλάκτῳ τῆς θεότητος ἑνιζομένην·

Υἱὸς γὰρ ἐν Πατρί, καὶ ὁ Πατὴρ ἐν Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος οἷος ἐκεῖνος, κἀκεῖνος ὅπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἕν. Ὥστε κατὰ μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἷς· κατὰ δὲ τὸ κοινὸν τῆς φύσεως, ἕν οἱ ἀμφότεροι. Πῶς οὖν εἴπερ εἷς καὶ εἷς, οὐχὶ δύο θεοί; ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ’ ἡμῶν δοξολογία, μία, καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις.» Καὶ τὰ μὲν τοῦ Πατρὸς τοιαῦτα· καὶ οὕτω πᾶσιν ἔνδηλα, ὡς μηδὲ τῶν ἀγροικοτέρων ἢ τῶν βαναύσων τινάς, οἶμαι, διαλανθάνειν. Τὰ δὲ τῶν ἐναντίων ὁποῖα; Φασὶ τοίνυν, ὅτι πρὸς θεολογίαν εἴρηται ταῦτα τῷ Πατρί, καὶ οὐδὲν ἡμῖν ἐξῇ παρακερδαίνειν ἐντεῦθεν πρὸς τὸ ζητούμενον· εἰκὼν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς παρὰ τῇ Γραφῇ λέγεται.

Ἀλλ’ ἀποκριτέον εὐθύς, ὅτι εἰ οὐδὲν ἀνήκει ταῦτα πρὸς τὴν τοῦ Λόγου σάρκωσιν, τίνος ἕνεκεν καθαιρεῖται; Οἴδατε γὰρ σαφῶς ὅτι οὐ μέχρι τῆς θέας μόνης καὶ τῆς ὕλης ἵσταται τὸ γινόμενον· οὐδὲ γὰρ ἡ τιμὴ διὰ τὴν ὕλην καὶ τὴν θέαν προσάγεται.

Ἐπεὶ ἔδει πᾶσαν ὕλην, παρὰ μὲν τῶν τιμᾶσθαι, παρὰ δὲ τῶν ὑβρίζεσθαι, καὶ οὕτως ἂν ἠτιμώσατε πᾶσαν εἰκόνα. Ἀλλὰ δῆλον ὅτι καὶ ἐνταῦθα, κατὰ τὸν αὐτὸν τρόπον ἐκδέχεσθε τὸ προκείμενον. Εἰ γὰρ μὴ ᾔδειτε ὅτι ὁ Χριστὸς διὰ τῆς εἰκόνος δηλοῦται, καὶ τὰ γινόμενα εἰς αὐτὸν ἀναφέρεται, οὐκ ἂν τοσαύταις ἐβάλλετε ὕβρεσιν. Ἐπειδὴ βαρὺς ὑμῖν ἐστι καὶ ἐν εἰκόνι βλεπόμενος.

ιθʹ. Τί οὖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι ἐπειδὴ οἱ τιμῶντες ὁμολογοῦσιν ἐπὶ τὸ πρωτότυπον ἀναφέρειν τὴν τιμήν, ἀνάγκη καὶ τοὺς καθαιροῦντας, ἐκ τοῦ ἀκολούθου κατὰ τὸ ἀπαραίτητον λέγειν, ὅτι Τὴν ἀτιμίαν ἐπὶ τὸ πρωτότυπον ἀναφέρομεν. Ἐκεῖνα δὲ λέγουσιν οὐ τῇ θεολογίᾳ συνιστάμενοι, (πῶς γάρ, ὧν γε μακρὰν τὸ τῆς θεολογίας μυστήριον;) ἀλλ’ ἵνα καὶ αὐτὸ τῆς εἰκόνος τὸ ὄνομα ἐκ μέσου ποιήσωσιν· ὡς μηδὲ εἰς μνήμην ὅλως παρὰ τὸν βίον ἴοι· καὶ τοῦτο μάλιστα ἐπὶ πάσης τῆς τὸ ἀνθρώπειον εἶδος φερούσης· διὸ καὶ ψευδωνύμους τὰς εἰκόνας τῶν ἁγίων καλεῖν ἐπεχείρησαν. Τὰ γοῦν ἐν παραδείγματι εἰρημένα τῷ θεοφόρῳ, κακούργως καὶ ἀνοήτως ἀποκρύπτειν μηχανῶνται (τίνα λανθάνειν ἢ παραλογίζεσθαι βουλόμενοι;) ὡς τῷ ἀθέῳ αὐτῶν ἀντιφερόμενα δόγματι. Ἀλλ’ ὅτι μὲν θεολογοῦντι τῷ Πατρὶ ἐκεῖνα παρείληπται, καὶ αὐτοὶ συμφήσομεν· ἐκεῖθεν δὲ καὶ ἡμεῖς ὁρμώμενοι τοιαῦτα λέγειν πρὸς αὐτοὺς ἔχομεν, ὅτιπερ ὁ Υἱός, καίτοι ἐν πολλοῖς ἑτέροις τῆς θεότητος διαπρέπων αὐχήμασι καὶ δοξαζόμενος, ὅμως ὡς εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός, πολλῷ πλέον τῶν ἄλλων, καὶ οἰκειοῦται τῷ Πατρί, καὶ κατ’ οὐσίαν ἑνίζεται· καὶ διὰ τοῦτο ἰσοκλεᾶ καὶ ὁμότιμον, καὶ τὴν αὐτὴν τῷ Πατρὶ δόξαν καὶ προσκύνησιν παρὰ πάντων ἀποφέρεται. Καὶ γὰρ ἡ εἰς τὸν Υἱὸν τιμή, ἥγουν ἡ εἰς τὴν εἰκόνα, ἐπὶ τὸν Πατέρα ὡς εἰς ἀρχέτυπον ἀναφοιτᾷ.

Οὕτω γάρ πού φησιν αὐτὸς πρὸς τὸν Πατέρα· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καὶ πάλιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Καί· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. Καί· Πάτερ, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Ὅτι δὲ καὶ διὰ τῆς εἰκόνος γινώσκεται τὸ ἀρχέτυπον, αὐτός που πάλιν πρὸς τοὺς μαθητὰς ὁ Σωτὴρ ἔφη· Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν, καὶ ἀπάρτι γινώσκετε αὐτόν. Καί·

Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα. Καί· Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. κʹ. Ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, τί δή ποτε καὶ τὸ ἱερὸν τοῦτο ἐκμαγεῖον, ὡς εἰκὼν τοῦ ἐνανθρωπήσαντος Υἱοῦ, τήν τε γνῶσιν καὶ τὴν μνήμην αὐτοῦ ἡμῖν ἐμφανίζον, μὴ κατὰ τὴν οἰκείαν ἀναλογίαν καὶ τὸ ἰδιάζον τοῦ Λόγου (οὐ γὰρ ὡς ταὐτὸν τῇ οὐσίᾳ τῷ Υἱῷ, ἀλλ’ ὡς τὸ ἐμφερὲς τοῦ εἴδους αὐτοῦ διασῶζον) τιμηθήσεται καὶ προσκυνηθήσεται; ἓν ὂν αὐτὸ καὶ τὸ τιμιώτατον τῶν εἰς δόξαν καὶ φανέρωσιν τῆς οἰκονομίας αὐτοῦ ἱερῶν συμβόλων· ἵνα καὶ δι’ αὐτοῦ διαβαίνῃ πρὸς τὸ ἀρχέτυπον ἡ δόξα. Εἰ μή που διὰ τὴν τῆς εἰκόνος κλῆσιν οἱ ὀνοματομάχοι καὶ τὸν Υἱὸν τῆς Πατρικῆς οὐσίας καὶ δόξης ἀλλοτριώσαιεν· καὶ τὴν λατρείαν καὶ τὴν προσκύνησιν διέλοιντο, μηδεμίαν κοινωνίαν ταῖς εἰκόσι πρὸς τὰ πρωτότυπα διδόντες. Συνηγορίαν οὖν ὁ λόγος, οὐκ ἀναίρεσιν τῶν προκειμένων ἔχει.

