Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ο βίος, οι διωγμοί και η θεία τιμωρία του εικονομάχου αυτοκράτορα

Ιστορικός και ηθικός έλεγχος του Κωνσταντίνου Ε', των διωγμών του κατά των μοναχών, των φυσικών καταστροφών και του οδυνηρού τέλους του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 14 από 15

ξβʹ. Ἄξιον δὲ οἶμαι ἐνστάντος καιροῦ καὶ τοῦτο εἰπεῖν, τίνες τε οὗτοί εἰσι, καὶ τῆς ποίας ἀγωγῆς καὶ βιώσεως, καὶ ὡς ἐν καταλόγῳ τινὶ τὰ τούτων ἀνακηρύξαι φρονήματά τε καὶ ἐπιτηδεύματα· ὧν ἐκ τοῦ τρόπου καὶ τοῦ βίου καὶ τῆς ἄλλης ἀναστροφῆς, καὶ τὰ τοῦ δόγματος ἐμφανῆ καταστήσεται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γνωσθήσεται.

Ὡς ὁρῶμεν γὰρ οἱ πλείους αὐτῶν γνώσεως ἢ παιδεύσεως τῆς ὁπωσοῦν ἥκιστα μεταποιούμενοι, καὶ τῶν στοιχείων αὐτῶν τὰς ὀνομασίας ἠγνοηκότες, ἤδη καὶ τοὺς ἀντεχομένους μυκτηρίζουσι καὶ κακίζουσι· Παιδείαν γὰρ καὶ σοφίαν ἀσεβεῖς ἐξουθενήσουσι, γέγραπται· ἀμαθεῖς δὲ ὄντες καὶ ἀπαίδευτοι, ἀκολασίᾳ καὶ ἀσωτίᾳ παρὰ πάντα τὸν βίον συζῶσι· καὶ οὐκ ἔστιν ὃ μὴ τῶν φαύλων αὐτοῖς αἱρετόν ἐστι, φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι· ἀλλὰ μικρὰ ταῦτα, καίτοι μέγιστα εἰς κατηγορίαν, παρὰ τῷ γεγραφότι τουτωνὶ τὸν κατάλογον· προσθείην δ’ ἂν ὅτι καὶ λοίδοροι καὶ ἀνελεήμονες, πολύορκοι, ἐπίορκοι, ἱερόσυλοι, φιλόκοσμοι, φιλόδοξοι, πρόσυλοι, ἐμπαθεῖς τὴν ψυχὴν καὶ τὴν διάνοιαν, πάροινοι, παραπλῆγες, παράφρονες, ἀνόητοι, σωματικοὶ τὸ πᾶν καὶ κάτω νεύοντες· κόσμῳ τε καὶ τοῖς ἐν τῷ κόσμῳ ἡττώμενοι, καὶ τῇ γαστρὶ μόνῃ δουλούμενοι, καὶ ὅσα περὶ τὴν γαστέρα σπουδάζοντες, οἷα κτηνώδεις καὶ τὸν τῶν ἀλόγων ζώων βίον ζηλώσαντες.

Αἰσχροὶ περὶ τὴν ἔντευξιν, καὶ τὴν ὁμιλίαν καὶ συνουσίαν αἰσχρότεροι· καὶ τὸν λόγον μάχιμοι, ὀργίλοι, φιλόνεικοι, μάχαις χαίροντες, καὶ δίκαις ἀλλοτρίαις ἐπεμβαίνοντες· τὰ δικαστήρια περιπολοῦντες, φιλέριδες, φιλόδικοι· γραμματείοις φαύλοις, ἐν οἷς τῶν πλησίον αἱ διαβολαὶ παρὰ τῶν φαύλων συντίθενται, χαίροντες· θερίζοντες οὗ μὴ ἔσπειραν, καὶ συνάγοντες οὗ μὴ ἐσκόρπισαν, πᾶσαν εὐαγγελικὴν ἐντολὴν ἀθετοῦντες, πάσης κανονικῆς καὶ ἐννόμου θεσμοθεσίας ὑπερορῶντες, πᾶσαν πνευματικὴν πολιτείαν διακρουόμενοι καὶ κατονειδίζοντες, πᾶσαν ἐκκλησιαστικὴν διδασκαλίαν διασύροντες, πᾶσαν ἀποστολικὴν καὶ Πατρικὴν φωνὴν καὶ νουθεσίαν διαπτύοντες· τάς τε ἱερὰς ἡμῶν βίβλους, ὡς μέγα τι βλάβος ἀποπεμπόμενοι, καὶ τοὺς ἐντυγχάνοντας καὶ ἀσκουμένους ἐν αὐταῖς, ὡς ἅγος τι ἐκτρεπόμενοι· πᾶσαν εὐλάβειαν καὶ εὐσέβειαν καταχλευάζοντες, τὸ σχῆμα τὸ ἀποστολικὸν βδελυσσόμενοι, καὶ τὴν ἱερωσύνην καταχλευάζοντες· πᾶν σπουδαῖον καὶ ἀγαθὸν διωθούμενοι, καὶ πᾶν φευκτὸν καὶ μοχθηρὸν ἀσπαζόμενοι· οὐκ ἀναγνώσει προσέχουσιν, οὐ θείων Γραφῶν ἀκροαταὶ γίνονται· πῶς γάρ;

οἵ γε πάντα ταῦτα καταμυσαττόμενοι, καὶ πάντων τῶν λυσιτελούντων ἀμύητοι, πάσης πανουργίας ἐφευρεταί, οὐκ εἰς ναοὺς Θεοῦ σχολάζουσιν, οὐ πίστιν τιμῶσιν, οὐκ ἀγάπην περιπτύσσονται, οὐκ ἐλπίδα κέκτηνται, οὐ προσευχῇ καὶ νηστείᾳ προσκαρτεροῦσιν, οὐ παρθενίαν σεμνύνουσιν, οὐ σωφροσύνην ἀγαπῶσι· πάντα τὸν βίον αἰσχρῶς καταστρέφουσι, πάσης κακίας ἐργάται καὶ πάσης ἀρετῆς ὑπερόπται· ἄπαν γὰρ καλὸν καὶ θεῖον καὶ ἀρετῆς εὖ ἧκον, σκηνὴ καὶ παιδιὰ παρ’ αὐτοῖς λελόγισται, στυγητοὶ καὶ ἔχθιστοι παρὰ Θεῷ τε καὶ ἀγγέλοις καὶ ἀνθρώποις τοῖς εὐσεβεστέροις καὶ ὀρθῶς βιοῦν ᾑρημένοις τυγχάνοντες· τούτων καὶ ὁ βίος αἰσχρός, καὶ ὁ λόγος σαθρὸς καὶ κατάπτυστος, καὶ πάσης ἀνοίας ἐπίμεστος.

Τί τἄλλα λέγειν; Πάντα οἷς ὁ μισόκαλος ἐχθρὸς χαίρει, διαπραττόμενοι βιοτεύουσιν, οὐδεὶς αὐτοῖς περὶ θανάτου λόγος οὐδέποτε, οὐδεὶς περὶ ἀναστάσεως ἢ κρίσεως, κριτοῦ τε προσδοκωμένου μετὰ δόξης τῆς πατρικῆς· τῆς ἀῤῥήτου τε καὶ φρικώδους καὶ πάντα λόγον ὑπεραιρούσης, καὶ παντὸς δέους γεμούσης καὶ καταπλήξεως, ἔνθα καὶ ἄγγελοι μετὰ φόβου πολλοῦ παρίστανται καὶ ἐκπλήξεως· σάλπιγγος ἠχούσης μέγα, καὶ τῶν πεπραγμένων ἡ ἀντίδοσις πρυτανεύεται, καὶ ἕκαστος ἡμῶν τῷ πλάστῃ παρίσταται, καθὰ ἔπραξε διὰ τοῦ σώματος εἴτε ἀγαθὸν εἴτε φαῦλον ἀποληψόμενος· οὐχ ἁμαρτημάτων εἰς συναίσθησιν ἔρχονται, οὐ παρὰ Θεοῦ συγγνώμην αἰτοῦσιν, οὐ παραίνεσιν σωτηρίας ψυχικῆς ἕνεκεν δέχονται. Τί γὰρ ἔχει κακὸν ἡ ψυχή μου, τῷ τὰ συμφέροντα παραινοῦντι; ἀποκρίνονται. Διὰ τοῦτο οὐδὲ βασιλείας οὐρανῶν ἐλπίς, οὐδὲ λόγου πνευματικοῦ ἀνέχονται πώποτε· ὄντως ἐν τούτοις ἐστὶ κεκαλυμμένον τὸ Εὐαγγέλιον· Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα εἰς τὸ μὴ ἐναυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου.

Αὐτῶν δὲ τούτων οἱ ἀγροικότεροι καὶ χαμαίζηλοι καὶ τῶν ἀναγκαίων ἄποροι, καὶ οὐδ’ ἂν ἡμέρας μιᾶς τροφῆς ἰδίας ἐπισιτίζεσθαι εὐπορίσειαν, ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων συναγηγερμένοι, οὐδὲ τὰ ἐν ποσὶ τί ποτέ ἐστι συνιέναι ἰσχύοντες, καὶ τῷ πάροινοι εἶναι καὶ φιλοπόται, περιεργάζονται καὶ περισκοποῦσι συχνῶς ἔνθα τε πότοι καὶ συσσίτια γίνονται, καὶ ὡς ὑπόπτεροι περιθέουσιν· ὡς ἂν ἐκ τῶν παρατυγχανόντων ἐρανισάμενοι, τὰ τῆς ἐνδείας καὶ ἀπορίας παραμυθήσαιντο· ἐξ ὧν συμβαίνει τὸν ἀγυρτώδη καὶ ἀπευκτὸν ἐκεῖνον συνίστασθαι ὅμιλον· στάσεσί τε γὰρ καὶ καινοτομίαις ἀεὶ χαίρουσιν· ὧν οἱ πλεῖστοι τῶν ἀπὸ στρατείας τυγχάνουσιν, ἐπ’ αἰτίαις φαυλοτάταις καὶ ἀπηγορευμέναις πεφωραμένοι· ἢ ὡς ἔξωροι καὶ ὑπέρακμοι ὁπλιτεύειν οὐ σθένοντες, τῶν καταλόγων ἐξώσθησαν τῶν στρατιωτικῶν, τῶν ὅπλων ἀποπεπαυμένοι.

ξγʹ.

Ἐπειδὴ δὲ καὶ λόγῳ καὶ πράξει κατεφθαρμένοι ὑπάρχουσι, τοῖς παροῦσι μόνον κεχήνασι, τῇ σαρκὶ προσθέμενοι, καὶ τῇ γαστρὶ ἐξανδραποδιζόμενοι, καὶ θεὸς αὐτοῖς ἣ κοιλία, καὶ ταῦτα δὴ τὰ περικόσμια καὶ ὅσα πρὸς λαιμὸν καὶ γαστέρα χωρεῖ, εὐδαιμονίαν εἶναι τὴν ἀνωτάτω μετροῦσιν· ἐπ’ οὐδενὶ δὲ κρείττονι τὰς ἐλπίδας ἀπερείδουσι, πρὸς οὐδὲν τῶν ὑψηλοτέρων ἢ λυσιτελεστέρων βλέποντες· πένονται δὲ θείοις κρίμασι, καὶ ἀπορίᾳ πολλῇ πιέζονται, μάλιστα τῶν βασιλικῶν σιτηρεσίων αὐτοῖς ἐπιλελοιπότων, ἀφ’ ὧν τὰ πρὸς τὸ ζῇν μετὰ τῶν ὅπλων αὐτοῖς περιεγίνετο· μέτροις γοῦν καὶ σταθμοῖς τῶν ἀναγκαίων καὶ ἐδωδίμων τὰ ὤνια ἀπαριθμούμενοι, τὴν αὐτῶν πίστιν ἐπὶ τῇ τῆς γαστρὸς θεραπείᾳ ἐπικρίνουσιν οἱ ἄφρονες· ἁδρότητι βρωμάτων ἢ ὀρθότητι δογμάτων ταύτην ταλαντεύοντες· στέργοντες μὲν ὁπόταν τῶν ἀναγκαίων καὶ τῶν καθ’ ἡδονὴν εἶεν διακορεῖς, σχετλιάζοντες δὲ καὶ τὴν καθ’ ἡμᾶς εὐσέβειαν καταιτιώμενοι, ἡνίκα ἄν τι τούτων ἀπολιμπάνοιτο· ὁμογνώμονες γὰρ καὶ ὁμότροποι, αὐτοί τε καὶ οἱ τῇ ἴσῃ ἀπιστίᾳ κεκρατημένοι, τοῖς ποτε τῆς Αἰγυπτιακῆς ἀποπτᾶσι δουλείας γνωρίζονται, ἐφάμιλλόν τε αὐτοῖς καὶ ἰσοφυᾶ τὴν γλῶσσαν καὶ τὸ φρόνημα κεκτημένοι· καὶ σαφῶς τῆς ἐκείνων θρησκείας τὰ τεκμήρια φέροντες, ἐφ’ ὁμοίοις, εἴ που συμβαίη, τοῖς ἀτυχήμασι χαλεπαίνουσί τε καὶ ἐπαλγύνονται· καὶ ὥσπερ ἐκεῖνοι τῶν νομοθετῶν καὶ ἀρχόντων κατεξανίσταντο, τὴν ἐπὶ τῶν κρεῶν καὶ λεβήτων καθέδραν, καὶ τῶν ἄρτων τὴν ἀφθονίαν ἀνακαλούμενοι· οὕτω καὶ οὗτοι ἀπαναισχυντοῦντες, καὶ τῶν κηρύκων τῆς ἀληθείας καὶ τὸν λόγον τοῦ Κυρίου διακονουμένων καταβοῶντες, ἀνοσιώτατα παραφθέγγονται, μονονουχὶ τὰ αὐτὰ λέγοντες ἅπερ ἐκεῖνοι, τῶν θείων προφητῶν τινι ἀντικαθιστάμενοι· Ὁ λόγος ὂν ἐλαλήσατε πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθα ὑμῶν· ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα χρηστοί, καὶ κακὰ οὐκ εἴδομεν· καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν· ἔτι πρὸς τούτοις οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνῆς σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν.

