θαύμαζε, εἴ σοι πεπίστευται τῶν ἀμεινόνων ἡ κρίσις, τὴν τοῦ πάππου τούτου Θεοδοσίου τοῦ Μεγάλου, περί τε τὸ Θεῖον καὶ τοὺς τοῦ Θείου θεράποντας εὐλάβειαν· ἣν γὰρ περὶ τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, σπουδὴν καὶ πίστιν ἐκέκτητο, οἵ τε ἐνταῦθα ἱεροὶ οἶκοι παρ’ αὐτοῦ κατασκευασθέντες, οἵ τε κατὰ τὴν Ἑσπερίαν ἱδρυμένοι κηρύσσουσι· τά τε κατὰ Βαρβάρων ὡς πλεῖστα, δεδωρημένα ἄνωθεν νικητήρια, αἱ βίβλοι περιαγγέλλουσιν· ὧν ἑνὸς διακούσας, εἰ μή σοι τὰ τῆς ψυχῆς πεπώρωται καὶ ἀπηχρείωται αἰσθητήρια, εὐγνωμονήσαις ἂν περὶ τἄλλα τοῦ ἀνδρὸς ἀνδραγαθήματα· ἐθνῶν γάρ ποτε πολεμίων εἰς πλῆθος ἀξιολογώτατον συμφραξαμένων, καὶ πόλεμον ἐπ’· αὐτῷ κινούντων καὶ ἐπανατεινομένων τὸν φρικωδέστατον, ὁ δὲ οἷα τὸν τρόπον φιλόθεος, καὶ τὴν εἰς Θεὸν πίστιν θερμότατος, ὅπερ ἦν αὐτῷ τῶν βουλευμάτων ἄριστον ἐπὶ ταῖς τοιαύταις συμβάσεσι, τῇ μὲν ἐκ τῶν ὅπλων παρασκευῇ ἥκιστα θαῤῥεῖν, καὶ τῇ ἐκ τῶν στρατευμάτων μὴ ἐπαυχεῖν πολυπληθείᾳ, τῷ μὴ πάνυ τι τὸ ἀσφαλὲς εἰς τὸ ἀνδραγαθίζεσθαι ἔχειν, ἐπὶ τὴν θείαν δὲ συμμαχίαν καταφεύγειν ἀεί, τοῦτο καὶ τηνικαῦτα ποιεῖ, ἄμαχον ἕξειν ταύτην ἐπικούρημα πεποιθώς· ἀποστέλλει τοίνυν πρός τινα τῶν κατ’ Αἴγυπτον θεοφόρων ἀνδρῶν, ἐπ’ ἔργοις παραδόξοις τεθαυμασμένον, ὡς αὐτὸν ἥκειν προτρέπων, ὡς ἂν ταῖς ἐκείνου εὐχαῖς ἐφοδιαζόμενος, τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης· ὁ δὲ τὴν μὲν παρουσίαν ὑπὸ εὐλαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ καθ’ ἣν ἐπεστήρικτο, καὶ τῷ περιβολαίῳ ὃ δὴ περιαυχένιον ἔφερε ποιησάμενος, ταῦτα ἐκπέμπει πρὸς Θεοδόσιον· καὶ ὅ γε πιστῶς τε καὶ εὐλαβῶς δεξάμενος, θαρσήσας τε ἐπ’ αὐτοῖς, τὸ μὲν περιβόλαιον, ἀντὶ κόρυθος ἐπὶ τῆς κεφαλῆς, καθάπερ αὐτῷ ἐντέταλτο περιβάλλεται, τῷ δὲ βάκτρῳ ἀντὶ δόρατος τὴν δεξιὰν καθοπλίζεται, πρώτιστος δὴ οὖν τοῦ κατ’ αὐτὸν στρατιωτικοῦ παντὸς προαφορμήσας, πρὸς τοὺς ἐναντίους χωρεῖ· ἐπεὶ οὖν τοῦτον οἱ Βάρβαροι ἐθεάσαντο, αὐτίκα δὴ μάλα οἵ γε πρὸς φυγὴν ἐτράποντο ἄπαντες, ὑπ’ ἀλλήλων τε βαλλόμενοι εἰς μέγα κακὸν ὀλέθρου ἧκον, καὶ ταῦτα μηδενὸς τῶν ἀντιπαρατεταγμένων, μήτε πλησιάσαντος μήτε βαλόντος· οὕτως οὖν λαμπρὸν τρόπαιον ἐν τῷ τότε καιρῷ κατὰ τῶν δυσμενῶν ἐστήσατο· ἐξ ἐκείνου τοίνυν καὶ μέχρι βίου παντός, ἐπὶ τοῖς θαυμαστοῖς ὅπλοις καὶ νικοποιοῖς στεφόμενος ὑπὲρ διάδημα βασιλικὸν ἐσεμνύνετο, ἀντὶ παντὸς ὅπλου τούτοις ἀεὶ κοσμούμενός τε καὶ χρώμενος· ταύτης τῆς παραδόξου νίκης ἁπανταχόθι βεβοημένης, οἱ τὴν Ἀλεξάνδρου προσοικοῦντες μεγαλόπολιν, πάνδημον ἑορτὴν καὶ πανήγυριν ἀνὰ πᾶν ἔτος ἐπὶ ταύτῃ ἦγον, καὶ Εἰκόνιον προσηγόρευον· καὶ γὰρ τοῦ βασιλέως εἰκόνα διέγραψαν, αὐτοῖς ὅπλοις οἷς καθώπλιστο ἀνιστορήσαντες, δι’ ἧς τὸ γεγονὸς περὶ αὐτὸν ἐκηρύσσετο θαῦμα.