καʹ. Ἐκεῖνο δὲ ἢ οὐ συνῆκαν οἱ ἀνόητοι, ἢ ἑκόντες ἀπέκρυψαν, ὡς τὸ τῆς εἰκόνος ὄνομα, οὐ τῶν ἁπλῶς θεωρουμένων ἐστίν, ἀλλ’ ὁμώνυμος φωνὴ καὶ τῶν πολλαχῶς λεγομένων· ἧς περὶ τῆς διαιρέσεως, λεπτῶς αὐτὸς οὗτος ὁ Πατὴρ ἐν ἑτέροις διαλαμβάνει.

Κατὰ μὲν γὰρ τὴν πρώτην ἐπιβολήν, εἰς φυσικὴν καὶ τεχνητὴν διαιρεῖσθαι· κατὰ δὲ τὴν ἑτέραν, ἤτοι ὑποδιαίρεσιν, τὴν τεχνητὴν εἰκόνα μορφῆς εἶναι, φησί, καὶ σχήματος, ἢ εἴδους καὶ χρώματος. Λεγέτωσαν οὖν ἡμῖν τίς ὁ ἀναγκάζων τρόπος, τὸ μὲν ἕτερον τούτων δέχεσθαι, ὃ ἐπὶ τῶν φυσικῶν εἴληπται, καὶ τήν τε οἰκειότητα καὶ σχέσιν ἀκριβῶς διασώζεσθαι ὑπολαμβάνειν, τὸ δ’ αὖ ἕτερον μέρος ὃ ἐπὶ τῶν τεχνητῶν εἴρηται, ἀποπέμπεσθαι; τί; μὴ καὶ ταῦτα τὴν σχέσιν καὶ οἰκειότητα κατὰ τὸν ἴδιον λόγον ἀπαράτρωτον κεκτήσεται; καίπερ ὁ τῆς εἰκόνος λόγος, ὡς εἰκόνος ἁπλῶς ἐπ’ ἀμφοῖν ἴσως καὶ ὁμοτίμως παραλαμβάνεται παρὰ τοῖς νοῦν ἔχουσι, εἰ καὶ περὶ διάφορα τὰ σημαινόμενα καταγίνεται.

Ὡς γὰρ ἐπὶ τῶν φυσικῶν εἰλικρινῶς τὸ ἐοικὸς καὶ ἀπαράλλακτον ἔχει· οὕτως καὶ ἐπὶ τῶν τεχνητῶν. κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· εἰ καὶ τῇ φύσει τὸ διάφορον ἐν ἑαυταῖς ἐνδείκνυνται· ὅθεν καὶ τῇ προσηγορίᾳ μιᾷ καὶ τῇ αὐτῇ, ὁμωνύμως κεκοινωνήκασιν.

Ἀλλ’ ἐπειδὴ τοῦτο πρὸς τὴν ἐνσωμάτωσιν τοῦ Λόγου οἰκείως λαμβάνεται, κατασιγάζειν καὶ ἀνατρέπειν πειρῶνται οἱ ἄφρονες. Ἔνθα μὲν γὰρ κατὰ τὸ προφανὲς οὐδὲν αὐτοῖς ἐστι τὸ προσιστάμενον, ὥσπερ ἐπ’ αὐτοῖς τυγχάνοντος καὶ ἐπ’ ἐξουσίας κειμένου, ἕπεσθαι προσποιοῦνται τῷ διδασκάλῳ· ἔνθα δὲ τῷ ἀντιπίπτοντι περιτύχοιεν, ἀεὶ διακρούονται.

Ἀλλ’ ὥρα ἡμῖν ἐπὶ τὴν τοῦ ῥητοῦ χωρεῖν ἤδη ἐπίσκεψιν. Θεολογοῦντι δ’ οὖν τῷ διδασκάλῳ, καὶ τὸν Υἱὸν συμφυᾶ τῷ Πατρὶ καὶ τῆς αὐτῆς οὐσίας εἰδότι, ἰδιότητι δὲ μόνῃ τῇ κατὰ τὴν ὑπόστασιν, εἴτουν πρόσωπον, διακρίνεσθαι δογματίζοντι, ἐπειδὴ πολλοὶ καὶ τῶν τηνικάδε θεομαχούντων αἱρετικῶν κατὰ τῆς τοῦ Μονογενοῦς δόξης ἐπεφύοντο, ἐδέησε ταῦτα διὰ παραδείγματος παραστῆσαί τε καὶ δηλῶσαι· καὶ γὰρ ἐκ τῶν καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς τεκμαιρόμεθα, ὃ δὴ καὶ ἐπὶ τῆς θεοπνεύστου Γραφῆς ἰδεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν διδασκάλων τῆς Ἐκκλησίας.

Εἰρηκὼς γάρ, Πῶς εἴπερ εἷς καὶ εἷς ὁ Πατὴρ καὶ Θεός, καὶ ὁ Υἱὸς καὶ Θεός, οὐχὶ δύο θεοί; οἱονεὶ ἐν διαλόγῳ τὸν λόγον ποιούμενος, Ὅτι τοι, φησί, βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών· καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Εἶτα ὠσεί τινος διαποροῦντος, πόθεν ταῦτα οὕτως ἔχειν δῆλον, ὥσπερ κατασκευάζων τὸν τοῦ παραδείγματος λόγον, διὰ τῶν κοινῶν ἐννοιῶν προερχόμενος καὶ ἅπασι συνομολογουμένων, ἐπάγει· Διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Τοῦτο γὰρ ἐπὶ πάσης εἰκόνος ὡμολόγηται, καὶ πᾶσι λογικοῖς οὐκ ἐκ διδασκαλίας μόνον, ἤδη δὲ καὶ φυσικῶς, ἡ τούτου γνῶσις ἐμπέφυκεν· οὕτως ἀπαρτίσας τὰ τοῦ παραδείγματος, μετάγει λοιπὸν τὸν λόγον ἐφ’ ὃ παρῆκται καί φησιν· Ὃ οὖν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, ἐνταῦθα ποῦ, ἢ δῆλον ὡς ἐν τῇ ἐκ τέχνης τὴν μίμησιν ἐνδεικνυμένῃ εἰκόνι; τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός.

Ἔπειτα τῶν τεχνητῶν εἰκόνων τὴν πρὸς τὰ ἀρχέτυπα διαφορὰν καὶ οἰκείωσιν εἰδὼς ὁ Πατήρ, πάλιν παραδείγματι ἀναλόγως ἔχοντι πρὸς τὴν φυσικὴν εἰκόνα τούτῳ χρώμενος ἐπιφέρει· Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. Σημειωτέον δὲ ὅπως ἐπὶ τῶν τεχνητῶν, οὐ τῆσδε ἢ τῆσδε εἴρηκε, τὴν κατὰ τὴν μορφὴν τοῦ πρωτοτύπου ὁμοίωσιν προσδιωρισμένως, ἀλλὰ διὰ τοῦ πληθυντικοῦ ἀριθμοῦ, ἐπὶ πασῶν ἁπλῶς τὸν αὐτὸν εἰσήγαγε λόγον· ὡς εἴπερ μὴ ἀπόσχοιντο τῆς ἀτόπου φιλονεικίας οἱ ἀναισχυντοῦντες, ἐκβιασθήσονται μὴ ἕνα μόνον, ἀλλὰ καὶ πολλοὺς υἱοὺς ἀθέως ἀναπλάττειν καὶ ἀνοήτως.