ξδʹ. Τοιαῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἀπερευγόμενοι, καταφλυαροῦσιν ἡμῶν τῆς ὀρθῆς καὶ ἀδιαβλήτου δόξης· φιλοτιμοῦνται δὲ ἐπὶ τῇ τοῦ Μαμωνᾶ θεοστυγεῖ πίστει· εὐημερίαν τὴν ἐκείνου ἀνοσιουργίαν ἐπαυχοῦντες· ὥσπερ ἐν ταύτῃ ἐνευθηνούμενοι, καὶ ἀριθμῷ πλείονι τόν τε σῖτον καὶ τἄλλα ὁπόσα τῶν ἐπιτηδείων ἐξωνούμενοι· οὐκ ἐπὶ τῷ Θεῷ τῷ πάντων ἀγαθῶν παρεκτικῷ, καὶ τῆς καθ’ ἡμᾶς ζωῆς προνοητῇ καὶ κηδεμόνι τὴν χάριν ἀνατιθέντες. Τί χρὴ τὰ πολλὰ λέγειν; ἐπιλείψει γὰρ ἡμᾶς καὶ ὁ χρόνος καὶ ὁ λόγος ταῦτα διεξιόντας· πόσαι γὰρ ἂν γλῶσσαι τὴν τούτων ἐξήρκεσαν ἐξειπεῖν δυστροπίαν τε καὶ κακοήθειαν;

ἐξὸν ἓν ἀντὶ πάντων εἰπεῖν καὶ τὸ πᾶν παραστῆσαι, ὅτι «Κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια·» ἃ γὰρ αὐτοὺς ὁ τοῦ Εὐαγγελίου ἀντίθετος, καὶ τῆς εὐσεβείας ἐχθρὸς καὶ ἀποστάτης, ὁ σπορεὺς τῶν ζιζανίων ἐμύησεν, ἐν τοῖς ἀποῤῥήτοις ἐκείνου καὶ ἀνοσίοις τελισκομένους τελεστηρίοις, ταῦτα καὶ φρονοῦσιν· ἐπὶ τούτοις οἱ δύστηνοι στέργουσιν ἐναυξηθέντες καὶ τελεσφορηθέντες· πικραὶ καὶ λοιμώδεις ἄκανθαι τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παραπεφύκασι, τὸν καθαρὸν καὶ ἄδολον τῆς εὐσεβείας καταλυμαινόμενοι σπόρον· ἐφ’ ᾧ γὰρ αὐτοὺς συοφορβούς, μηλοβότας τε καὶ βοονόμους, τῆς συοβοσίας καὶ τῶν βοοστασίων καὶ αἰπολίων, καὶ τῆς ἄλλης συνήγειρεν ἀλογίας καὶ ἀκοσμίας· ὥστε αὐτοὺς κτηνώδεις γε ὄντας καὶ ἀγροικίας ἱκανῶς ἔχοντας, καὶ θείας ἥκιστα μετεσχηκότας γνώσεως, ὑπηρετήσειν αὐτοῦ τοῖς ἀθέοις καὶ πονηροῖς ἐπιτηδεύμασι καὶ θελήμασιν, ἐν τούτῳ αὐτῷ τὸ χρήσιμον ἀπηνέγκαντο· ὅπλοις γὰρ αὐτοῖς καὶ ὀργάνοις ἐχρήσατο, οὐ βαρβάρους τροπώσασθαι, οὐκ ἔθνη χειρώσασθαι, οὐ χώραν τὴν πολεμίαν ὑπόφορον ποιήσασθαι, οὐκ ἄλλο οὐδὲν κατὰ τῶν ἀντιπάλων κατωρθωκέναι· ἀλλὰ πᾶν τὸ εὐσεβές, καθ’ ὧν αὐτοὺς ἐξώπλισε παραστήσασθαι· καὶ καθάπερ μηχανὰς ἑλεπόλεις ἐπαγόμενος τὴν Χριστοῦ Ἐκκλησίαν δι’ αὐτῶν ἐκπορθῆσαι, τά τε σύμβολα καὶ ὑπομνήματα τῆς σωτηρίου αὐτοῦ οἰκονομίας, ἀθέως καὶ ἅγαν μανικῶς καταστρέψασθαι· τούτων ἕνεκεν, ἱεροσυλία ἐκείνῳ τετόλμηται καὶ τῶν θείων ναῶν βεβήλωσις· οἰκητήρια γὰρ αὐτῶν τὰ μοναστήρια πεποίηκεν· ἱπποστάσια δὲ καὶ κοπρῶνας τὰς ἐκκλησίας τοῦ Θεοῦ κατεστήσατο· ὧν τὰ περιττώματα, καὶ ἐφ’ ἡμῶν αὐτῶν διήρκεσεν ἐπιχρονίσαντα· ἔστι δὲ ἃ καὶ χρυσίου ἀπέδοτο σεμνεῖα, καὶ βοῶσι μέγα τὰ ἐπώνυμα Φλώρου καὶ Καλλιστράτου μοναστήρια.

ξεʹ. Ὅτι δὲ μάτην ἐπὶ τοῖς χρόνοις ἐκείνου ἐγκαλλωπίζονται, καὶ τοῦτο τῆς ἐκείνων ἀβελτερίας καὶ ἀλογίας ἄξιον· πλεῖστα γὰρ καὶ ἱστορούντων καὶ λεγόντων ἔστιν ἀκούειν· εἰσὶ γὰρ καὶ νῦν ἔτι τῷ βίῳ περιλειπόμενοι, καὶ οἷα κήρυκες τούτων διατηρούμενοι.

Δι’ ὧν μαθεῖν τοῖς βουλομένοις πάρεστιν, ὅσα καὶ οἷα τὰ ἐκ τῆς θείας ὀργῆς ἐπέλαβε τηνικαῦτα δεινά· ἐξ οὗ τὰ τῆς καθ’ ἡμᾶς πίστεως καθυβρίζεσθαι ἦρκται, καὶ τῶν Ἐκκλησιῶν ἐκπορθεῖσθαι ἡ εὐστάθεια, οἷαι θεήλατοι πληγαί, καὶ παιδεῖαι, καὶ πάθη βαρύτατα καὶ μήνιδες· ὧν τῷ πλήθει καὶ τῷ μεγέθει τῶν συμφορῶν ὑπερεκπληττόμενοι, τῶν τότε παρόντων τινές, εὐκαίρως καὶ εἰς δέον χρώμενοι, ἱστορίᾳ παραδοῦναι ἄξιον ᾠήθησαν, καὶ τὰ εἴδη τῶν κακῶν εἰς πεῖραν ἀγόμενα τοιαῦτα· ὁ μὲν λοιμικὸς θάνατος ὂς τοῖς ἀνθρώποις ἐπεπορεύετο, οὐδ’ ἄν τις ἐξαριθμήσαιτο, εἰς ὅσον πλῆθος αὐτῶν ἐπενείματο, ἐξ οὗ δὴ καὶ διαδρὰς ὁ τῆς ὀργῆς αἴτιος, τῆς βασιλευούσης πόῤῥωθεν ὡς τὰ πολλὰ δέει τῶν συμβαινόντων ηὐλίζετο· περί τε γὰρ τὴν Νικομηδέων καὶ τὰ ἐν ἐκείνῃ προάστεια, τὰς διατριβὰς ἐποιεῖτο, καὶ τούτων ἐπέκεινα πολλῷ· τὴν δὲ πληθὺν τὴν ἀπείρονα τῶν ἐξοδευομένων γράμμασι χρώμενοι, οἱ τὰ κατὰ τὴν πόλιν ἐπιτετραμμένοι πράγματα, αὐτὸν ἀνεδίδασκον, χιλιάδων ὡς πλείστων τὸ ἐφ’ ἡμέρᾳ ἀριθμουμένων, ὡς καὶ τοὺς τάφους στενοχωρεῖσθαι τοῖς σώμασι· καὶ τὰ τῶν ὑδάτων ἐκδοχεῖα ὑπερπλήρη γίνεσθαι, καὶ εἴ τι ἄλλο χωρίον πρὸς νεκροῦ σώματος ὑποδοχὴν παρετύγχανεν· ὧν ἐνίους μηδὲ τάφῳ παραδίδοσθαι, ἀλλ’ ὡς ἂν τύχοι ἀποῤῥιπτεῖσθαι, καὶ τὴν ἐπ’ αὐτοὺς ὁσίαν ἐπιλείπειν· οὐ γὰρ ἦν νεκρὸν ἕνα ἰδεῖν ἐπὶ σκίμποδος ἀγόμενον, τρεῖς δὲ ἢ πέντε τυχόν, καὶ ὅσους ἂν οἱ ἀχθοφοροῦντες ἐκκομίζειν ἠδύναντο· ὃ δὲ παραδοξότατον καὶ πάσης γέμον ἐκπλήξεως, ἔσθ’ ὅτε οἱ ἐπὶ τῇ ταφῇ τῶν προτεθνηκότων σπουδάζοντες κατὰ τοὺς τάφους, ἐκείνους προέφθανον· οὕτως ἀθρόον ἀναρπαζόμενοι, καὶ ὥσπερ ἀλλήλοις τῷ θανάτῳ προσεπεμβαίνοντες· καὶ τὰ ἐν τούτοις δείματα, ὡς ἐξαίσιά τε καὶ τερατώδη φαντάσματα, καὶ ἀνθρωπείαις ἀκοαῖς καὶ διανοίαις ξένα καὶ ἀδιάγνωστα, ἃ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν ἑωρᾶτό τε καὶ ἠκούετο εἰς προὖπτον τοῖς πολλοῖς· φαντασιῶν τε καὶ ἀκουσμάτων ὑπὲρ κεφαλῆς ἐπιφαινομένων καὶ ἀπειλούντων τὸν ὄλεθρον, καὶ προσηγορίαι δή τινες, καὶ ἀριθμὸς τῶν ὅσον οὔπω τεθνηξομένων ἐξηκούετο· καὶ τὰ μὲν ὑπὲρ γῆν τοιαῦτα καὶ τούτων ἔτι χείρονα, τὰ δὲ πρὶν ὑπὸ γῆν ἢ περὶ γῆν· οὐ γὰρ ἔτι τῶν ἀσεβημάτων τὸ μέγεθος ἔφερεν ὁποῖα τῶν μὲν σεισμῶν καὶ βρασμῶν καὶ ἀνατιναγμῶν τὸ χρῆμα, ὡς ἐξαίσιον καὶ νοῦν καὶ λόγον ὑπεραῖρον ἀνθρώπειον· ὑπεφαίνετο γὰρ αὐτῆς κατακλονεῖσθαι τὰ θεμέλια, καὶ ἐκ πυθμένος ἀνατετράφθαι ἀναβρασσόμενα καὶ διιστάμενα, καὶ ὥσπερ ἀρνούμενα τὴν ἑαυτῶν ἕδραν τε καὶ συνέχειαν· ᾧ οὐδὲ λόγων οἶμαι δεήσειν· αὐτῶν γὰρ τῶν πολυτελῶν οἰκημάτων, καὶ τῶν κτήσεων τῶν κεκαλλωπισμένων σαλπίζει μέγα τὰ πτώματα, ἃ τῶν ὑποδύντων καὶ πεπιεσμένων ἐγένετο πολυάνδρια· τάφους γὰρ αὐτῶν ἡ θεόκριτος δίκη ἐπικατασεισθέντα τὰ δομήματα ἐσχεδίασε· καὶ τοῦτο πολὺ μάλιστα τὸ πάθος κατέσκηψε κατὰ τὰς λοφιὰς καὶ τὰ ὑπερκείμενα χωρία, ἃ δὴ κατὰ τὸ βασίλειον ἄστυ μέχρι σήμερον ἐρείπια βέβληνται.

ξϛʹ.

Οὐ μὴν οὐδὲ τὰ ἐξ ἀέρος δείματα ἐπηρεμεῖν ἢ ἐφησυχάζειν ὑβριζομένου τοῦ Κτίστου ἠνείχετο· ἐδόκει γὰρ τοῖς τὸ τηνικάδε ἀνθρώποις, τοὺς κατ’ οὐρανὸν ἀστέρας ἐπὶ γῆς ἐῤῥίφθαι ἅπαντας ῥαγδαίως, οὕτω καὶ συνεχέστατα τοῦ ἀερίου πάθους, ἀνὰ τῆς οἰκουμένης οἶμαι τὰ πέρατα ἀθρόον ἐκκεχυμένου· ὁμοῦ γὰρ καὶ κατὰ ταυτὸν οἵ τε τὴν Ἑῴαν οἵ τε τὴν Ἑσπερίαν διειληφότες ἅπαντες λῆξιν, καὶ ταῦτα χειμῶνος ὥρᾳ καὶ νυκτὸς ἐπιγενομένης ἑωράκεσαν· καὶ μή τις ἡμῖν ἐνταῦθα κατὰ τοὺς δεινοὺς τὰ μετέωρα, καπνώδεις τινὰς ἀναθυμιάσεις καὶ παχείας ἀντιπαρατιθεὶς προβαλέσθω, ὑφ’ ὧν ὁ περίγειος ὑποπιμπλάμενος, ἀήρ, εἶτα κατὰ τὴν οἰκείαν φορὰν ὑψόσε διαιρόμενος, καὶ εἰς τὸν αἰθέριον ὑπερεκχεόμενος χῶρον, ὑπό τε τῆς ἐκκαύσεως μεταβάλλων, τοὺς λεγομένους ἀστέρας διᾴττοντας, τάς τε φλόγας, καὶ τοὺς δαλοὺς καλουμένους συνίστησι, κομήτας τε αὖ, καὶ πωγωνίας, καὶ ὅσα τοιαῦτα ὑποφαίνειν πέφυκε σχήματα· ἀλλ’ εὖ ἵστω ὡς καινοτομία τότε περὶ τὰ στοιχεῖα γεγένηται· τά τε γὰρ μέτρα καὶ τὴν ἑαυτῶν τάξιν ἐκβέβηκε, τὸ περὶ αὐτὰ πάθος ἐνδεικνύμενα, καί πως ἑαυτὴν ἡ κτίσις μιμεῖται, ὡς ἂν μηδὲ ἐνταῦθα τοῦ παθεῖν ἀπολείποιτο, ἣ καὶ κατὰ τὸ πάθος Χριστοῦ τὸ διὰ σταυροῦ τὸ σωτήριον, τῷ Κτίστῃ καὶ Δεσπότῃ συνέπασχε πάσχοντι, ἡνίκα φωστῆρες παραδόξως ἀλλήλοις συνέτρεχον, καὶ σκότος ξένον καὶ ἄωρον, τὸ συνεχὲς τοῦ φωτὸς τῆς ἡμέρας διέκοπτε, καὶ πέτραι διεῤῥήγνυντο, καὶ τάφοι ἠνοίγοντο, καὶ νεκροὶ ἐξανίσταντο, καὶ τἄλλα ὅσα συνέβαινε καινοτομουμένης τῆς κτίσεως.

Τοιαῦτα ἔγνωμεν καὶ πάλαι κατὰ τῶν ἀσεβῶν ἀπειλούμενα καὶ τελούμενα, ὁπηνίκα τὰ στοιχεῖα ὑπερόρια γίνοιτο, τοῖς θείοις ὑπηρετούμενα νεύμασιν· ἀπιστήσει δ’ οὐδείς, ἢ ὅστις τὴν ἄγνοιαν τῶν τοῦ Θεοῦ κριμάτων ἠῤῥώστηκεν· ἡμῖν γὰρ πειστέον τοῖς γεγραμμένοις παρὰ τοῦ Πνεύματος, ὅτι Ἀσεβεῖς πλησθήσονται κακῶν. Καί· Ἁμαρτάνοντας διώξεται κακά. Καί, Ἐν κακίᾳ αὐτοῦ ἀπολεῖται ὁ ἀσεβής. Καί· Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Καί· Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις. Καὶ πρόκειταί γε ἡ Σοδομιτῶν, τῆς θείας ὀργῆς δεῖγμα καὶ παίδευμα, ἐφ’ ἣν τὸ καταβάσιον πῦρ κατομβρῆσαν, τὰ ἐκείνης ἅπαντα ἐν κύκλῳ καταβοσκόμενον ἀπετέφρωσεν, οἷς ὁμοῦ καὶ τῶν ὁμόρων τινὰς ἐκ βάθρων αὐτῶν συγκατεδήδοκε πόλεις, ὧν εἰσέτι καὶ νῦν ὥς φασι τεκμήρια διασώζεται· καὶ τούτων γε πρότερον ἡ γεγενημένη τῷ κόσμῳ ἐξ ὑδάτων ἐπίκλυσις, καθ’ ἣν ὁ ὑετίζων ἐξαίσια, ἄπλετον ἠφίει κατὰ τῶν ἡμαρτηκότων, τῶν ξένων ἐκείνων καὶ παραδόξων ὄμβρων τὴν ἔκχυσιν· ὅτε κάτωθεν μὲν αἱ πηγαὶ τῆς ἀβύσσου περιεῤῥήγνυντο, ὕπερθεν δὲ τῶν οὐρανῶν οἱ καταῤῥάκται διῴγνυντο, ἄρδην ἁπάντων ἀπολλυμένων, καὶ παντὸς οἰχομένου τοῦ ὑπὲρ γῆν ἐπαναστήματος· δίκαιος δὲ μόνος ἀνὴρ παισὶν ἅμα καὶ γυναιξίν, ἐν ξύλῳ ὑπὲρ ὑδάτων φερόμενος διεσώζετο, οἷά τις Ἀδὰμ χρηματίζων δεύτερος, Θεοῦ κατοικτείροντος, ὡς ἂν μὴ πάμπαν ἀπολίποι τὸ γένος ἐκ γῆς τὸ ἀνθρώπειον.

Ἐπεὶ οὖν οὐ κατὰ φύσεως ἀκολουθίαν κἀκεῖνα ἐπράττετο (οὐ γὰρ δήπου τοὺς οἰκείους ὅρους τετήρηκε τὰ μετάρσια), οὐδὲν ἐκώλυε καὶ αὖθις κατὰ γῆς βρέξαι Κύριον πῦρ καὶ θεῖον παρὰ Κυρίου, καὶ ἀθρόον ἂν ἀπῃθάλωσεν ἄπαντα· καὶ γὰρ ἠπειλεῖτο σαφῶς τῆς ὀργῆς τὸ πρηστήριον, εἰ μὴ τοῦ Θεοῦ νενίκηκεν ἐμφανῶς τὸ φιλάνθρωπον, ὂς τὴν τιμωρίαν τὴν κατὰ τῶν ἀνομούντων ἐναργῶς ἀνεβάλλετο, ἀπεκδεχόμενος αὐτῶν τὴν μετάνοιαν. Ἀλλά μοι δοκεῖ πολλῷ μείζω ἐνταῦθα τὰ ἁμαρτήματα, ἐπείπερ ἐκεῖνοι μὲν εἰς τὴν κτίσιν μεμηνότες πεπαρῳνήκασιν, οὗτοι δὲ κατὰ τοῦ Δεσπότου τῆς κτίσεως λελυττηκότες ἐξύβρισαν, πρότερον μὲν τὸ θεῖον σῶμα αἰκιζόμενοι καὶ σταυρῷ πικρῶς καταδικάζοντες, ἔπειτα δὲ εἰς τοὺς τοῦ σώματος ἱεροὺς ἐμπαροινοῦντες τύπους· διὸ οὐκ ἔσθενε τὰ στοιχεῖα ἐφ’ ἑαυτῶν κατηρεμεῖν ὑβριζομένου τοῦ Κτίσαντος, πάθος δὲ περὶ αὐτὰ καινοτομούμενα ὑφίστατο τὸ παράδοξον· ἐῶμεν λέγειν οἵους πολέμους ἐμφυλίους ὁ τρόπος οὗτος κατὰ Χριστιανῶν ἀνεῤῥίπισε, καὶ τἄλλα ἃ λέγειν μακρὸν ἂν εἴη καὶ ἐργωδέστατον.

ξζʹ. Ἀλλὰ μέγα κομπάζουσιν οἱ κτηνώδεις καὶ ὄντως ἀνόητοι, ὡς δὴ ταῖς εὐημερίαις ἐνευθηνούμενοι, καὶ βρενθύονται· ποία γλῶσσα τοὺς τηνικαῦτα λιμούς, καὶ τὰς ἐκ τῶν λιμῶν συμφορὰς ἐκτραγῳδήσειε;

Λιμῶν γὰρ ἦν ὁ δεινότατος καὶ πικρότατος, οὔτε τοῦ νῦν ἐντεῦθεν ἐναρξαμένου, οὔτε τῶν πάλαι μνημονευομένων ἢ ἱστορουμένων ἐλαττούμενος, καὶ μικροῦ τῷ κατὰ τὴν Ἱεροσολυμιτῶν συνενεχθέντι ποτὲ παρισούμενος· κἀκεῖ μὲν γάρ, ὡς ἀναγέγραπται, τῷ λιμῷ πιεζόμεναι καὶ στροβούμεναι μητέρων αἱ δύστηνοι, γονῆς οἰκείας σαρκῶν ἐλεεινῶς ἀπεγεύσαντο, ἐκλελησμένης ἑαυτὴν ὥσπερ τῆς φύσεως· κἀνταῦθα τῇ αὐτῇ στρεβλούμεναι μάστιγι, τὰ ἔκγονα τῆς κοιλίας γυναῖκες ἀπεμπολοῦσαι ἄθλιαι, τροφὴν ἰδίαν τῶν σπλάγχνων ἐποιοῦντο τὴν ἀλλοτρίωσιν· φασὶ γὰρ μόλις καὶ εἰς πεντήκοντα χρυσοὺς τὸν τοῦ σίτου ἐξωνεῖσθαι μόδιον ἡ ἀπορία συγκατηνάγκαζε· κἀκεῖ μὲν τῶν πολεμίων ἡ ἔφοδος, καὶ τοῦ χρόνου τῆς προσεδρείας ἡ παρολκή, καὶ ὁ συγκλεισμὸς τῆς πόλεως ὡς ὑπὸ δικτύου περισχεθείσης τοῖς πλήθεσι, τῆς συμφορᾶς καὶ τῶν παθῶν τῶν ἀῤῥήτων τὸ αἴτιον ἦν· ἐνταῦθα δὲ οὐ βαρβάρων ἔφοδος, οὐ πολεμίων ἐπιστασία, οὐ χάρακες ὑπὸ δυσμενῶν ἐν κύκλῳ περιπηγνύμενοι, οὐδὲ ἄλλο τῶν ἔξωθεν ἐπιόντων οὐδέν, τὸ δὲ κατὰ τὴν πίστιν ἀδίκημα περιφανῶς διεδείκνυτο· ὁ γὰρ ἡγεμονεύων ἐντὸς ἀποστάτης καὶ τύραννος, παντὸς ἐχθροῦ καὶ πολεμίου διὰ τὴν ἀποστασίαν ὁ δυσμενέστατος ἦν χαλεπώτατος· ἀλλὰ κἀκεῖνοι τῶν εἰς Χριστὸν τολμημάτων τὰς δίκας ἐτίννυον, καὶ οὗτοι ἐφ’ ὁμοίοις κακοῖς ἑάλωσαν· εἷς γὰρ ἦν ἐν ἀμφοτέροις ὁ ὑβριζόμενος· τοιαῦτα μὲν τὰ ἐκ τῆς θείας δίκης μηνίματα· τοιαῦτα δὲ οἱ εἰς Θεὸν ἀνομοῦντες τὰ ἐπίχειρα ἐκεῖθεν κομίζονται· ὧν οὐδὲν ἀναθεωροῦντες οἱ χριστομαχοῦντες, συνιδεῖν οὐκ ἐθέλουσιν, ὅτι καθάπερ πάλαι ὁ Ἰουδαϊκὸς δῆμος, τῶν Μανασσῇ τῷ Ἰουδαίων βασιλεῖ εἰς Θεὸν πεπραγμένων παρανομημάτων δίκας ἐφ’ ὅλοις τεσσαράκοντα ἐδίδοσαν ἔτεσι, καὶ πλεῖστα ὅσα δεινὰ καὶ δυσφορώτατα, καὶ ταῦτα καθ’ οὓς χρόνους οἱ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένοι ἡγεμόνευον, ἔπασχον· οὕτω δὴ καὶ τῶν δυσσεβημάτων καὶ ἀνοσιουργημάτων τοῦ ἐφ’ ἡμῶν Μανασσῆ ἕνεκεν, καὶ πρὶν μὲν βαρυτάτην ἤνεγκαν Χριστιανοὶ τὴν παιδείαν ἄνωθεν, ἤδη δὲ καὶ εἰς ἔτι καὶ νῦν φέρομεν, καὶ οὐκ ἂν ἀπολήξαιμεν παιδευόμενοι, ἕως ἡ μνήμη τοῦ δυσσεβοῦς ἐπὶ γλώσσης τῶν ὁμοτρόπων ἵσταται· διὸ καὶ νῦν εὔκαιρον εἰπεῖν· Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· ἀλλὰ τῆς εὐθύτητος τῶν ἡμετέρων δογμάτων, καὶ τῶν τοῦ Θεοῦ κριμάτων καταψηφίζονται, καὶ πλήττονται μέν, οὐκ ἀποστρέφουσι δέ.

ξηʹ. Ὃ δὲ μάλιστα θριαμβεύει αὐτῶν τὴν ἀσέβειαν, οὔκουν ἑκών γε ὑπερβήσομαι. Ἐπειδὴ γὰρ ἐν ὀλίγοις τοῖς πρόσθεν χρόνοις, τῆς ἐπ’ εὐσεβείᾳ γνωριζομένης, καὶ τὴν ἀρχὴν τὴν βασίλειον διεπούσης, ἀξιοζήλωτόν τε καὶ ἔνθεον σπουδὴν περὶ τὴν καθ’ ἡμᾶς πίστιν ἐπιδειξαμένης, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα, καὶ θεοκρίτῳ ψήφῳ, τῆς πόλεως τῆσδε ἐφ’ ἧς κακῶς καὶ ἀθέως παρὰ τοῦ ἠθροικότος ἐνίδρυντο, καλῶς καὶ αἰσίως ἐξώσθησαν· περιαλώμενοι οἷα πλανῆτες περιεζήτουν θρησκείαν, καθ’ ἣν εἰκόνες καὶ ὑπομνήματα τῆς Χριστοῦ οἰκονομίας οὐκ ἐμφανίζονται· εὑρίσκουσιν οὖν δὴ τὴν ἐρωμένην ἐκ πλείονος τὴν Μανιχαίων δὴ λέγω ἀπιστίαν καὶ ἀθεΐαν, καὶ τῇ δόξῃ τῇ ἐκείνων συνᾴδουσαν, καὶ τὰ κατὰ γνώμην αὐτοῖς ἐπιτρέπουσαν, καὶ ταῦτα ἐπαγγέλλουσαν οἷσπερ ἥδοντο καὶ ἔχαιρον πόῤῥωθεν· διὰ δὴ ταῦτα οἱ πλείους αὐτῶν τὴν καθ’ ἡμᾶς ὁμολογίαν ὁλοτρόπως ἀπώμοτον ποιησάμενοι, ἐκείνῃ τῇ λύσσῃ προσέθεντο τέλεον· ἀφ’ ὧν καί τινες φωραθέντες, τιμωρίας τὰς ἐσχάτας, ἃς οἱ νόμοι κελεύουσιν, ἔτισαν τῷ ξίφει παραδιδόμενοι.