κβʹ. Τὸ τοίνυν λεγόμενον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, οἷα δὴ προσεχέστερον τῷ ἐπὶ τῆς βασιλέως εἰκόνος παραδείγματι κείμενον, προηγουμένως ἐπὶ τῶν τεχνητῶν εἰκόνων ἐφήρμοσται, καὶ οὕτως ἐπὶ τὴν φυσικὴν εἰκόνα ἐκεῖθεν μετέρχεται, καὶ πρὸς τὴν θεολογίαν παραδειγματικῶς ἀνάγεται· τοιαύτης δὲ μεταλαχεῖν τὴν τεχνητὴν εἰκόνα τῆς πρὸς τὸ πρωτότυπον κατὰ τὴν μορφὴν κοινωνίας καὶ σχέσεως, οὐδὲν ἧττον ἢ κατὰ τὴν ὁμωνυμίαν ἐνέφηνεν. Ὡς γὰρ οὐ δύο, ἀλλ’ ἕνα λέγεσθαι βασιλέα συνήνεκται (τὸ γὰρ ἒν ἐπ’ ἀμφοῖν διαφαίνεται), οὕτω δή, καὶ ὃ θαυμαστότερον καὶ οἰκειότερον, μηδὲ τὸ κράτος σχίζεσθαι, μηδὲ τὴν δόξαν μερίζεσθαι, ὃ ἐδήλου ἐπὶ τῆς φυσικῆς ἡ κατ’ οὐσίαν ἕνωσις εἰκόνος. Πῶς οὖν ἄτιμοι καὶ ἀπηγορευμέναι πρὸς ἐξάπλωσιν καὶ σαφήνειαν τηλικούτου πράγματος, τῆς θεολογίας λαμβανόμεναι;

Ὁ δὲ αὐτὸς οὗτος διδάσκαλος, καὶ ἐν τοῖς κατὰ Σαβελλίου λόγοις, τὴν περὶ τῶν εἰρημένων διάνοιαν λευκότερον ἐξαπλοῖ· «Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένου εἴπῃ, Οὗτός ἐστιν ὁ βασιλεύς, ἀπεστέρησε τὸν πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας, μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τούτου ὁμολογίας· εἰ γὰρ ἡ εἰκὼν βασιλεύς, πολλῷ δή που εἰκὸς βασιλέα εἶναι καὶ τὸν τῇ εἰκόνι παρασχόμενον τὴν αἰτίαν· ἀλλ’ ἐνταῦθα μὲν ξύλα καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρτὴν φθαρτοῦ μίμημα καὶ τεχνητὴν τοῦ ποιηθέντος, ἐκεῖ δὲ ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης· τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα. αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπαγαγών, Καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Τοιαύτης δὲ διὰ πάντων τῆς κατὰ τὰς εἰκόνας θεωρίας παραδεδειγμένης, ὡς τὸ ἐοικὸς ἐν ἅπασι κατὰ τὸν ἴδιον ὅρον καὶ λόγον ἐχούσας· τί τὸ ἄτοπον τὰ τῆς τάξεως ἀντιστρέψαντας εἰπεῖν, ὅτι Ὥσπερ ἡ παρὰ τῶν ἀσεβούντων εἰς τὸν Υἱὸν ὕβρις πρὸς τὸν Πατέρα ὡς εἰς ἀρχέτυπον ἄντικρυς ἀναβαίνει· οὕτω καὶ ἡ εἰς τὴν τεχνητὴν τοῦ Χριστοῦ εἰκόνα παρ’ αὐτῶν προσφερομένη ἀτιμία, φανερῶς ὡς ἐπ’ ἀρχέτυπον τὸν Χριστὸν αὐτὸν ἀναφέρεται;

Τί τούτων σαφέστερον ἢ ἐκδηλότερον πρὸς συνηγορίαν καὶ πίστωσιν τῆς ἀληθείας, καὶ τοῦ ὀρθοῦ λόγου, καὶ τῆς ἐκκλησιαστικῆς καὶ εὐσεβοῦς παραδόσεως; Τίς τῶν ἄγαν ἀσυνέτων καὶ ἀνοήτων οὐ συνήσει, ὅτι τὴν τεχνητὴν εἰκόνα, ἐφ’ ἧς καὶ τὸ ζητούμενον πρώτως ὡς ἔναγχος δέδεικται ἀποδέδοται, πρὸς σαφήνειαν καὶ ἀνάπτυξιν τῆς κατὰ τὴν θεολογίαν φυσικῆς εἰκόνος, ὡς οἰκεῖον καὶ ἐμφανέστατον καὶ πρόσφορον ὁ θεοφόρος παράδειγμα προηγάγετο; Ὁ γὰρ μὴ οὕτω ταῦτα ὡς νῦν τετήρηται καὶ ἀποδέδοται ἔχειν οἰόμενος, πόῤῥω που τῆς Πατρικῆς διανοίας καὶ τοῦ σκοποῦ ἀφέστηκε, καὶ τῶν ἀληθῶν αὐτῶν ἀνοηταίνων ὁλοτρόπως διημάρτηκεν.

κγʹ. Ἀλλ’ οἱ Χριστομάχοι ταῦτα ἀποκρυψάμενοι, καὶ τοὺς ἁπλουστέρους παραλογίζεσθαι βουλόμενοι, λανθάνειν τὴν ἑαυτῶν πικρίαν καὶ τὴν κατὰ τῆς ἀληθείας μάχην ὑποτοπάζουσι· τοσοῦτον ἐσκοτίσθησαν τὰς ψυχάς, ὡς τὰ σαφῶς διηγορευμένα, καὶ τὴν τῶν πολλῶν γνῶσιν μὴ διαφεύγοντα ταμιεύσασθαι· ὑφ’ ὧν δὴ τὸ κακοῦργον αὐτῶν πλέον δημοσιεύεται.

Ἑξῆς δὲ ἡμῖν ὁ τῷ ἱερῷ τούτῳ Πατρὶ ὁμότροπος καὶ ὁμόγνωμος καλείσθω, ἐν ταῖς ἑαυτοῦ θεολογίαις ὁ μέγας Γρηγόριος, τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξερχόμενος· «Εἰκὼν δέ, ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἀκινήτως κινουμένου, ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σήθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον· τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τὸ μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον ἢ ἀφομοίωμα.» Ὧδε μὲν ἔχει τὰ τοῦ Πατρός.