ξθʹ. Τούτων ὃ δὴ πάντων ἐλεεινότατον, καὶ θρήνων καὶ οἰμωγῶν καὶ δακρύων ἄξιον· τοῖς φρονήμασι καὶ τοῖς λόγοις οἱ νῦν ἱερεῖς ὑπάγονται καὶ ἐπίσκοποι, καὶ οὓς ἔδει ὡς ἀπολωλότα πρόβατα ἐπιστρέφειν καὶ ἐπισκέπτεσθαι, δεξιᾶς καὶ ἀριστερᾶς ἠμοιρηκότας γνώσεως, καὶ τῆς τοῦ Πονηροῦ θήρας ἀνθυπεξάγειν, κατὰ κρημνῶν τε καὶ βαράθρων τῆς ἀπιστίας ὠθουμένους, ἀφ’ ὧν καὶ παρακερδαίνειν τὰ μέγιστα τῆς σωτηρίας τῆς ἐκείνων ἕνεκεν ἐξῆν· τί πάσχουσι καὶ τί συμβαίνει; Τοὐναντίον ἅπαν· ἀλογώτεροι περὶ πάντα καὶ κτηνωδέστεροι καταληφθέντες ὑπ’ ἐκείνων ἀντιθηρεύονται, καὶ μυοῦνται τὰ ἄθεσμα, καὶ τῇ χείρονι μοίρᾳ μεθαρμοζόμενοι, εἰς τὸν ὅμοιον ἐκείνοις τοῦ βορβόρου λάκκον τῆς πλάνης συγκατακρημνίζονται, καὶ συνεργοὺς ἐπάγονται, καὶ ὥσπερ ὀργάνοις τῆς ἀπωλείας αὐτῶν κατὰ τῆς τῶν εὐσεβούντων συγχρῶνται ὕβρεως καὶ κακώσεως· ὥσπερ γὰρ τῆς δωρεᾶς τοῦ Πνεύματος τὴν χρίσιν τέλεον ἠρνημένοι, καὶ πᾶσαν ἱερὰν καὶ κανονικὴν θεσμοθεσίαν ἠθετηκότες, καὶ πάσης τῆς ἐκκλησιαστικῆς εὐκοσμίας καὶ τάξεως ἐπιλελησμένοι, πολιτικοῖς νόμοις καὶ πράγμασι χρῶνται, καὶ ἄρχουσι τοῖς κοσμικοῖς ὑποπεπτώκασιν, ἐπί τε διαίτῃ καὶ βίῳ καὶ πολιτείᾳ καὶ κρίμασιν, ἐν πᾶσι τοῖς κατὰ τὸν βίον ἐγχειρήμασι, τούτοις ὑπείκοντες καὶ διοικούμενοι.

Ἀλλ’ οὐχ αὕτη ἡ μερὶς τοῦ Ἰακώβ· οὐδὲ τοιαῦτα τῶν εὐσεβείᾳ κοσμουμένων τὰ δόγματα καὶ φρονήματα· οὐδὲ τοιαύτη τῶν πεπολιτευμένων αὐτοῖς ἡ αἵρεσις· ἀπεναντίας γὰρ ἄπασι τοῖς περὶ τῶν ἐργατῶν τῆς ἀπωλεία; προκατειλεγμένοις, εἴ γε ἐχρῆν ἐκ παραθέσεως ταῦτα συμβαλεῖν, ἴασι· καὶ ἵνα συλλαβὼν εἴποιμι, πᾶσαν μὲν κακίαν καταμυσάττονται, πᾶσαν δὲ ἀρετὴν προτιμῶσι, πᾶν ἀγαθὸν γεραίρουσι, παντὸς καλοῦ ἐρασταί εἰσι, πᾶσαν θεάρεστον πολιτείαν ἀσπαζόμενοι, πάντα λόγον ὅσιον καὶ εὐθῆ προσιέμενοι, πάντα τὰ τῆς ἱερᾶς Ἐκκλησίας περιέποντες· δι’ ὧν ἐγγίζουσι Θεῷ, καὶ βασιλείας ἀϊδίου κληρονόμοι ἀναδείκνυνται· ἀγγέλων συμμέτοχοι, ἁγίων συνάριθμοι· ἐν ἅπασι τὸ ἀξιέπαινον καὶ ἔνθεον ἀποφερόμενοι· ὧν οὐδὲν ἐκεῖνοι περιπτυξάμενοι αἰσχύνης ἐμπίμπλανται, καὶ ὑπόδικοι τῶν θείων κριμάτων εἰς αἰῶνα γενήσονται.

οʹ. Ἐπειδὴ δὲ καί τινα παρὰ τοῖς Χριστομάχοις περιθρυλλεῖται, ἅπερ αὐτοῖς ὁ τοῦ ψεύδους πατὴρ ἐμπνεύσειε, φέρε καὶ ταῦτα ἐπισκεψώμεθα. Κατακομψεύονται γὰρ διὰ τὴν εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν ὕβριν, χρόνους μηκίστους καὶ παρατεταμένην ζωήν, καὶ βίον εὐπαθῆ ἐκμεμετρῆσθαι τῷ Μαμωνᾷ, καὶ εὐημερίας εἰς ἄκρον ἐλάσαι, νίκας αὐτῷ κατὰ βαρβάρων καὶ ἀνδραγαθήματα ὡς πλεῖστα ἐπιγράφοντες, ἃ τοῖς μὲν σώφροσιν οὐδὲ εἰς ἀκρόασιν ἔρχεσθαι δίκαιον· ὡς δ’ ἂν τῶν ἁπλουστέρων ἢ ἀμαθεστέρων τινάς, τοῖς ἐκ τῆς ἀπάτης ἀναπλασμοῖς μὴ παραβλάπτοιεν, τούτων διευθύνοντες ἕκαστα, κενοῖς λόγοις ἑαυτοὺς φαινακίζοντας, τοὺς ματαιόφρονας ἀποφήνωμεν. Ὅτι μὲν γὰρ ὁ βίος ἐκείνῳ πάναισχρος γεγονώς, βδελυκτὸν καὶ Θεῷ καὶ ἀγγέλοις, ἀνθρώποις τε τοῖς εὐσεβοῦσι καθίστη, οὐκ ἀσυμφανές· καὶ γὰρ εἰς τὰ σαρκὸς πάθη κατασυρόμενος, τὴν τῶν ἀλόγων ζώων παρήλασε κτηνωδίαν· τοῖς ἀπηγορευμένοις καὶ βαρβάροις καὶ Ἕλλησι, καὶ σῶμα καὶ ψυχὴν ὁ δείλαιος ἐμμολυνόμενος.

Καὶ ταῦτα οὐκ ὀλίγιστοι τῶν ὑπηρετησαμένων αὐτῷ μέχρι τοῦ δεῦρο περιόντες ἀπαγγελλέτωσαν, μεθ’ ὧν καὶ τἄλλα ἃ περὶ τὸ σῶμα αὐτῷ ἀπήντα· ἤδη γὰρ πόνοις καὶ ἀλγηδόσιν ἀῤῥήτοις, οἷα εἰκὸς τοὺς ἡλκωμένους πάσχειν, βαλλόμενος, πονήρως καὶ ἀνιαρῶς ἄγαν διέκειτο· καί τινα τῶν μελῶν ὑπὸ τῶν ἑλκῶν ἀπηχρείωτο, καί πως καὶ σαρκίων τινῶν ἀπεῤῥυηκότων αὐτῷ· συνεχέστατα δὲ ὑπὸ τῶν ἐριννύων ἐκδειματούμενος, πικρῶς καὶ ἐλεεινῶς τὸν νυκτερινὸν χρόνον διήνυεν, ἵσως τοῖς συγκειμένοις ἐφυστερίζων, ἀντεπεξαγούσης τῆς παρ’ αὐτοῦ διωκομένης πίστεως.

Παρείσθω τὰ νῦν λέγειν τὸ τῆς διαίτης ἀηδές τε καὶ αἴσχιστον· ὅπερ γὰρ ἂν προσάραιτο βρώσεως, οὐ τέλεον καταποθέν, παρὰ τοὺς ἐμέτους ἔφθανεν ἐκκρινόμενον· τὸ δὲ περὶ τοὺς ὑπηρετουμένους ἰταμὸν καὶ θηριῶδες τοῦ τρόπου, καὶ τῆς ὑπηρεσίας τὸ δυσαχθέστατον, ὁποῖα ἄν τις εἴποι τὰ φέροντα σώματα;

Μάστιξι γὰρ ἑκάστης πολλαῖς καταξαίνων αὐτῶν τὰ νῶτα καὶ τὰς ὠλένας, οὐδὲν τῶν σαρκοβόρων θηρίων φιλανθρωπότερον ἔπραττεν, ἐκτομὰς δὲ μελῶν καὶ ὀφθαλμῶν πηρώσεις, καὶ τὰ ἄλλα ὅσα δεινὰ κολαστήρια, καὶ σφαγὰς ἀδίκους ἀνδρῶν ἀθώων, καὶ τοὺς διὰ πυρὸς πικροτάτους θανάτους, τί χρὴ καὶ λέγειν; Οἷς μὲν βασκαίνων, ἀνδρείας καὶ ἀρετῆς εὖ ἔχουσιν· οἷς δὲ τοῦ ἐκπρεποῦς καὶ ἐπὶ ποσὸν προηγμένοις ἐπὶ τὸ εὔχρηστον· περὶ γὰρ τῶν τῆς εὐσεβείας εἵνεκεν τοιαῦτα καὶ τούτων χείρονα πασχόντων, ἑτέρας δεήσει συγγραφῆς καὶ τῆς κρείττονος.

οαʹ. Εἶτα πρὸς τῷ τέλει τῶν κακῶν γενόμενος, καὶ πυρετῶν ὀξύτησι καὶ φλογώσεσι καταπιμπράμενος, τῆς ἐκδεξομένης αὐτὸν γεέννης τὴν φλόγα ἐμφανῶς προορώμενος κατωπτρίζετο, καὶ τοῦ σκώληκος τοῦ ἀκοιμήτου τὰ δήγματα, σύντονόν τε καὶ γεγωνὸς ἐκβοῶν ἐνδελεχέστατα· τῆς γεέννης ταῦτα προαύλια· ἐντεῦθεν μικρὰ τῆς ἀσεβείας συναισθόμενος, τῆς ἐκ τῆς παρ’ ἡμῶν πίστεως ἐδεῖτο ἐπικουρίας· ἐπέτρεπέ τε τοῖς παρεπομένοις τῶν ἱερέων, τὰ τῶν Χριστιανῶν προσᾴδειν ἱερὰ μελῳδήματα· οἱ δὲ πρόθυμοι ἀπαναίνεσθαι, ὡς μήτε εἰδέναι μήτε ᾆσαι πώποτε, εἴτε ταῖς ἀληθείαις οὕτως ἔχοντες, εἴτε τὴν ἐκείνου κατοῤῥωδοῦντες ὠμότητα καὶ δυσμένειαν. Τοιαύταις εὐημερίαις, τοιαύταις εὐπαθείαις ἐναναπαυόμενος, ὑφ’ ὧν δὴ Διοκλητιανόν τε καὶ Μαξιμιανὸν συντελεσθέντας ἀκούομεν, οὕτω κακὸς κακῶς καὶ ἀθλίως ἀπολλύμενος, καταλύει τὸν βίον· τεθνήκει δὲ πλοϊζόμενος σημείοις τισὶν ἐκτὸς τῆς βασιλίδος διέχουσι, τῶν ἐκ τῆς Θρᾴκης χωρίων παλινοστῶν, ἐν οἷς ἐκστρατεύων ἐτύγχανε· γῆ γὰρ ἡ πάντων μήτηρ τὸν μιαιφόνον, αἵμασιν αὐτὴν ἀθώοις ἐκπλήσαντα καὶ μολύναντα, ἐφ’ ἑαυτῆς θνήσκειν οὐ παρεδέξατο.

Ποίας οὖν ἄρα κατηγορίας καὶ ταλανισμοῦ οὐκ εἶεν ἄξιοι, οἱ ἐκεῖνον μακαρίζειν ἀνοήτως οὐκ αἰσχυνόμενοι! Ὁ δὲ τῆς ζωῆς αὐτοῦ πᾶς χρόνος οὐκ εἰς μακρόν τι πάνυ διήλασεν· οὐ πλείοσι γὰρ ἢ ὀκτὼ πρὸς τοῖς πεντήκοντα ἔτεσι βιούς, ψυχῇ τε καὶ σώματι τέθνηκε· καὶ αὐτά γε ταῦτα Θεοῦ συγχωρήσαντος, οὐκ εὐδοκήσαντος· ἀνάξιος γὰρ τῆς παρὰ Θεοῦ εὐεργεσίας· ἢ οἰκειότερον εἰπεῖν, ἀναβαλλομένου τὸν χρόνον καὶ ἀξίως δικάζοντος, ἵνα κἀνταῦθα τῶν τετολμημένων ὅσον ἀπογεύσασθαι δίκας εἰσπραττόμενος, πικρῶς καὶ ὀδυνηρῶς τὴν αἰσχίστην ἀποῤῥήξῃ ζωήν, τὰ τεθησαυρισμένα αὐτῷ παρὰ τῆς θείας δίκης ἀποληψόμενος ἐν τῷ μέλλοντι ἀθάνατα καὶ ἀπέραντα ὁ δύστηνος κολασθησόμενος· πικροτέρας αὐτῷ καὶ μακροτέρας ἅμα τῷ πατρὶ καὶ συγκληρονόμῳ αὐτοῦ, θεοκρίτως ἐν τῇ γεέννῃ τῆς τιμωρίας ἑτοιμασθείσης.

οβʹ. Ἃς δὲ ἐπιπλάττουσιν αὐτῷ νίκας, τοιαῦταί τινές εἰσιν, ἵνα μιᾶς τῶν κρατίστων ἐπιμνησθῶμεν. Ἐπειδὴ παρεσκεύαστο τὸ πρὸς δυσμαῖς ἡμῖν ᾠκισμένον Σκυθικὸν ἔθνος ἀμύνασθαι, συναθροίζει δὴ ἅπαν τὸ ὑπ’ αὐτῷ στράτευμα· εἰς χεῖράς τε τοῖς πολεμίοις ἰών, ὁποῖον αὐτῷ τὸ τοῦ πολέμου τέλος κατώρθωτο, μαρτυρεῖ τὰ φαινόμενα· μέχρι γὰρ καὶ σήμερον τὰ κατὰ τὴν Ἀγχίαλον καλουμένην πόλιν, κοῖλα καὶ πεδιάσιμα χωρία, ἃ τῶν ἀνῃρημένων τὰ κῶλα ἐδέξατο ὑποδείκνυσιν· ἔργον γὰρ τῆς Σκυθικῆς μαχαίρας, ἅπαν σχεδὸν τὸ τῶν Ῥωμαίων ἐγένετο στράτευμα. Εἰ δέ τι μικρὸν καὶ οὐ πάνυ ἀξιόλογον ἕδρασε, καθά γε ἡμῖν ἐκ τῶν γεγραμμένων αὐτῷ πρὸς τοὺς ἐνηυλισμένους κατὰ τὴν βασιλεύουσαν, ἀναλεξαμένοις ἔγνωσται· ἐν οἷς πολλὰ κατακομπάσας ὁ τοῦ ψεύδους ὑπηρέτης καὶ σύντροφος, πολλὴν δὲ τὴν θεομαχίαν ἐκ τῆς ἀπείρου πολυορκίας ἐφ’ ὕβρει τοῦ Κτίσαντος προβαλόμενος, ἡνίκα τὸ ἔθνος περὶ τοὺς οἰκείους ἡγεμόνας διαστασιάζον κατέλαβε· καὶ γὰρ τοῦτο πολλάκις ποιεῖν αὐτοῖς εὐπετές, ἅτε βαρβαρικοῖς ἤθεσιν ἐντρεφομένοις, καὶ διχῆ τοῖς μέρεσιν ὡς τὰ πολλὰ διαιρουμένοις, ὅταν αὐτῶν ταῖς βουλαῖς ἀντικαθισταμένους ἵδωσιν· ὃ δὴ καὶ τηνικαῦτα ὁ τούτων κύριος ἐπιβουλευόμενος πέπονθε, Σαβῖνος ὄνομα ἦν αὐτῷ, καὶ φυγὰς πρὸς Ῥωμαίους ἀπῴχετο.

Τότε οὖν αὐτῷ ἡ τοῦ ἔθνους καθ’ ἑαυτὸ διαφορὰ καὶ στάσις, κατὰ βραχὺ γοῦν εὐδοκιμῆσαι παρέσχετο· τοὺς δὲ πρὸς ἥλιον ἀνίσχοντα βαρβάρους καὶ εἰς μνήμην ἰόντας ἐδεδίει μάλιστα· ὡς καὶ ἐπ’ ἐκκλησίας κηρύσσειν, μὴ θαῤῥεῖν κατ’ ὀλίγους αὐτῶν, τῷ ὑπ’ αὐτῷ ἅμα παντὶ ὁπλιτικῷ, εἰς ταυτὸν μάχης ἰέναι πώποτε· ὁπόταν δὲ αὐτούς, οὕτω συνενεχθέν, ἐμφύλιος διέλαβε μάχαιρα, καὶ σίδηρος ἦν ὁ δικάζων τῶν γνωμῶν τὸ ἀμφήριστον, καὶ τὴν ἐπ’ ἀλλήλοις ἐχειρούργουν πανωλεθρίαν, λῃστρικώτερόν πως μᾶλλον ἢ στρατηγικώτερον ὡς λήσων ἐπιὼν τοῖς τῆς Ἀρμενίας χωρίοις, τῶν ἐκείνης φρουρίων αἱρεῖ ὁμολογίᾳ τῶν προσοικούντων·

Ἀρμένιοι δὲ καὶ Σύροι Χριστιανοὶ ὄντες ἐτύγχανον· οὐ γὰρ ἐχθρῷ ἀλλοφύλῳ ὑπηντήκει πώποτε, οὓς καὶ μετανάστας, τῶν συγκειμένων ἐνωμότων λόγων τὸ ἀσφαλὲς ἠθετηκώς, κατὰ τὰ ἐπὶ Θρᾴκης χωρία πεποίηκεν· ὧν τῆς παραβασίας δίκας τὸ Θρᾳκικὸν πέδον, ὡς οἶμαι, τιννύει τὸ σήμερον. Σαρακηνοὶ δὲ ἐπεὶ τὴν ἐκείνου ἔφοδον ἠκηκόεισαν, ἀπόμοιράν τινα ὁπλιτικῆς φάλαγγος ἐπιθέσθαι αὐτῷ ἐκπέμπουσιν, εἰς πεντακισχιλίους ἄνδρας οὔπω πλέον ἠριθμημένην· ὧν τῆς ὁρμῆς ἐπαισθόμενος, φυγὰς αὐτίκα ἅμα τῷ ἑπομένῳ πλήθει ᾤχετο, μηδὲ ὡς πλησιαίτατα τούτοις γενέσθαι οἷός τε ὤν. Τοιαῦτα μὲν οὖν τὰ ἐκείνου ἀνδραγαθήματα, καὶ τὰ κατ’ ἐχθρῶν σχεδιαζόμενα τρόπαια.

ογʹ.

Εἰ δὲ χρὴ νίκαις, καὶ ἀνδραγαθήμασι, καὶ χρόνων μακρῶν περιόδοις, καὶ τοῖς ἄλλοις οἷς ἡ τοῦ παρόντος βίου εὐδαιμονία καὶ εὐπραγία γνωρίζεται, πίστιν μετρεῖν, ἀλλὰ μὴ τῷ θείῳ καὶ ἀποστολικῷ προσέχειν κηρύγματι· ἐκεῖνα δὲ τοῖς τοῦ Θεοῦ παραχωρεῖν κρίμασιν, ὂς οὐ πίστιν μόνον ὀρθήν, ἀλλὰ καὶ βίον ἡμᾶς καὶ πολιτείαν ἀρίστην καὶ εὐαγγελικὴν ἐπιδείκνυσθαι βούλεται· ἑκάτερον γὰρ τούτων θατέρου ἄνευ νεκρόν, καὶ ὁ τῷ ἑνὶ ἐλλείπων, καὶ τὸ ἕτερον ζημιωθήσεται· ὧν οὐδαμῶς τοῖς ἀνοσίοις ἐμέλησε πώποτε· ὅτου δὴ χάριν μὴ τοῦτον ἀφέντες ἐῤῥιμμένον καὶ κατεπτυσμένον, καὶ μηδ’ ὅτι ἐβασίλευσε, μηδ’ ὅτι ἐστράτευσε, μηδ’ ὅτι ὅλως γέγονε· καὶ ὡς μικρὰ τὰ παρ’ αὐτῶν ἐπαιρόμενα λογιζόμενοι, ἐπὶ τοὺς τὰ μεγάλα ἐν τῷ βίῳ κατωρθωκότας ἀποτρέχοιεν, καὶ νίκας ἀνὰ πᾶσαν τὴν οἰκουμένην κατὰ πάντων σχεδὸν ἐθνῶν ἀραμένους, καὶ τρόπαια κατ’ ἐχθρῶν στησαμένους, πλεῖστόν τε ὅσον διαζήσαντας χρόνον, καὶ εὐπαθείας εἰς μέγα ἥκοντας, καὶ κατὰ τὴν ἀρχὴν ἐνεγκαμένους τὸ ἐπικλεὲς καὶ μεγάλαυχον, ὡς τὴν ἐκείνων θρησκείαν καὶ ζηλῶσαι καὶ μεγαλῦναι· θαυμάζειν τε τὰ κατορθούμενα, καὶ ἐκπλήττεσθαι, καὶ τὸν βίον αἱρεῖσθαι καὶ τὸν τρόπον· ὥστε κἀν τοῖς μέλλουσιν αἰῶσι, τοῖς ἀποκεκληρωμένοις αὐτοῖς καὶ ἡτοιμασμένοις συμπαραπολαῦσαι δικαιότατα· καὶ ἵνα τῶν πολλῶν ἀφέμενοι, ὀλίγων ἐπιμνησθῶμεν, τὸν Ἀλέξανδρον ἐνταῦθά μοι νόει, τὸν Φιλίππου, τὸν Μακεδόνα· μικροῦ πᾶσαν τὴν οἰκουμένην παραστησάμενον, καὶ πάντα Ἑλληνικὰ καὶ βάρβαρα ἔθνη χειρωσάμενόν τε καὶ δουλωσάμενον· ὃς ἐν ἴσῳ πτηνοῖς διαθέων, τῷ τάχει περιῄει τὴν σύμπασαν, καὶ τὸ σφοδρὸν καὶ ὀξύῤῥοπον, τῷ τῆς παρδάλεως εἴδει τῷ ὁρῶντι προϋπεγράφετο· οὕτω γάρ τισι τῶν διδασκάλων τὰ κατὰ τὸν τόπον τεθεώρηται, ἐπεὶ καὶ δραστικώτερον ἢ κατ’ ἐλπίδας ἀνθρωπίνας, τὰ κατὰ νοῦν αὐτῷ ἐπεραίνετο· οὐ γὰρ σχολαῖον εἶχε τὸ ὅρμημα, ἀλλ’ ὡς ἐξ ἐπιδρομῆς ἰὼν εἷλεν ἅπαντας· ἕτεροι γὰρ ἐπὶ τῆς Περσῶν δυναστείας τοῦτο ἐξειλήφασιν.

Ἢ τὸν Καίσαρά μοι φράζε τὸν Αὔγουστον, ὃς μεῖζον μετ’ ἐκεῖνον τὰ ἐκείνου διαδεξάμενος, κατὰ τὴν ἀρχὴν τὸ κλέος ἐκέκτητο, ἐπείπερ τὰ Μακεδόνων τοῖς Ῥωμαίων ἠλάττωτο· καὶ τὰ τῆς ἀρχῆς αὐτῷ παρετέτατο, εἰς ὅσον τὸ πᾶν τῆς Μαμωνᾶ ζωῆς σχεδόν, συμπαρατεινόμενον ἔσχε τὸ διάστημα· οἶδα γὰρ ὡς οὐκ ἄν σε τὸν ὑβριστὴν ἡ τοῦ Χριστοῦ ἀπογραφὴ δυσωπήσειεν· ὡς χάριέν σοι καὶ τὴν Ἡρώδου παιδοκτονίαν ἀσπάζεσθαι· ἐφ’ ἑνὶ δέ σε μόνον χαλεπαίνειν καὶ ἄχθεσθαι, ὅτι μὴ καὶ ὁ ζητούμενος ἐν τοῖς ἀνῃρημένοις συμπεριείληπτο, φυγὰς δὲ ἀπῴχετο πρὸς τὴν Αἴγυπτον, ἐπειδὴ ἑπτὰ πρὸς τοῖς τριάκοντα ἔτεσι κατὰ τὴν αὑτοῦ βασιλείαν, ὥς φασιν, Ἡρώδης διήρκεσε. Θαύμαζέ μοι καὶ τὸν Ἀθηναῖον Τιμόθεον, ὃς τὴν τύχην εὐπαθῶν ἐν τῷ βίῳ ἔσχε συμπράττουσαν· τί δὲ οὐχὶ τῷ Σεναχηρεὶμ ἐγκαλλωπίζῃ, καὶ τοῖς ἄλλοις οἳ τῶν Ἀσσυρίων βεβασιλεύκασιν; ἵνα πρὸς τὰ παλαιότερα ἐντεῦθεν ἀναδράμωμεν· μετ’ ἐκείνους δὲ καὶ ὑπὲρ ἐκείνους, τὸν Ναβουχοδονόσορ καὶ τὴν ἐκείνου δυναστείαν οὐχ ὑπερεκπλήττῃ; ὅθεν καὶ σφύρα πάσης τῆς γῆς παρὰ τῶν λογίων τοῦ Πνεύματος ἐπωνόμασται, τῷ διαφθείρειν καὶ ἀπολλύειν ἅπαντας καθ’ ὧν ἂν ἐπετίθετο.

Μῆδοι δὲ καὶ Πέρσαι, ἐπεὶ καὶ ἡγιασμένοι παρὰ Θεοῦ καὶ ἀγόμενοι, καὶ γίγαντες ἐρχόμενοι χαίροντες ἅμα καὶ ὑβρίζοντες, ὡς τὸν θυμὸν τοῦ ἁγιάζοντος ἀποπλήσοντες, καὶ Κύρος χριστὸς ὁ τοῦ Θεοῦ, ὃς τούτων ἦγε τὸ ὅρμημα προσηγόρευται, οὐκ ἄν σε θᾶττον εἰς πίστιν ἐπαγάγοιντο; Παρίημι δὲ τὰ πολλὰ διὰ τὸν ὄχλον τῶν ῥημάτων. Ἀλλὰ φήσεις, ὅτι τὰ ἐπὶ Θρᾴκης ἐπετείχισε φρούρια, καὶ εἰ μέγα σοι τοῦτο εἰς πίστιν, δίδου τὸ κλέος τῆς πίστεως Ῥώμοις τισί τε καὶ Ῥήμοις, καὶ τῆς μεγίστης Ῥώμης ἐννόει τὸ περιφανὲς καὶ ἐπῃρμένον τῆς κτίσεως· ζήλου τὴν θρησκείαν ἐκείνου, ὃς τὴν μεγάλην ἐδείματο Ἀλεξάνδρειαν, καὶ τὸ τοῦ χωρίου θαυμάζων εὔθετον, καὶ τοῦ ἐπικλύζοντος Νείλου τῶν ἐκείνῃ τὰ ὅρια, τὰς ἀναβάσεις τὰς ἐτησίους, καὶ ὡς καρποδότην δοξάζων, τῆς παλαιᾶς καὶ δεισιδαίμονος τῶν Αἰγυπτίων οὐκ ἀποσταίης πλάνης. Ὁ Νῖνός σοι τῆς ὁμολογίας ἡγείσθω, ὃς ἐπώνυμον ἑαυτῷ τὴν πόλιν ἤγειρε τὴν Νινευῆ, ἧς ἡ ὁδὸς ἡμερῶν τριῶν τῷ περιιόντι διανυσθήσεται.