Ὅτι δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται, οὕτως εἰσόμεθα· εἰπὼν γὰρ ὅτι τοιαύτη ἡ τῆς εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, φαίνεται πάσης εἰκόνος ἁπλῶς τὸν λόγον εἰσάγειν, ἵνα διὰ τούτου σχῇ τὸ ζητούμενον· καὶ γὰρ ἐκ τῶν καθολικωτέρων τὰ μερικώτερα δείκνυται· καὶ οὗτος τῆς ἀρίστης καὶ κυριωτέρας ἀποδείξεως ὁ τρόπος· τὰ δὲ ἑπόμενα, δείκνυσι μᾶλλον αὐτὸν πρὸς τὴν αἰσθητὴν ταύτην εἰκόνα καὶ τεχνητὴν ἀποσκοπεῖν· ἐπαγαγὼν γὰρ τό, «Πλὴν ὅτι καὶ πλέον ἐνταῦθα,» τὴν ὑπεροχὴν τῶν προκειμένων αὐτῷ ἐπὶ τῇ θεολογίᾳ, διὰ τῆς συγκριτικῆς φωνῆς ἐσήμανε, διακρίνας ἑκάτερον τοῦ ἑτέρου· προσεπενέγκας δὲ τό, «Ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου, ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα,» τὴν πρὸς ἀλλήλας παρέστησεν ἣν ἔχουσι διαφοράν· ὡς εἰ ἔλεγεν ὅτι ἴδιον τῆς μὲν τεχνητῆς εἰκόνος, τὸ ἀκίνητον κινουμένου· οἰκεῖον δὲ τῆς φυσικῆς τὸ ζῶντος καὶ ζῶσα· μετὰ ταῦτα καὶ αὐτῶν τῶν φυσικῶν σύγκρισιν ποιεῖται ἐπὶ τῶν ἀσυγκρίτων, τὸν τοῦ Ἀδὰμ καὶ τοῦ Σὴθ παρενείρας λόγον, καὶ ὅσα περὶ τῆς τῶν ἁπλῶν διείλεκται φύσεως· προσεκτέον δὲ κἀνταῦθα, ὡς ὁ θεηγόρος οὗτος τὰ τῆς θεολογίας ἐξαίρων τῷ εἶναι πάντων ἐξῃρημένην, διὰ τῆς τῶν πάντων ἀφαιρέσεως, καὶ ταῦτα δὴ τὰ χειρόκμητα οὐ μόνον οὐκ ἀποπέμπεται, ἀλλὰ καὶ ὥσπερ ἀγάμενος ἀποδέχεται.

κδʹ. Ὁ θεοφόρος Κύριλλος, ὁ τῆς μεγάλης τῆς Ἀλεξάνδρου πρόεδρος, καὶ μέγας διδάσκαλος, τοῖς προάγουσι συνειστρεχέτω καὶ συμφθεγγέσθω· τοιάδε τινὰ περὶ τῶν προκειμένων φάσκων· «Ὥσπερ ἂν εἴ τις εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ Γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα, εἴποι δ’ ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή, Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν βασιλέα· καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν· καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ κατὰ τὸ τῆς μορφῆς σχῆμα· τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφή, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ σώζεται· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἆρ’ οὖν ἕπονται τοῖς σοφοῖς τούτοις λόγοις, ἢ ἔνθα μέν, ἔνθα δὲ οὔ, καὶ ὡς ἡ τοῦ ἐνεργοῦντος ὑποβάλοι πονηρὰ γνώμη; Εἰ μὲν οὖν βούλοιντο πείθειν ἡμᾶς, ὡς κατὰ τὰ εἰρημένα τῷ διδασκάλῳ, ὁμοούσιον τῷ φύσαντι τὸν Υἱὸν δοξάζουσιν, οἷα εἰκόνα ὄντα Πατρός, καὶ βασιλέα μετὰ τῆς καθ’ ἡμᾶς ἣν ὑπέδυ μορφήν, ὁμολογοῦντες τιμῶσι κατὰ τὸ προκείμενον ἤδη παράδειγμα· προσκυνείτωσαν σὺν ἡμῖν τὴν προσκυνητὴν αὐτοῦ εἰκόνα, μονονουχὶ καὶ αὐτὴν λέγουσαν·

Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πάντων Βασιλέα καὶ Κύριον Ἰησοῦν τὸν Χριστὸν καὶ Θεόν· εἰ δὲ οὐ τοῦτο δέχονται, οὐδὲ τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ δοξάζουσι, καὶ τῆς βασιλείας ἀποψηφιοῦνται, καὶ ἀλλοτρίους ταύτης τε καὶ τῆς καθ’ ἡμᾶς πίστεως ἑαυτοὺς σαφῶς ἀποδείξουσι.

κεʹ. Τούτοις τοῖς θεοσόφοις Πατράσι καὶ ὁ πολὺς τὰ θεῖα καὶ θεοφάντωρ Διονύσιος συνῳδὰ φραζέτω. «Ὅτι καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων, εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ἀκλινῶς ὁ γραφεὺς εἰσορᾷ, πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ καταμεριζόμενος, αὐτὸν ἐκεῖνον, ὅστις ἐστί, τὸν γραφόμενον, εἰ θέμις εἰπεῖν, διπλασιάσει, καὶ δείξει τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι, τὸν ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον· οὕτως τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ πρὸς τὸ εὐῶδες καὶ κρύφιον κάλλος ἀτενὴς καὶ ἀπαρέγκλιτος θεωρία, τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον ἴνδαλμα.» Πείθονται τούτοις οἱ τῆς ἀπειθείας υἱοί, καὶ τιμῶσι τοὺς θεολόγους; καὶ δέχονται εἶναι καὶ αἰσθητὰς εἰκόνας; καὶ ὁμολογοῦσι περιγραπτὸν τὸν πολλαπλασιαζόμενον; καὶ προσκυνοῦσι τὸν δι’ ἑκατέρου ἑκάτερον δεικνύμενον; ὅ ἐστιν ὁ εἰκονιζόμενος καὶ τὸ εἰκονίζον, ὡς νῦν παρ’ ἡμῶν δοξάζεται ὁ Χριστὸς καὶ ἡ Χριστοῦ σεβασμία εἰκών; Ἢ ἑκάτερον δι’ ἑκατέρου ἐξουθενοῦσι, καὶ ἀτιμάζουσι τὸν Χριστὸν διὰ τῆς εἰκόνος αὐτοῦ; συνατιμάζουσι δὲ καὶ τὸν ἱεροφάντην διδάσκαλον, καὶ ταύτῃ ἡμᾶς βεβαιώσονται, ὡς οὐδενὶ τρόπῳ τοῦ κρυφίου μετέσχον κάλλους, αἰσχροὶ δέ εἰσι καὶ ἀκάθαρτοι, καὶ πάσης θεοειδοῦς ἐμφάσεως ἀμέθεκτοι;

κϛʹ. Ὡσαύτως δὲ ἔχειν καὶ τῷ Κλήμεντι ἐκείνῳ τῷ Ἀλεξανδρειάθεν δοκεῖ, ἐν οἷς Περὶ τοῦ νομικοῦ Πάσχα διαλαμβάνων φησίν· «Ὡς εἴ τινος εἰκών, μὴ παρόντος μὲν τοῦ ἀρχετύπου, τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται, καὶ παρούσης τῆς ἀληθείας, καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης, διὰ τὸ σημαίνειν τὴν ἀλήθειαν.» Καὶ τὰ μὲν τῶν θεοφόρων τοιαῦτα.

Ἐπιτηρητέον δέ, ὅτι οὐ διωρισμένως οὐδὲ ἰδικῶς περὶ τῆς τοιᾶσδε εἰκόνος, ἢ τοῦδε τοῦ εἴδους μόνου, ἐπὶ πάσης δὲ ἁπλῶς εἰκόνος τὴν αὐτὴν ἔννοιαν καὶ δύναμιν παριστάνουσι, καὶ τὴν εἰς τὸ πρωτότυπον σχέσιν τε καὶ οἰκειότητα διασώζειν, συμφώνως διαγορεύουσιν· ὅπερ ἐμφανέστερον δηλοῖ τὰ τῷ θείῳ εἰρημένα Διονυσίῳ· εἰ καί τινες τῶν Πατέρων διὰ τὴν οὕτω τηνικαῦτα ἐπικρατήσασαν συνήθειαν, τὰς βασιλέων εἰκόνας δημοσιεύεσθαί τε καὶ προσκυνεῖσθαι, τῷ κατὰ τὸν βασιλέα συνεχρήσαντο παραδείγματι, ὡς τῶν ἄλλων ἐγγυτέρῳ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Κυρίῳ τῶν ὅλων, ἐπεὶ τῶν ἐπὶ γῆς μεῖζον πάντων καὶ ὑπερτεροῦν ἀξίωμα· οὕτω καὶ τοῦ εἱρμοῦ τοῦ λόγου φέροντος· ἐκ γὰρ τῶν ἐγκοσμίων τὰ ὑπερκόσμια, καὶ τῶν ταπεινοτέρων τὰ ὑψηλότερα καθόσον ἐφικτὸν ἐκκαλύπτεται· ὅτι δὲ τὰ δρώμενα ἐν ταῖς εἰκόσιν ἐπὶ τὸ πρωτότυπον ἀναφέρεται, κἀκ τῶν ἱερῶν Γραμμάτων συνιδεῖν ῥᾴδιον.

κζʹ. Καὶ γὰρ ἡ κατὰ τὸν μακάριον Σαμουὴλ ἱστορία τοιοῦτόν τι παραδηλοῦν βούλεται· οὗτος γὰρ καὶ πρὸ ὠδίνων, τῷ Θεῷ παρὰ τῇ φιλοθέῳ ὑποσχεθεὶς μητρί, εὐθὺς ἐκ σπαργάνων αὐτῶν ἀνιέρωτο· εἶτα ἱερατεύειν λαχὼν τῷ Θεῷ, εἰκὼν ἦν Θεοῦ καὶ καθὸ ἱερεύς· καὶ τοῦτο ἡμᾶς ἐμπεδοῖ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· καὶ μὲν δὴ καὶ ἡ τοῦ πανσόφου Παύλου διδάσκει φωνή, ὅτι Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Οὗτος οὖν ἱερεύων, εἰκόνιζε Θεόν· ἐπειδὴ δὲ οἱ ἐξ Ἰσραὴλ καταγηράσκοντα ἑώρων, ἐν αἰτίαις τε μεγάλαις ἐποιοῦντο τοὺς παῖδας τοὺς αὐτοῦ, ἧκον πρὸς αὐτὸν ἄνδρες, καὶ δὴ καὶ ᾔτουν βασιλέα καταστήσειν αὐτοῖς, καθὰ δὴ κἀν τοῖς ἄλλοις κατεθεῶντο γινόμενον ἔθνεσι. Τί οὖν φησιν ἡ Γραφή; Πονηρὸν μὲν ἤδη καὶ αὐτῷ τῷ προφήτῃ καὶ λίαν ἐνδίκως τὸ αἰτούμενον κατεφαίνετο· τὰ δὲ τοῦ θείου χρησμοῦ τίνα καὶ ὁποῖα;

Ἄκουσον, φησὶν ὁ τῶν ὅλων Θεός, οἷα δὴ χαλεπαίνων καὶ ὀργιζόμενος, τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλῶσι πρὸς σέ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμέ. Φανερώτατα οὖν καὶ ἐντεῦθεν δείκνυται, ὡς ἡ εἰς τὸν προφήτην ἐξουθένησις, ἅτε θεῖον ἀνάθημα καὶ τὰ θεῖα ἐξεικονίζοντα, ὡς ἐξ εἰκόνος ἐπὶ τὸν Θεὸν ὡς εἰς ἀρχέτυπον διαβέβηκεν· οὕτως γε μὴν καὶ ἐπὶ τῶν εὖ γινομένων γινώσκομεν· ἀκούομεν γὰρ ἐν Εὐαγγελίοις τὸν Σωτῆρα Θεὸν πρὸς τοὺς θεσπεσίους ἀποφαινόμενον μαθητάς· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· κατὰ ταῦτα δὴ οὖν, τὰ εἰς τὴν Ἐκκλησίαν Χριστοῦ ἀδικήματα, τῶν τε ἱεροτυπιῶν χάριν, καὶ δὴ καὶ τῶν ἀνατεθειμένων καὶ ἱερωμένων αὐτῷ σωμάτων, εἰς αὐτὸν τὸν Χριστὸν μετενήνεκται. Τί οὖν; οὐ χαλεπαίνει καὶ ἀγανακτεῖ ἐν τούτοις Θεός; Πάνυ μὲν οὖν· ἀναβάλλεται δὲ τὴν ὀργήν, ὥσπερ ἐπὶ τοῖς πάλαι, οὕτω δὴ καὶ ἐπὶ τοῖς νῦν ὑβρισταῖς, κἂν αὐτοὶ τῆς ἀφάτου μακροθυμίας καταφρονῶσι καὶ ἀγαθότητος· ἐκεῖνο δὲ πῶς οὐ συνιᾶσιν οἱ ἀνόητοι, ὅπερ εἰς ἔλεγχον τῆς παρανοίας αὐτῶν πρόκειται; ἐχρῆν γὰρ αὐτοὺς ἐκεῖθεν χειραγωγεῖσθαι ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν.

κηʹ. Τί δ’ οὖν ἐστιν ῥητέον; Εἰ μὴ ᾔδεσαν ταῦτα οὕτως ἔχειν Χριστιανοί, πῶς τὸ ἀνέκαθεν τὰ παρ’ Ἕλλησι πρὸς σεβασμὸν καὶ θρησκείαν γνωριζόμενά τε καὶ τεκταινόμενα, βδελυκτὰ ἡγοῦντο καὶ κατάπτυστα; ζήλῳ δὲ θείῳ, καὶ σπουδῇ πάσῃ χρώμενοι, καθῄρουν τε εὐσθενῶς ἐκ βάθρων αὐτῶν καὶ διέφθειρον, πυρί τε παρεδίδοσαν, καὶ ἄλλως τὸν ὄλεθρον αὐτῶν ἐργαζόμενοι ἦσαν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔπραττον; ἢ οὐχὶ μίσει καὶ ἀπεχθείᾳ τῶν δι’ οὓς ἐκεῖνα γεγόνασι; Καὶ γὰρ Ἕλληνες καὶ ἀνθρώπων τινῶν εἰκόνας διατυποῦν δόξαντες, καθίδρυσαν ἀνοητότατα θεοστυγῶν τινων καὶ μιαρῶν καὶ ἐπ’ αἰσχρότητι βεβοημένων, ἣ καὶ ἄλλως γενναῖόν τι καὶ εὐσθενὲς κατὰ τὸν βίον διηνυκότων· ἔστι δὲ ὧν καὶ δαιμόνων τινῶν παρ’ αὐτοῖς θεραπευομένων, ἃ δὴ καὶ εἴδωλα καὶ φασματώδη πλάσματα καλεῖν θεμιτόν, καὶ πλάνης ἀνάμεστα. Εἰ οὖν οὕτω ταῦτα ἔχει, πῶς οὐ δίκαιον τὰ καθ’ ἡμᾶς ἅγια διὰ τιμῆς ἁπάσης ἦχθαι, πίστει τῇ εἰς τὰ πρωτότυπα καὶ σεβασμιότητι, εἴπερ ὁμολογοῦμεν αὐτὰ σεβασμοῦ ἄξια; Τί γὰρ τοῦ Κυριακοῦ σώματος τιμιώτερον ἢ σεβασμιώτερον, ὃ καὶ μετεχόμενον τοὺς πίστει δεχομένους καθαγιάζει, καὶ εἰκονιζόμενον ἀποπληροῖ χάριτος;