οδʹ. Μετάβηθι ἐντεῦθεν, εἴ σοι δοκεῖ, ἐπὶ τοὺς κατὰ τὸν Ἰσραηλίτην λαὸν ὑπάρξαντας βασιλέας, καὶ τὴν ἐπ’ αὐτοῖς εὐημερίαν καὶ τὸν χρόνον περιεργάζου· εἷς δέ σοι ἀντὶ πάντων ἀποχρήσει, κλέος μέγα καὶ αὔχημα προκείμενος πίστεως. Ἱεροβοὰμ οὗτός ἐστιν ὁ δοῦλος καὶ ἀποστάτης· ἐπειδὴ γὰρ Σολομὼν ὁ τοῦ προφήτου Δαβὶδ παῖς τῆς ἐνταῦθα ζωῆς ἀπαλλάττεται, ἐξ Αἰγύπτου ἐπάνεισι, φυγὰς ἐκεῖσε τὸ πρὶν ἀποδράς· εἰς τοσοῦτον δὲ τὰ τῆς τύχης καὶ τῆς εὐημερίας αὐτῷ ἐπιδέδοται, ὡς ἱκανῶς ἔχειν τὸν λαὸν διελέσθαι διχῆ, καὶ τὰς πλείστας τῶν φυλῶν ἐπαγαγέσθαι, καὶ ἀρχὴν οἰκείαν καὶ βασιλείαν ἀποτεμέσθαι, καὶ βασίλεια καταστήσασθαι, καὶ τῆς περὶ Θεὸν λατρείας τὸν λαὸν ἀπαγαγεῖν, καὶ δαίμοσιν ὀλεθρίοις προσαγαγεῖν, τὰς χρυσᾶς δαμάλεις τῶν ἱερῶν σεβασμάτων εἰς προσκύνησιν τῶν ματαίων ἀντιτεχνώμενος, ὧν μέγα ὑπερέσχε, καλλιεργίαις τε καὶ εὐφωνίαις καὶ τοῖς φθόγγοις ὑπερηχοῦν εὐσημότερα· ἐκεῖνο δὲ τὸ περὶ σὲ θαῦμα τὸ ἐν σκεύεσι τοῖς χρυσηλάτοις ὑπεράγαν θαυμαζόμενον, καὶ πρὸς ἑαυτὸ τοὺς πλανωμένους ἀνθέλκον τῇ ποικιλίᾳ καὶ τῷ μεγέθει, τῇ ἐπὶ τῆς Βαβυλωνίας εἰκόνι παρὰ τῶν τεκτηναμένων ἀντιπαρατιθέμενον· τί δέ σοι οὐ μέγας Ὀζίας ὁ τολμητίας, ὁ τῶν ὑπὲρ ἀξίαν ἁπτόμενος καὶ διὰ τοῦτο λεπρούμενος;

Μανασσῆ δέ σοι, οὐκ ἔστιν ὅστις τῶν ἄλλων παρεξετασθήσεται· πάντας γὰρ τοὺς ἐπ’ ἀσεβείᾳ καὶ ἀθεότητι γνωριζομένους ὑπερβαλέσθαι ἀνιστόρηται, πάντων προσοχθισμάτων καὶ βδελυγμάτων ἑαυτόν τε καὶ τὸ ὑπήκοον ἅπαν ἀποπλήσας· τούτων δὲ ὁ μὲν δυσὶ πρὸς τοῖς πεντήκοντα ἔτεσιν, ὁ δὲ πέντε πρὸς τοῖς πεντήκοντα κατὰ τὴν ἀρχὴν ἐπὶ τὸ Ἰουδαϊκὸν φῦλον, διήρκεσαν βασιλεύοντες· καταμωμήσῃ, εὖ οἶδα, καὶ διαπτύσεις τὸν θεοφιλῆ Ἰωσίαν, τὸν παρὰ Θεῷ ἐπ’ εὐσεβείᾳ μαρτυρούμενον, καὶ πίστει τῇ ὀρθῇ τοὺς ἄλλους ὑπερίσχοντα, ὅτι ἀκλεῶς τὸν βίον κατέλυσεν, ὑπὸ τῶν οὐ πολεμούντων βληθείς, καὶ τοῦ πολέμου τὸ ἄπιστον οὐ προορώμενος· ἐκείνων ἁπάντων διά τε τοὺς χρόνους καὶ τὴν παροῦσαν εὐημερίαν ὑπεραγάμενος δέχου τὰ ἕθη, τόν τε τρόπον καὶ τὴν θρησκείαν τίμα· κατακρότει ταῖς εὐφημίαις, στεφανοῦ ταῖς ὑπερκειμέναις δόξαις· μιμοῦ τὸν βίον, ἀσπάζου τὰς πράξεις, σπονδὰς προσχέων τέλει καὶ τὰς θυσίας, ἐνευφραίνου ταῖς τελεταῖς, καὶ τοῖς σοῖς ταῦτα πρόσφερέ τε, εἴ σοι αἱρετόν, καὶ προσκύνει καὶ δόξαζε· τελοῦ τοῖς μυστηρίοις, δέχου τὰς ῥήσεις τῶν χρησμολόγων, πύθου τῶν ἀπὸ γῆς φωνούντων, ταῖς ἐγγαστριμύθοις προσέδρευε· τί τἄλλα λέγειν; πρόστρεχε τοῖς δαίμοσιν οἷς ὁ σὸς διδάσκαλος ἤγετο· ἵνα καὶ ῥᾷον εὐημερήσῃς, καὶ πλησθῇς ἄρτων καὶ οἴνου, καὶ πάντων ὅσα παρὰ τῆς γῆς ἐκδίδοται καὶ τοῖς γηΐνοις σπουδάζεται.

Υἱοὶ ἀνθρώπων, ὁ μέγας ὑμῖν ἐμβοάτω Δαβίδ, οἷά τις σάλπιγξ μεγαλόφωνος, ὡς ἐκ περιωπῆς καὶ ὑψηλοῦ ὑπηχῶν τοῦ κηρύγματος, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

οεʹ. Μέγα τι τὰ παρόντα ὑπολαμβάνοντες, καὶ τοῖς φθαρτοῖς καὶ ἐπικήροις τὸ πᾶν τῆς ζωῆς περικλείοντες, πόθεν σοι ἡ μικρὰ ἐκείνη ἐφ’ ᾗ μέγα φρονεῖς εὐημερία, καὶ ὅθεν σοι τὰ ὤνια ἐπηύξετο; εἴ σοι οὐ τραχὺς ὁ λόγος, ἀκούων ἐπίγνωθι. Ὁ μισοχριστότατος καὶ φιλοχρυσότατος τύραννος, τὸ τοῦ χρυσοῦ ἀνδράποδον, ὁ τὸν Λύδιον ἐκεῖνον τῇ φιλοχρύσῳ μανίᾳ ὑπερβαλόμενος, καὶ θεὸν τὸν χρυσὸν μετὰ τῆς κοιλίας ἡγούμενος· ὁ βαρύτατος φορολόγος, καὶ ἀπαραίτητος, τὸν κλοιὸν τῶν ὑποφόρων εἰς ὅτι μάλιστα κατεβάρυνε, συχναῖς καὶ ἐτησίοις προσθήκαις τῶν τελεσμάτων, τοὺς τῆς γεωργίας ἅπαντας πιέζων καὶ ἀποθλίβων παρανομώτατα, ὡς ἐνὸς χρυσίνου τὴν περιουσίαν ἀνδρὸς γεωργοῦ ἅπασαν, εὐχερῶς ἄν τις ἐξωνήσατο· εἶδον ἔγωγε τῶν τελεσμάτων χάριν ἀνθρώπους ἀθλίους δένδρεσιν ὑψηλοῖς τε καὶ εὐμήκεσι, χειρῶν ἐξημμένους ἐκκρεμεῖς, ὡς ἐπὶ τὸν ἀέρα ἐπὶ πολὺ μετεωρίζεσθαι, καὶ ταύτην πικρὰν καὶ βιαίαν διαφέροντας τιμωρίαν, ἀπορίᾳ τῶν δημοσίων φόρων· σὺ δὲ οὐκ αἰσχύνῃ καὶ καταδύῃ τῶν πέλας τὴν ζωὴν ἐκκαρπούμενος, καὶ τὰς σάρκας τῶν ὁμοφύλων, μᾶλλον δὲ ψυχὰς αὐτάς, μικροῖς σταθμίοις ἐμπορευόμενος· καὶ τρυφὴν ἰδίαν, καὶ κέρδος ἐπιζήμιον, τὰς ἀλλοτρίας συμφορὰς ἐργαζόμενος;

οϛʹ. Διὰ τοῦτο ἐπαγάλλῃ τοῖς χρόνοις καὶ ταῖς εὐημερίαις; μεγάλα σοι τὰ παρόντα καὶ τοῦ παντὸς θαύματος ἄξια;

Κίνει λοιπὸν κατὰ τοῦ Κτίστου τὴν γλῶσσαν· ὅπλιζε κατὰ τῆς τοῦ Μονογενοῦς δόξης τὰς χεῖρας· ἐξουδένου Χριστόν, ὅτι ἐπὶ γῆς ἐλθὼν ταπεινὸς ὤφθη καὶ εὐτελὴς τὸ φαινόμενον, καὶ πάντων πενέστερος, καὶ οὐκ ἔχων ὅποι τὴν κεφαλὴν κλίνῃ, ἀλωπέκων καὶ πετεινῶν ἀπορώτερος, ἀριθμῷ βραχεῖς μαθητὰς ἐπαγόμενος, καὶ τούτους ἀπόρους καὶ πένητας· θανάτῳ τε αἰσχίστῳ οἷά τινα κακοῦργον καὶ ὑπεύθυνον καταδίκαζε· χλεύαζε τὸν σταυρὸν καὶ τὸ πάθος, ὃ σοῦ γε εἵνεκεν κατεδέξατο· ταῖς θεοσημίαις ἀπίστει, διάπτυε τὰ θαύματα, κωμῴδει μετὰ Ἰουδαίων τὴν ἀνάστασιν, ὕβριζε τῶν μαθητῶν τὴν ἀκτησίαν, ὡς ἀχάλκους καὶ ἀράβδους καὶ μονοχίτωνας πανταχῆ περιιόντας εὐτέλιζε, καὶ τοὺς ὡραίους τῶν εὐαγγελιζομένων πόδας ἀποτροπαίους ἠγοῦ· ἀπόσκωπτε τῶν μαρτύρων τῆς ἀληθείας τὸ δυσπαθὲς καὶ δυσήμερον· τὴν τῶν ὑπαρχόντων ἁπάντων ἀποβολὴν ἐπιτώθαζε, καὶ τὸ πρὸς ἅπαν δεινὸν αὐτόμολον, τὴν κατὰ τῶν κινδύνων καὶ τοῦ θανάτου αὐτοῦ τόλμαν ὀνείδιζε· διὰ τοῦτό σοι φευκτοὶ οἱ ἅγιοι, ἐπευκτοὶ δὲ οἱ διώκοντες, ὅτι οἱ μὲν ἡττήθησαν, καὶ οὐδέν τι τῶν παρόντων ἀπώναντο· οἱ δὲ τῆς ἐνυπαρχούσης δόξης οὐ διήμαρτον· ἀγνοεῖς γὰρ ὅτι ἕτερα μὲν τῶν ἁγίων τὰ κατορθώματα, τῆς ὄντως πίστεως καὶ τῆς ἐλπίδος τῆς κατ’ αὐτοὺς ἄξια, ἀΐδιον ὡς ἀληθῶς τὴν δόξαν καὶ τὴν λαμπρότητα κεκτημένα καὶ διαιωνίζουσαν· τῶν διωκόντων δὲ φαῦλα τὰ ἔργα καὶ ἀνόσια, καὶ τῆς ἐκείνων ἀθεότητος ἴδια· ἃ μετὰ τῆς μνήμης αὐτῶν εὐθὺς ἀπέσβη, ὥσπερ καπνὸς ὑπὸ λαίλαπος τάχιστα σκεδαννύμενα, καί σοί γε θαυμάζεται τοῖς παροῦσι μόνον προσηλωμένῳ, καὶ οὐδαμῶς τῶν ἀποκειμένων ἐν τῷ μέλλοντι τοῖς ἀξίοις ἀγαθῶν ἐν ἐλπίσιν ὑπάρχοντι.

οζʹ. Γέλως σοι προκείσθω τῶν ὁσίων καὶ ἀσκητῶν ἀνδρῶν ὁ βίος, οἷς ἐν σώματι τὸ ἀγγελικὸν καὶ ἄσαρκον ἐπιδείκνυται· διάσυρε τὴν ἐγκράτειαν, τὴν ταπεινοφροσύνην, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ μακρόθυμον, τὴν χαμευνίαν, τὴν ἀκτησίαν, τὴν ἐρημίαν, τὸ κόσμου καὶ τῶν ἐν κόσμῳ χωρίζεσθαι, καὶ τἄλλα οἷς Θεὸς εὐαρεστεῖται καὶ ἥδεται· ἄνοιγε τὸ στόμα κατὰ τοῦ ἀγγελικοῦ καὶ ἀποστολικοῦ σχήματος· ἀποβιάζου τοὺς ἐν τῷ μονήρει διαπρέποντας βίῳ, τὰς πρὸς Θεὸν ἀθετεῖν ὁμολογίας, τὸν βίον μεταῤῥυθμίζεσθαι, τὸ σχῆμα μεταμφιέννυσθαι, τὸ μέλαν καὶ τραχὺ καὶ ῥακῶδες ἱμάτιον ἀποτίθεσθαι, καὶ τὸ λευκὸν καὶ λαμπρὸν μετενδιδύσκεσθαι· δημοσίευε, ἐπὶ θεάτρων ἄγε, καταγόρευε, πλέκε διαβολάς, αἰσχρουργίας ἐπινόει· οἷς εἰ μὴ βούλοιντο τῶν πρὸς Θεὸν συνθηκῶν παραβάται γίνεσθαι, κατακρινέσθωσαν οἱ ἀθῶοι καὶ ἀναίτιοι· ἀμνημονεύτους ὀνόμαζε· ἐπεὶ καὶ Χριστός, τὸ παρὰ σοί, ὡς Θεὸς ἀθετούμενος, ὡς ψιλὸς δὲ ἄνθρωπος προσαγορευόμενος· ταῦτα ὁ σὸς Χριστὸς καὶ διδάσκαλος, ὁ ἐμὸς διώκτης καὶ τῶν τοῦ Χριστοῦ, μᾶλλον δὲ αὐτοῦ Χριστοῦ ἀντίθετος.