διὸ προσκυνητὰ καὶ τίμια παρὰ Χριστιανοῖς μετὰ τῶν ἄλλων ἁγίων· ἀλλ’ οἱ ἀνόσιοι πρὸς τὰ οὕτως ἀναντίβλεπτα, εὐθὺς ἀνθυποφέρουσιν· «Ὅτι Ἕλληνες μὲν τὰ Ἑλλήνων δοξάζουσι· παρ’ ἐκείνοις γὰρ τὸ τοιοῦτον ἐφεύρεμα· Χριστιανοῖς δὲ οὐκ ἐξὸν τοῦτο ποιεῖν.» Καὶ οὐ συνῆκαν ὅτι τοῦτο αὐτοῖς μᾶλλον ἀντιτετάξεται, συναγορεύσει δὲ ἡμῖν εἰς τὰ μάλιστα· τί δή ποτε γὰρ μὴ καὶ Χριστιανοὶ τὰ Χριστιανῶν τιμήσουσι; καίτοι ψευδῆ μὲν τὰ Ἑλλήνων καὶ ἀπάτης ἔμπλεα, τὰ δὲ ἡμέτερα ἀληθῆ καὶ ἀληθῶς πεπραγμένα ἐπιγινώσκομεν καὶ πιστεύομεν· καὶ ὅσῳ τὸ ἀληθὲς τοῦ ψεύδους αἱρετώτερον, τοσούτῳ ἕδει τὴν τῶν καθ’ ἡμᾶς δόξαν σπουδαιοτέραν εἶναι καὶ θερμοτέραν. Τοσοῦτον οὖν τῶν αἰσθητῶν εἰκόνων ὁ λόγος τὸ ἀξιόπιστον ἢ αὐτόπιστον κέκτηται, ὥστε καὶ εἰς παράστασιν καὶ πίστωσιν ἑτέρων σαφῆ, καὶ ταῦτα θείων καὶ ὑπερφυῶν, καὶ τῆς ἀνωτάτω καὶ πάντων ἐπέκεινα φύσεως, παρὰ τῶν θεολήπτων παραλαμβάνεσθαι. Οὐκοῦν οὐκ ἐπὶ τῆς θεολογίας μόνον ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς τῶν εἰκονιζομένων ὡς δείκνυται· καὶ εἰ τοῦτο οὕτως ἔχει, ἀξιολογώτατον ἂν εἴη Χριστιανοῖς μάλιστα καὶ ἐποφειλόμενον, ταῖς Χριστοῦ καὶ τῶν ἁγίων εἰκόσι τὸ σεβάσμιον ὡς σεβασμίαις νέμειν.

κθʹ. Εἰ γὰρ ἐπὶ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τὸ εἰκονίζεσθαι εἰσενήνεκται, καὶ τοσοῦτον τὸ τῆς εἰκόνος χρῆμά τε καὶ ἀξίωμα, ὡς καὶ ἐπὶ τῆς θείας καὶ ἀποῤῥήτου φύσεως συνεμφαίνεσθαι, καὶ τοῦ Υἱοῦ τὴν υἱικὴν καὶ φυσικὴν σχέσιν καθ’ ἣν πρὸς τὸν Πατέρα οὐσιωδῶς εἰκονίζων οἰκειοῦταί τε καὶ συνάπτεται, παριστᾷν καὶ δηλοῦν δύνασθαι, τί ποτε ἄρα μὴ καὶ ἐπὶ τῶν συνθέτων τούτων μάλιστα παραληφθήσεται, τῆς κατὰ Χριστόν, φημί, συνθέτου ὑποστάσεως; ἐξ οὗ δὴ γνωριμώτερον ἡμῖν καὶ οἰκειότερον τὰ τῆς σωτηρίου αὐτοῦ πρὸς ἀνθρώπους ἐπιφανείας κατασταθήσεται, συνθέτοις γε οὖσι καὶ ὑλικοῖς καὶ παχυτέροις, καὶ διὰ τοῦτο δεομένοις τῶν ὑλικῶν ἀναλόγως καὶ αἰσθητῶν, ὡς συνήθων καὶ οἰκειοτάτων ἡμῖν, πρὸς ἐκδηλοτέραν διδασκαλίαν, καὶ τῶν ὑπὲρ ἡμᾶς ἀνατατικὴν χειραγωγίαν. Εἰ δὲ οὐκ ἐξῆν τοῦτο, οὐδὲ πρέπον ᾠήθησαν οἱ κλεινοὶ τῆς Ἐκκλησίας καθηγεμόνες, προσδιέστειλαν ἂν καὶ προσδιωρίσαντο, τούτων μόνων ὑφελόμενοι τὴν προσκύνησιν· καὶ τί δεῖ λέγειν προσκύνησιν; μηδὲ τυποῦσθαι τὸ παράπαν πάντη καὶ πάντως ἐθέσπισαν μίμημα.

λʹ. Ἀλλ’ αὐτῶν γε ἔνιοι καὶ οἴκους ἱεροὺς ἐδείμαντο, καὶ ἱερὰ κειμήλια ἐτεκτήναντο, ἐν οἷς ταῦτα ἐντυποῦντες καὶ διαγράφοντες φαίνονται· ὧν καὶ ὄντων καὶ γινομένων, τὸν τῆς ζωῆς βιοῦντες διετέλουν ἅπαντα χρόνον· ἤδη δὲ καὶ ὅροις καὶ κανόσι θείοις ἀναστηλοῦσθαι τὰ Χριστοῦ ἐτύπωσαν, καὶ μᾶλλον τῷ ἀνθρωπείῳ εἴδει, ὅσῳ καὶ τῇ ἀληθείᾳ προσῳκείωται, ἢ τῷ τοῦ ἀμνοῦ, οἱ ἀρχαιότεροι, οἱ τὴν ἱερὰν καὶ ἁγίαν ἕκτην συγκεκροτηκότες σύνοδον θεόσοφοι πατέρες διδασκέτωσαν· οὓς πάντας παρορῶντες οἱ ἀνόσιοι, ἐπὶ τὸν κορυφαῖον τῆς ἀθεΐας τὸν δυσσεβῆ Εὐσέβιον ἀποτρέχουσι καὶ οὓς παρεπλάσαντο Πατέρας, ταῖς οἰκείαις ὀρέξεσι τῆς ἀσεβείας ἐκκαιόμενοι, ἔκ τε τῆς Μανιχαίων καὶ Ἀρειανῶν λύμης ἐρανισάμενοι φάσματα, καὶ τούτων μέρη τινὰ καὶ τμήματα πάσης βδελυρίας καὶ ἀκαθαρσίας ἀνάμεστα, πόῤῥω που τοῦ τῆς Ἐκκλησίας χοροῦ καὶ τῆς θείας ἐκ πλειόνων χρόνων ἀπεληλαμένους δόξης, οὓς καὶ τὸ ἀπερίγραπτον ἐπὶ Χριστοῦ, ὥσπερ καὶ τὸ ἀλλότριον καὶ ἑτεροούσιον τῆς τοῦ γεγεννηκότος οὐσίας φρονοῦντας, αἱ ἱεραὶ σύνοδοι ἀπεκήρυξαν, φρικτοῖς ἀναθέμασι καταζεύξαντες.

Ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, τὸν ἱεροφάντην Κύριλλον τοῦ καθ’ ἡμᾶς λόγου καὶ τῆς ἀληθείας ὑπέρμαχον προστησάμενοι, ἵδωμεν ποῦ ποτε ἄρα ὁ τῆς εἰκόνος αὐτοῖς λόγος ἐκβήσεται· θαυμάζω γὰρ εἰ μὴ ἀποστασίου γραφὴν ἀπενέγκοιντο· ὧδε γάρ φησι, τὴν πρὸς Ῥωμαίους τοῦ θείου Ἀποστόλου ὑπομνηματίζων Ἐπιστολήν· «Τόν γε μὴν ἐκ σπέρματος Δαβὶδ γεγονότα, κατὰ τὴν σάρκα ὡρίσθαι φησὶν εἰς Υἱὸν Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν· ὡρίσμεθα μὲν γὰρ καὶ ἡμεῖς εἰς υἱούς, ἀλλ’ οὐκ ἐν δυνάμει μᾶλλον, ἀλλ’ ὡς ἐν χάριτος μοίρᾳ, τῆς κλήσεως ἀξιούμενοι· καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς τὸ χρῆμα κερδαίνοντες· ὁ δέ γε Ἐμμανουὴλ οὐκ ἂν ὧδε ἔχοι, πολλοῦ γε καὶ δεῖ· ἀλλ’ εἰ καὶ γέγονεν ἐκ σπέρματος τοῦ Δαβὶδ κατὰ σάρκα, καὶ ὡς εἷς ἐξ ἡμῶν εἰς Υἱὸν λογίζεται Θεοῦ διὰ τὸ ἀνθρώπινον, ἀλλ’ οὖν ἐν δυνάμει καὶ ἀληθείᾳ κατὰ φύσιν Υἱός ἐστι, δι’ οὗ καὶ ἡμεῖς υἱοποιούμεθα· εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς τὸ αὐτοῦ Πνεῦμα πεπλουτηκότες διὰ τοῦ ἁγίου βαπτίσματος, τότε δή, τότε καὶ ἀνεπιπλήκτως φαμέν, Ἀββὰ ὁ Πατήρ. Οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοί, πρὸς τὸν φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο.» λαʹ.

Ἐπιστατέον οὖν ἀκριβῶς, ὅτι γε τὸ τῆς εἰκόνος παράδειγμα, οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν ὅπως ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτω κἀνταῦθα παρενήνεκται, ἀλλ’ ὅπως ἡμεῖς οἱ θέσει καὶ χάριτι υἱοί, πρὸς τὸν φύσει καὶ δυνάμει Υἱὸν ἔχομεν, καὶ ἐν ἀποδείξει τοῦ τρόπου καθ’ ὃν ἠξιώμεθα τῆς υἱοθεσίας· ὅτι ὡς αἱ εἰκόνες πρὸς τὰ πρωτότυπα ἁπλῶς καὶ ἀδιορίστως οὐ τοῦδε τοῦ προσώπου εἰκὼν ἢ τῆσδε τῆς ἀξίας, οἷον βασιλικῆς κατὰ τὰ προηγούμενα· τὸ δὲ ὅπως ἔχουσιν αἱ εἰκόνες πρὸς τὰ πρωτότυπα, αἱ κοιναὶ ὑπολήψεις καὶ ἔννοιαι παριστῶσι, καὶ πᾶσι τοῖς σωφρονοῦσι συμπεφώνηται καὶ διωμολόγηται, οἴκοθέν τε καὶ αὐτοδίδακτον τὴν περὶ τούτων γνῶσιν κεκτημένοις. Οὕτως οὖν ἡμεῖς οἱ κατὰ θέσιν υἱοί, πρὸς τὸν φύσει καὶ ἀληθείᾳ καὶ δυνάμει· πᾶν γὰρ παράδειγμα ὡς πάντως ὁμολογούμενον παραλαμβάνεται, ἵνα ἐκ τῶν γνωριμωτέρων καὶ σαφεστέρων τὰ διαμφιβαλλόμενα καὶ ἀσαφῆ τὴν πίστωσιν καὶ πληροφορίαν δέξηται· διττὸς οὖν ἐνταῦθα ὁ τῆς υἱοθεσίας πρόκειται τῷ Πατρὶ τρόπος· καὶ γὰρ ὁ μὲν φύσει καὶ ἀληθείᾳ ἔστι τε καὶ λέγεται, ὃς τῷ Θεῷ καὶ Λόγῳ προσῳκείωται, ἢ τάχα οὐδὲ υἱοθεσία, ἀλλ’ υἱότης τοῦτο κυριώτερον ἂν λεχθείη· ὁ δὲ θέσει καὶ χάριτι, ἥτις ἐφ’ ἡμῶν τῶν πεπιστευκότων εἰκότως ἐφήρμοσται. Πῶς οὖν ἔχει ὁ δεύτερος πρὸς τὸν πρότερον; Ὡς αἱ εἰκόνες, φησί, πρὸς τὸ ἀρχέτυπον.

Καὶ γὰρ καθὸ τὴν εἰκόνα τοῦ χοϊκοῦ ἐφορέσαμεν, φησὶ τὸ ἀποστολικὸν λόγιον, οὕτω καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσωμεν. Ὃ δὴ καὶ αὐτὸς οὗτος ὁ μακάριος Κύριλλος ἐν ἑτέροις σαφῶς οὑτωσὶ διαγορεύων φησί· «Διανενευκότος τοῦ ζώου πρὸς τὸ πλημμελές, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠῤῥωστηκότος· τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτό, καὶ σημάντρου δίκην ἀποῤῥήτως ἐντεθειμένον ἀπενοσφίζετο πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς ἀναπέφανται· ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεϊόν τε καὶ ἅγιον Πνεῦμα, μεταστοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον δι’ αὐτοῦ πρὸς ἰδίαν ἡμᾶς μεταῤῥυθμίζειν ἐμφέρειαν.» Ὃ δὲ τούτων πάντων ἰσχυρότερον, πάλιν αὐτὸς ὁ διδάσκαλος ἔφησεν, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχει ὁ Υἱός. Εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρα, φησὶν ὁ ἱερὸς λόγος, τοῦ γεγεννηκότος. Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. Τί πρὸς ταῦτα εἴποιεν; ἆρα οὐκ ἂν ἀπέλθοιεν ἐντεῦθεν ἐληλεγμένοι καὶ ᾐσχυμμένοι;

Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν τῆς θεολογίας λόγον ἀποδέδωκε, φήσας εἰκόνα εἶναι τοῦ γεγεννηκότος τὸν Υἱόν, κατὰ τὸ λόγιον· ὅσον δὲ εἰς τὸ κοινὸν καὶ καθόλου τοῦ τῶν εἰκόνων τρόπου, τῇ ἐπαγωγῇ ὑποδείκνυσι, τῷ πληθυντικῷ ἀριθμῷ χρησάμενος καὶ εἰπών, Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. Ἆρα καὶ ταύτην τὴν φωνὴν ἐπὶ τῆς θεολογίας ἐκλήψονται οἱ ἀνόητοι, ἵνα καὶ υἱοὺς πολλούς, ἤδη δὲ καὶ πατέρας εἰσαγάγωσι, καὶ πολυθεΐαν πρεσβεύσωσιν; Οὐ γὰρ ἡ εἰκών, φησίν, ἀλλ’, αἱ εἰκόνες ὡς τὰ ἀρχέτυπα, δεικνὺς ἐν τούτῳ τήν τε ὁμοιότητα καὶ τὴν οἰκειότητα.