Εὐπάθειαν τὴν κατὰ τὸν τῇδε βίον ἐπιζητεῖς; Πίστιν δοκιμαζομένην, καὶ πράξεων τὸ λαμπρὸν καὶ περίοπτον, ταύτῃ βούλει παραμετρεῖν; Ἔξεστί σοι, εἴπερ ἀληθείας ὁπωσοῦν πεφρόντικας, τὴν τῶν πραγμάτων ἐπεσκεμμένῳ φύσιν, τὰ τῶν ὅρων τῆς θεοσεβείας πόῤῥω που κείμενα, ὡς σφαλερὰ καὶ ἀπόπτυστα δόγματα, καὶ τὸν περὶ ψυχῆς φέροντα κίνδυνον, καὶ τοὺς τούτων εἰσηγητὰς καὶ Πατέρας διακρούεσθαί τε καὶ ἀποπέμπεσθαι.

οηʹ.

Τῶν δὲ προβεβασιλευκότων πιστῶν, καὶ μέγα τὸ εὐδόκιμον τῆς ἐπ’ εὐσεβείᾳ σπουδῆς κληρωσαμένων, τήν τε ὁμολογίαν, καὶ ἣν περὶ τὴν οἰκονομίαν τοῦ Χριστοῦ δόξαν εἶχον, ἀποδέχεσθαί τε καὶ ἀσπάζεσθαι, καὶ τούτων περινοεῖν τὰς μεγαλοπρεπείας τε καὶ λαμπρότητας, καὶ τὸ θερμὸν ὃ περὶ τὴν ἀμώμητον καὶ ἀκίβδηλον ἡμῶν θρησκείαν ἐπεδείξαντο, τὴν τῶν ὀρθῶν δογμάτων συντηροῦντες φυλακὴν καὶ ἀσφάλειαν· ὁ Κωνσταντῖνος ὁ Μέγας ἐνταῦθα προκείσθω, οἷα δὴ κορυφὴ καὶ ἀκρόπολις εὐσεβείας σοι προφαινόμενος· ἵνα ἐξ ἐκείνου τοῦ λόγου κατάρξωμαι, ἐκείνῳ τούτου τῷ χρόνῳ κατάρξαντος, καὶ σκόπει ὡς πιστὸς τῷ Θεῷ καὶ φανεὶς καὶ γενόμενος, οἷα κατήνυσεν ἄρξας· τὴν μὲν γὰρ τῶν εἰδώλων πλάνην, φροῦδον αὐτίκα πεποίηκε· βωμούς τε αὖ καὶ τεμένη, ἐν οἷς τῶν βδελυρῶν δαιμονίων ἐπετελεῖτο ἡ θεραπεία, ἐκ βάθρων αὐτῶν καταστρεψάμενος, θυσίας τε αὐτῶν καὶ τελετὰς πάμπαν ἐκ ποδῶν ἐργαζόμενος, τὰς δὲ πρὸς Θεὸν κρατύνων ὁμολογίας, τοὺς καθ’ ἡμᾶς ἱεροὺς ναοὺς ἀνεστήσατο καὶ ἐφαίδρυνε, φιλοτιμίαις ὡς πλείσταις καὶ μεγαλοψυχίαις εἰς αὐτοὺς ὅτι μάλιστα χρώμενος, καὶ τήν τε ἐλευθερίαν καὶ παῤῥησίαν Χριστιανοῖς ἐχαρίσατο· οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τοὺς σεβασμίους οἴκους, οὓς αὐτὸς τῷ Θεῷ ἐκ θεμελίων ἀνίστη· τὰ ἱερὰ σύμβολα τῆς μεγάλης τοῦ Θεοῦ οἰκονομίας, θαύματά τε καὶ θεοσημίας καὶ παθήματα, πρὸς δέ γε καὶ τὰ τῶν ἁγίων αὐτοῦ, σαφῶς καὶ πολυτελῶς ἐξεικονίζων διέγραφεν, ἔν τε τοῖς ἱεροῖς σκεύεσι καὶ ἑτέρωθι πράττων τετίμηκεν, ἐντεῦθέν τε οἴκων τὸν καλλωπισμὸν καὶ τὴν ὡραιότητα ἐργαζόμενος, ὁμοῦ καὶ τὴν τοῦ θείου μυστηρίου ἐξαπλῶν καὶ διατρανῶν δύναμιν, καὶ τοὺς θεωμένους πρὸς εὐσεβείας ἐνάγων ὑπόμνησιν· καθάπερ ὑπαγορεύει τὰ Εὐαγγέλια, καὶ μάρτυρες τούτων ἀπαράγραπτοι, αὐτοί τε οἱ ναοὶ μέγα καὶ διαπρύσιον τὴν ἐκείνου βοῶντες ὀρθοδοξίαν, οὐδὲν δὲ ἧττον καὶ εἰσέτι καὶ νῦν διασωζόμενοι, τὸν πρὸς αὐτοῦ κεχαραγμένων νομισμάτων οἱ τύποι· ἐντεῦθεν οὖν δέχου τὰ κατορθώματα οἷα καὶ ὅσας κατὰ παντὸς ὀθνείου ἀνεδήσατο νίκας· ὅπως τε αὐτῷ τὰ τῆς ἀρχῆς ἐπευρύνετο, καὶ τὰ τῆς ζωῆς εὖ ἔσχε, καὶ ὁ χρόνος ὅσον εἰς ἀνθρωπίνης ζωῆς μέτρον ἱκανώτατος· καὶ τί χρὴ λέγειν οἷος λαμπρὸς καὶ περίβλεπτος ἐν τῷ βίῳ ἐχρημάτισεν;

Εἰ δὲ κτίσεων ἔργα θαυμάζειν σοι πάρεστιν, ὅρα παρελθὼν τὸ Βυζάντιον εἰς ὅσον αὐτὸ ἐπῆρε δόξης καὶ εὐκοσμίας, τοσοῦτον αὐξήσας καὶ καλλωπίσας τείχεσί τε καὶ περιβόλοις, ὅσον ἐπιτήδειον δέξασθαι τὰ Ῥωμαίων βασίλεια· τί δεῖ ἀπαριθμεῖσθαι κτισμάτων πλῆθος καὶ μέγεθος, ἐξ ὧν πάντων ὑπερήνεγκεν, ἃ μήτε τοῖς ὁρῶσι καταλήψεσθαι ῥᾴδια, μηδὲ γράφουσι δυνατὸν ἀνατάξασθαι; Καίτοι ὁδῷ βαδίζων ἐπὶ τὰ κάτω, καὶ μάνθανε οἷα οἱ μετ’ ἐκεῖνον εὐθύτητι δογμάτων ἐμπρέψαντες ἔδρασαν· θέα μοι, εἰ βούλει, τὸν Θεοδόσιον, ἵνα τὸ συνεχὲς τοῦ λόγου συμφυλαχθείη τῆς κτίσεως, ἐφ’ ὅσον τὴν αὐτὴν πόλιν Κωνσταντίνου ἐξαπλῶν καὶ ἀπευρύνων διάστημα ἐμεγάλυνε, καὶ οἷα τὰ ἱερά, ἅπερ τὸν αὐτὸν τοῖς προλαβοῦσι τῆς ὀρθοδοξίας ζηλώσας τρόπον ἐδείματο· λογίζου τὸν ἀριθμὸν τῶν χρόνων, ὅς σοι φίλος καὶ περισπούδαστος, τῆς ἐκείνου βασιλείας τὸ μήκιστον, ὦ φιλόχρονε σὺ καὶ φιλόκοσμε, καὶ τῶν ῥεόντων ἐρῶν ἐκτοπώτατα· δυσὶ γὰρ πρὸς τοῖς τεσσαράκοντα ἔτεσιν εἰς τὸν θρόνον διέπρεψε τὸν βασίλειον.

οθʹ. Τί ταῦτα;

θαύμαζε, εἴ σοι πεπίστευται τῶν ἀμεινόνων ἡ κρίσις, τὴν τοῦ πάππου τούτου Θεοδοσίου τοῦ Μεγάλου, περί τε τὸ Θεῖον καὶ τοὺς τοῦ Θείου θεράποντας εὐλάβειαν· ἣν γὰρ περὶ τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, σπουδὴν καὶ πίστιν ἐκέκτητο, οἵ τε ἐνταῦθα ἱεροὶ οἶκοι παρ’ αὐτοῦ κατασκευασθέντες, οἵ τε κατὰ τὴν Ἑσπερίαν ἱδρυμένοι κηρύσσουσι· τά τε κατὰ Βαρβάρων ὡς πλεῖστα, δεδωρημένα ἄνωθεν νικητήρια, αἱ βίβλοι περιαγγέλλουσιν· ὧν ἑνὸς διακούσας, εἰ μή σοι τὰ τῆς ψυχῆς πεπώρωται καὶ ἀπηχρείωται αἰσθητήρια, εὐγνωμονήσαις ἂν περὶ τἄλλα τοῦ ἀνδρὸς ἀνδραγαθήματα· ἐθνῶν γάρ ποτε πολεμίων εἰς πλῆθος ἀξιολογώτατον συμφραξαμένων, καὶ πόλεμον ἐπ’· αὐτῷ κινούντων καὶ ἐπανατεινομένων τὸν φρικωδέστατον, ὁ δὲ οἷα τὸν τρόπον φιλόθεος, καὶ τὴν εἰς Θεὸν πίστιν θερμότατος, ὅπερ ἦν αὐτῷ τῶν βουλευμάτων ἄριστον ἐπὶ ταῖς τοιαύταις συμβάσεσι, τῇ μὲν ἐκ τῶν ὅπλων παρασκευῇ ἥκιστα θαῤῥεῖν, καὶ τῇ ἐκ τῶν στρατευμάτων μὴ ἐπαυχεῖν πολυπληθείᾳ, τῷ μὴ πάνυ τι τὸ ἀσφαλὲς εἰς τὸ ἀνδραγαθίζεσθαι ἔχειν, ἐπὶ τὴν θείαν δὲ συμμαχίαν καταφεύγειν ἀεί, τοῦτο καὶ τηνικαῦτα ποιεῖ, ἄμαχον ἕξειν ταύτην ἐπικούρημα πεποιθώς· ἀποστέλλει τοίνυν πρός τινα τῶν κατ’ Αἴγυπτον θεοφόρων ἀνδρῶν, ἐπ’ ἔργοις παραδόξοις τεθαυμασμένον, ὡς αὐτὸν ἥκειν προτρέπων, ὡς ἂν ταῖς ἐκείνου εὐχαῖς ἐφοδιαζόμενος, τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης· ὁ δὲ τὴν μὲν παρουσίαν ὑπὸ εὐλαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ καθ’ ἣν ἐπεστήρικτο, καὶ τῷ περιβολαίῳ ὃ δὴ περιαυχένιον ἔφερε ποιησάμενος, ταῦτα ἐκπέμπει πρὸς Θεοδόσιον· καὶ ὅ γε πιστῶς τε καὶ εὐλαβῶς δεξάμενος, θαρσήσας τε ἐπ’ αὐτοῖς, τὸ μὲν περιβόλαιον, ἀντὶ κόρυθος ἐπὶ τῆς κεφαλῆς, καθάπερ αὐτῷ ἐντέταλτο περιβάλλεται, τῷ δὲ βάκτρῳ ἀντὶ δόρατος τὴν δεξιὰν καθοπλίζεται, πρώτιστος δὴ οὖν τοῦ κατ’ αὐτὸν στρατιωτικοῦ παντὸς προαφορμήσας, πρὸς τοὺς ἐναντίους χωρεῖ· ἐπεὶ οὖν τοῦτον οἱ Βάρβαροι ἐθεάσαντο, αὐτίκα δὴ μάλα οἵ γε πρὸς φυγὴν ἐτράποντο ἄπαντες, ὑπ’ ἀλλήλων τε βαλλόμενοι εἰς μέγα κακὸν ὀλέθρου ἧκον, καὶ ταῦτα μηδενὸς τῶν ἀντιπαρατεταγμένων, μήτε πλησιάσαντος μήτε βαλόντος· οὕτως οὖν λαμπρὸν τρόπαιον ἐν τῷ τότε καιρῷ κατὰ τῶν δυσμενῶν ἐστήσατο· ἐξ ἐκείνου τοίνυν καὶ μέχρι βίου παντός, ἐπὶ τοῖς θαυμαστοῖς ὅπλοις καὶ νικοποιοῖς στεφόμενος ὑπὲρ διάδημα βασιλικὸν ἐσεμνύνετο, ἀντὶ παντὸς ὅπλου τούτοις ἀεὶ κοσμούμενός τε καὶ χρώμενος· ταύτης τῆς παραδόξου νίκης ἁπανταχόθι βεβοημένης, οἱ τὴν Ἀλεξάνδρου προσοικοῦντες μεγαλόπολιν, πάνδημον ἑορτὴν καὶ πανήγυριν ἀνὰ πᾶν ἔτος ἐπὶ ταύτῃ ἦγον, καὶ Εἰκόνιον προσηγόρευον· καὶ γὰρ τοῦ βασιλέως εἰκόνα διέγραψαν, αὐτοῖς ὅπλοις οἷς καθώπλιστο ἀνιστορήσαντες, δι’ ἧς τὸ γεγονὸς περὶ αὐτὸν ἐκηρύσσετο θαῦμα.

πʹ. Ἀλλ’ οὐχ ὁ σὸς διδάσκαλος Μαμωνᾶς τοιαῦτα, οὐδὲ εὐλάβεια καὶ πίστις ἦν ἐν αὐτῷ, ἀπηναισχύντησε δὲ κατά τε τοῦ Θεοῦ μανεὶς καὶ τῶν ἱερῶν ἀνδρῶν, τῶν ὥσπερ αὐτῷ ἀνάθημα προσηκόντων· καὶ τὸ ἀποστολικὸν δὴ τοῦτο καὶ ἀγγελικὸν τοῦ μοναστικοῦ βίου σχῆμα βδελυσσόμενος, ἐπώνυμον τῆς θεοσεβείας, τὸ ἀμνημόνευτον αὐτοῖς ἐπέγραψεν ὄνομα· «Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια·» οἷα δὲ εἰς αὐτοὺς τυραννίδι ἐπιὼν ὁ τύραννος ἕδρασε, τάς τε πρὸς Θεὸν ἐπηγγελμένας αὐτοῖς ὁμολογίας καὶ συνθήκας ἀθετεῖν ἐκβιαζόμενος, καὶ τὸ σχῆμα τὸ ἱερὸν ἀποῤῥίψαντας, τὸ τῶν λαϊκῶν μεταμφίσκεσθαι· ἔτι δὲ οὓς καὶ γυναιξὶ συζυγῆναι ἐξηνάγκασεν, ἐπί τε τῆς ἱππικῆς ἁμίλλης αὐτούς τε τοὺς μοναχοὺς καὶ τὰς μοναζούσας σεμνὰς παρθένους, κατὰ συζυγίαν συνδέων καὶ ἄγων ἐθριάμβευεν, ἀθεώτατα καὶ παρανομώτατα, καὶ παρὰ πάντα τὸν τῶν Χριστιανῶν νόμον διαπραττόμενος, καὶ τἄλλα ὁπόσα δὴ καὶ ὁποῖα εἰς αὐτοὺς κατεπράξατο ἄθεσμα καὶ ἀνόσια, κρείττονος ἢ τοῦ παρόντος λόγου ἐστὶν ἐκδιηγεῖσθαι.

παʹ. Ἀλλ’ ἄγε δὴ ἐντεῦθεν μετάβηθι, καὶ τῶν μεταγενεστέρων, εἰ βούλει, περιεργάζου τοὺς τῆς ζωῆς χρόνους καὶ τὴν εὐπάθειαν, ἐπεί σοι κριτήριον πίστεως αἱ κατ’ ἐχθρῶν νῖκαι, καὶ τοῦ παρόντος κόσμου αἱ περιφάνειαι· ὁ τῆς νέας πίστεως, μᾶλλον δὲ τῆς νέας κατατομῆς καὶ ἀπιστίας, τὸ τῆς ἀχαριστίας κτίσμα καὶ τῆς ἀκολασίας ἀνδράποδον, τὸν πάλαι Ἰουστινιανὸν περιάθρει, ὃς δὴ θερμῶς τε καὶ περιφανῶς τιμήσας τὰ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου ἀπεικονίσματα, τὸν τεσσαρακοντούτην δυοῖν δεόντοιν χρόνον, κατὰ τὴν Ῥωμαϊκὴν ἀρχὴν διετέλεσε· τὸ δὲ ὅπως κατὰ βαρβάρων ἐθνῶν τὸ εὔδαιμον ἀπηνέγκατο, αἱ περὶ αὐτῶν ἱστορίαι πλεῖσταί τε οὖσαι καὶ ἀξιολογώτατοι φέρουσι, καὶ ἴσασι ταῦτα οἱ ἐντετυχηκότες ἐπιμελέστερον. Ἐπὶ κτίσμασι μέγα φρονεῖς, καὶ πίστεως τοῦτο παραλαμβάνεις μαρτύριον; τὰ μὲν ἄλλα σοι παρετέα πλεῖστα ὅσα καὶ μέγιστα καὶ ἀριθμοῦ κρείττονα, ἐν οἷς πολυειδῶς καὶ ποικίλως τά τε τῆς τοῦ Λόγου ἐνσωματώσεως καὶ τῶν ἁγίων τοὺς ἄθλους ἀνιστόρησε, θείοις ναοῖς τε καὶ ἄλλοις δομήμασιν· ἓν δέ σοι ἀντὶ πάντων ἀρκέσει, τὸ τῆς σοφίας τοῦ Θεοῦ Λόγου ἐπώνυμον ἱερόν· τοῦτο δὴ τῶν θαυμάτων τὸ ἀξιάγαστον, ὃ ἀνὰ πᾶσαν τὴν οἰκουμένην βεβοημένον θαυμάζεται, πάντων τῶν πώποτε μνημονευομένων καὶ ἱστορουμένων, τῷ ἀπειροπλασίονι μεγέθει καὶ τῷ ὑπεραίροντι κάλλει, παραδοξότατόν τε καὶ ἀξιοθέατον.

Ἡρακλείῳ δέ, ἵνα τοὺς ἐν μέσῳ παραδράμωμεν, οὐδὲ παραστῆσαι ῥᾴδιον· ὁπόσος ὁ περὶ τὰ ἱερὰ ταῦτα σεβάσματα πόθος καὶ ἡ προσκύνησις, μέγα σαλπίζουσιν οἱ παρ’ ἐκείνου ἀναστάντες ναοί· οὗ καὶ τὰς λεγομένας ἀχειροποιήτους τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰκόνας, ὁ χρόνος διέσωζεν, ὑφ’ ὧν μάλιστα τῷ πόθῳ καὶ τῷ σεβάσματι περιεφλέγετο· ὡς μηδὲ ἀπαίρειν μηδὲ κατάρχειν ὁδοῦ, τούτων χωρίς, βούλεσθαι, ἀλλ’ ὡς συνεκδήμων καὶ ἡγεμόνων ἀπλανῶν περιέχεσθαι· τῶν πρεσβειῶν δὲ τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεομήτορος, καὶ τῶν ἁγίων ἡ μνήμη καὶ ἡ ἐπίκλησις πόση; οὐδὲ ἀναπνεῖν αὐτῷ ὑπῆν ὅσον ταύτας αἰτεῖν· οἷαι δὲ αὐτοῦ αἱ πράξεις;

Μετὰ τῆς τοιαύτης πίστεως καὶ τοῦ σεβάσματος, αἱ πόλεις καὶ αἱ χῶραι κεκράξονται, αἳ δὴ ὑπὸ Πέρσας τηνικαῦτα τυγχάνουσαι, πίστει τῇ ἐκείνου καὶ ἱδρῶσι πλείοσιν ἀποκαθίστανται, Ῥωμαίους ἀνασωζόμεναι· ταύτας γὰρ ἀπροσεξία καὶ ῥᾳθυμία τῶν προαρξάντων, μᾶλλον δὲ ἁμαρτία ἡ τῶν πολλῶν, τοῖς ἐχθροῖς ἐνεχείρισε· χρόνος δὲ αὐτῷ ὑπὲρ τὰ τριάκοντα κατὰ τὴν ἀρχὴν διήλασεν ἕτη, καὶ ὁ πᾶς τῆς ζωῆς αὐτῷ βίος ὑπὲρ τὰ τούτων διπλάσια περιεγένετο· καὶ οὕτως οἵ τε πρότεροι, καὶ οἱ καθεξῆς βασιλεῖς τε καὶ ἄρχοντες ἐπ’ εὐσεβείᾳ ἐμπρέποντες, καὶ ἐβίωσαν καὶ τὰ καθ’ ἑαυτοὺς διῴκησαν· τί πρὸς ταῦτα φής; ποῦ τὰ τοῦ σοῦ διδασκάλου; εἴ σοι δόξειε τὰ παρὰ σοῦ θαυμαζόμενα, μέτρῳ πρὸς τὰ ἱστορούμενα κρίνειν, τί συμβήσεται; σταγὼν πρὸς ὠκεανὸν τὰ τῆς σῆς μεγαλαυχίας πρὸς ἐκεῖνα νομισθήσεται.

πβʹ.

Ἀλλ’ ἐκεῖνοι μὲν οὔτε εὐημεροῦντες τῇ τοῦ καθ’ ἡμᾶς εὐαγγελικοῦ κηρύγματος ἱστορίᾳ προσέπταισαν, οὔτε δυσπραγοῦντες χεῖρας κατὰ τῶν ἱερῶν ἀγαλμάτων ἐπέβαλον· οὔτε γὰρ τὴν Χριστιανῶν θρησκείαν τῇ φορᾷ τῶν τῇδε πραγμάτων παρέβαλον· οὐδαμοῦ γὰρ τὸ ἑδραῖον καὶ στάσιμον ὁ βίος ἔχων φαίνεται, ἄλλοτε δὲ ἄλλως μεταβαλλόμενος, καὶ οὔποτε ἐν τοῖς αὐτοῖς μένων, ποτὲ μὲν εὖ τοῖς πράγμασι φερόμενος, ποτὲ δὲ εἰς τοὐναντίον περιιστάμενος ἕως ὁ καιρὸς τῆς ἀποστασίας ἐφέστηκε, καὶ οἱ τῆς εὐαγοῦς ἡμῶν πίστεως κατήγοροι καὶ ἀποστάται, οἷα θῆρές τινες τὴν τοῦ Χριστοῦ ποίμνην καταδραμόντες, ἅπαν τὸ εὐσεβὲς ἐλυμήναντο, τοὺς τῆς ἱερᾶς Ἐκκλησίας ἀρχαιοτάτους καὶ θειοτάτους ὅρους καὶ θεσμούς, ἀθέσμως καὶ ἀνοσίως διὰ τὰς ἁμαρτίας ἡμῶν καταστρεφόμενοι, τὴν οἰκείαν δόξαν ἢ αἰσχύνην εἰπεῖν οἰκειότερον, τῆς τοῦ Θεοῦ προκεκρικότες δόξης· ἀλλὰ σὺ μὲν τὴν πίστιν τὴν καθ’ ἡμᾶς δοκιμάζων, ἄπιστος ὤφθης καὶ ἀδόκιμος· οὐ γὰρ δοκιμὴ ἐν ταύτῃ ἐπιζητεῖται (ἀπιστίας γὰρ τοῦτο), ἀλλὰ ψυχῆς ἁπλότης, καὶ λογισμῶν καθαρῶν συγκατάθεσις ἀπερίεργος· τὸν πιστὸν γὰρ ταῦτα χαρακτηρίζειν ἐπίσταται· ἡμεῖς δὲ ἀπιστίαν τῷ ὄντι ἐξετάζοντες, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσιν ἐπιστήσαντες, καὶ κριτηρίῳ ἀσφαλεῖ τῇ ἀληθείᾳ χρώμενοι λέγομεν, ὅτι διὰ τὴν τῶν σῶν διδασκάλων ἀπιστίαν, καὶ τὴν εἰς Χριστόν, καὶ τὴν Ἐκκλησίαν ὕβριν πλεῖσται ὅσαι χῶραι καὶ πόλεις μεγάλαι καὶ λαοί, οἷς τὸ εἰς τὴν καθ’ ἡμᾶς πίστιν εὐσεβὲς τετήρηται, καὶ τούτων μάλιστα τὰ πρὸς ἤλιον καταδυόμενον πρόσοικα γένη πρὸς ἀπόστασιν εἶδον· ἐξ ὧν ἤδη παρὰ πολὺ διαιρούμενα, κεκακῶσθαι τὰ τῆς Ῥωμαίων ἀρχῆς καὶ ἠλαττῶσθαι συμβέβηκε.

πγʹ. Πολὺ γοῦν τῶν ἐν τῷ τότε ἐνακμασάντων ἀνθρώπων αἱ ψυχαὶ τὸ σφαλερὸν καὶ ἐπιβλαβὲς νοσήσασαι, κατακρίσεσιν αἰωνίαις παραδίδονται· πρόκειται οὖν σοι τὰ τῶν ἐπ’ εὐσεβείᾳ ἀρξάντων ἔργα τε καὶ κατορθώματα καὶ οἱ χρόνοι, εἴ σοι ἡ πίστις ἐν τούτοις παρέξεται σαφὲς διδασκάλιον, ὁδηγοῦντά σε πρὸς πᾶσαν ὁδὸν σωτήριον, ἄνπερ διὰ φροντίδος σοι ἡ τῆς ψυχῆς σωτηρία ποτὲ γένοιτο, τούτων ζήλου τὴν πίστιν, τῇ εἰς Θεὸν ἐλπίδι βεβαιούμενος, καὶ ἀποδέχου τὰς εὐσεβεῖς καὶ ἀρίστους πράξεις, καὶ τῶν παρόντων ὑπερόρα, καὶ πρὸς τὸ μέλλον ἐπείγου, καὶ Θεὸν τῶν πεπραγμένων ἐκδέχου κριτὴν δικαιότατον, ἵνα μὴ τοῖς ἐγκοσμίοις μόνον ἐναπομένων, τοῖς ἀγνοήσασι ταῦτα κατὰ τὸ ἀδέκαστον ἐκεῖνο καὶ φρικωδέστατον κριτήριον, τῇ γεέννῃ συμπαραληφθῇς ἀθάνατα κολασθησόμενος· ἔνθα οὐκ ἔνι βασιλεὺς καὶ ἰδιώτης, πλούσιός τε καὶ πένης, οὐ φίλος, οὐ συγγενής, ὃς ἑτέρῳ βοηθεῖν δυνήσεται· ἕκαστος γὰρ τοῖς ἰδίοις ἔργοις ἐξετασθήσεται, ἢ δοξασθησόμενος ἢ αἰσχυνθησόμενος· ἀλλ’ εἰ μὴ τοσοῦτον προκατεσχέθης τῇ ἀπιστίᾳ, ἐκπονηθήσεται δέ σοι τῇ πλάνῃ καταδυέντι ποτὲ ἀνανήξασθαι, καὶ πρὸς τὴν τῆς ἀληθείας ἀποσκοπῆσαι εὐθύτητα.