λβʹ. Τί τούτων σαφέστερον ἢ ἐκδηλότερον πρὸς τὰ εἰς ζήτησιν ἡμῖν προκείμενα; εἰ μὴ τοσοῦτον πεπήρωνται τὸν νοῦν, καὶ τὸ τῆς διανοίας αὐτοῖς ἐσκότισται ὄμμα. Τί οὖν φαῖεν πρὸς ταῦτα οἱ τῆς υἱοθεσίας ἀλλότριοι; ἆρα ἀντιβλέψαι δυνήσονται πρὸς τὴν οὕτω λαμπρὰν καὶ διαφανῆ τῆς ἀληθείας αὐγήν; ἆρα ἀνθυπενέγκοιεν τὰ ἐκ τῆς βδελυρᾶς καὶ θεοστυγοῦς αὐτῶν καρδίας ἐξερευγόμενοι εἰκαῖα καὶ μυσαρὰ ληρωδήματα; δέχονται τούτους τοὺς θεηγόρους λόγους, ἢ παραγράφονται τὸν διδάσκαλον;

εἰ μὲν οὐ δέξονται, αὐτόθεν αὐτοῖς τὸ τῆς Χριστοῦ ποίμνης ἠλλοτριῶσθαι ὑπάρξειεν· εἰ δὲ δέχονται, δυοῖν ἀνάγκη θάτερον· ἢ τὸν τῶν εἰκόνων λόγον ὡς ἔχουσι πρὸς τὰ ἀρχέτυπα, ὡσαύτως ἡμῖν συμφήσαιεν, καὶ διὰ τοῦτο καὶ τὴν τοῦ Κυρίου εἰκόνα καὶ τῶν ἁγίων μεθ’ ἡμῶν προσκυνῆσαι καταδέξονται· ἢ τῆς υἱοθεσίας περιφανῶς ἐκβληθήσονται, ἢ διὰ τοῦ ἁγίου Πνεύματος ἐν τῷ θείῳ λουτρῷ πεπλουτήκαμεν, καὶ μετὰ Ἰουδαίων καὶ Ἑλλήνων τετάξονται, εἴπερ ἣν ἔχουσι πρὸς ἄλληλα κοινωνίαν τε καὶ σχέσιν οὐ διδόασιν· οἴχεται γὰρ αὐτοῖς τὸ θεῖον βάπτισμα, ἀνῄρηται τὸ κατ’ εἰκόνα εἶναι τοῦ Κτίσαντος, ἔκπτωτοι καὶ ἀπωσμένοι τῆς ἱερᾶς τῶν Χριστοῦ τέκνων ἀγέλης, τὸ λοιπὸν χρηματιοῦσι· τοσοῦτον ἀπώναντο τῆς κατὰ τὰς ἱερὰς εἰκόνας ὕβρεως οἱ ταλαίπωροι· ὑπερθαυμάσαιτο δ’ ἄν τις αὐτοὺς καὶ ἐντεῦθεν εἰκότως εἰς ὅσον ἠλιθιότητος καὶ ἀσυνεσίας ἐξέπεσον, ἀκολουθοῦν ταῖς ἀνοσιουργοῖς πράξεσι, καὶ τὸ φρόνημα σχόντες.

λγʹ. Προσποιοῦνται μὲν γὰρ καὶ κατασχηματίζονται τὸν τοῦ σταυροῦ τύπον τιμᾷν· τὸ δὲ πρᾶγμα αὐτό, ὅπερ ἐστὶ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος, ταῖς ἀληθείαις ἀναιροῦσι. Πῶς γὰρ πείσεται ἢ σταυρωθήσεται, κατὰ τὴν ἐκείνων παράνοιαν, ἀπερίγραπτον ἀνειληφὼς σῶμα; τί γὰρ ἂν εἴη τὸ ἐν τῷ σταυρῷ καθηλούμενον, ἢ τοῖς ἥλοις διαπειρόμενον; καὶ ποῖ τῆς αἰχμῆς οἱ ὄγκοι εἰσδύσειαν, εἰ μὴ περιγράφοιτο; ἢ κἀνταῦθα τὸ τῆς δοκήσεως τοῖς ἀδοκίμοις ἐπαχλύσειε σκότος; πῶς γὰρ οὐκ ἀδόκιμοι τὸν νοῦν καὶ τὴν ψυχὴν ἐσκοτισμένοι, λαλοῦντες διεστραμμένα; ἀγαθὰ γὰρ λαλεῖν οὐκ ἴσασι, πονηροί γε ὄντες, καὶ ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας τὰ πονηρότερα προφερόμενοι· ἆρ’ οὖν οὐ πεφώραται τὰ τῆς ἀσεβείας αὐτῶν, ὅπως οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, τὰ μὲν τοῦ σταυροῦ πρεσβεύειν ὑποκρίνονται, αὐτὸν δὲ τὸν τύπον τοῦ σταυροῦ τοῖς ἱεροῖς χαρακτῆρσι συνανορύττουσι καὶ συγκαταλύουσι;

λδʹ. Τί οὖν φασιν, οἱ ῥήματα δόλια καὶ διεστραμμένα προβαλλόμενοι; «Τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦμεν, διὰ τὸν ἐκταθέντα ἐν αὐτῷ.» Δήλη δὲ τούτων ἥ τε παραφροσύνη καὶ ἡ σκαιότης καθέστηκεν, ὡς τὸν μὲν τοῦ ἁγιάζοντος τύπον βδελύσσονται ἤδη καὶ διαπτύουσι, τὸν δὲ τοῦ ἁγιαζομένου τιμᾷν ἔδοξαν· καίτοι πῶς ἡγίασται κατ’ αὐτούς, μὴ πεπονθότος τοῦ Χριστοῦ σώματι κατὰ ἀλήθειαν; πρὸς μὲν οὖν τὴν τοιαύτην παράνοιαν καὶ φρενοβλάβειαν, οὐδὲ ἀποκρίνεσθαι χρεών· «Μὴ ἀποκρίνου γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ,» διδασκόμεθα. Δι’ αὐτὸ δὲ τοῦ λόγου τὸ ἀληθὲς καὶ ἀκόλουθον, καὶ τὴν τῶν ἐπιεικεστέρων εὐπείθειαν, ταῦτά φαμεν· ὅτι πρῶτον μὲν πάντα τὰ ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, ἱερά τε καὶ ἅγια καὶ ἴσμεν καὶ ὁμολογοῦμεν· καὶ διὰ τοῦτο, προσκυνητὰ καὶ σεβάσμια ὁμοίως παρ’ ἡμῖν εἰσι καὶ τίμια, καὶ οὐδὲν ἄδοξον, οὐδὲν ἄτιμον, ὥσπερ δὴ καὶ ἑτέρωθι ἡμῖν λέλεκται· καὶ οὐκ ἐξὸν ἡμῖν τοῖς πιστοῖς· οὐδὲ τὰ παραδεδομένα παρὰ τῶν προεστώτων τοῦ καθ’ ἡμᾶς λόγου ἐπαγγέλλεται διακρίσεις τινὰς καὶ ἐξετάσεις ποιεῖσθαι, ὁποῖον δὴ πρότερον ἢ δεύτερον, καὶ ὅτι τιμιώτερον ἢ ἀτιμότερον· ἀπίστων τοῦτο καὶ ἀνοσίων τὸ κακούργημα· ὡς Εἰ τόδε μὲν προσκυνήσω, τόδε δὲ οὔ, σώζομαι ἢ οὐ σώζομαι; κρεῖττον τοῦτο μᾶλλον ἢ ἐκεῖνο;