Ἀλλ’ ἐπειδὴ οὐκ ἦν Θεοῦ μὴ οὐχὶ τὸ οἰκεῖον φιλανθρώπως ἐπιδεῖν ποίημα, ἐπιφαίνεται ὁ λυτρωτής, ᾧ γε οὐ δώρων οὐδὲ λύτρων ἐδέησε τῶν ἐκτός, ἀλλ’ ἐκένωσεν ἑαυτόν, λύτρον δεδωκὼς ἀντὶ πάντων ἡμῶν τὸ οἰκεῖον αἷμα τὸ ζωοποιὸν καὶ σωτήριον· καὶ πάθος καὶ σταυρὸν ὑπὲρ ἡμῶν ἀνατλάς, ἀνέβη εἰς ὕψος, καὶ ᾐχμαλώτευσεν ἐπιστρέψας τὴν ἡμῶν αἰχμαλωσίαν· ῥυσάμενος ὄντως ἡμᾶς τῆς Χαλδαϊκῆς τῶν ἀλιτηρίων δαιμόνων ἐξουσίας, καὶ τῆς βαρβάρου τοῦ νοητοῦ δυνάστου χειρὸς ἐξελών, καὶ ἐκτήσατο ἡμᾶς λαὸν περιούσιον, τοὺς δι’ ἐπιγνώσεως καὶ πίστεως εἰλικρινοῦς καὶ ὀρθῆς προσπεφευγότας αὐτοῦ τῇ δεσποτείᾳ, κατάρχων καὶ βασιλεύων ἐφ’ ἡμᾶς εἰς τοὺς αἰῶνας· ἀπιστήσει δὲ οὐδείς, ἢ ὅστις τὴν Ἰουδαϊκὴν ἀπιστίαν καὶ ἀναισχυντίαν νενόσηκεν, ἔτι καταργούμενον ἐν τῇ ψυχῇ περιφέρων κάλυμμα, καὶ τὸ πάχος τῆς ἑαυτοῦ καρδίας ἀποξύσαι μὴ βουληθεὶς τὸ τοῦ γράμματος, καὶ ταύτῃ γε εἰς τὰ θεῖα παρακύψαι μυστήρια οὐδαμῶς ἀξιούμενος· εἰ γάρ τοι διαμφισβητοίη φάσκων, ὅτι δὴ βασιλέα τῶν καθ’ ἡμᾶς τινα ἐπὶ τὴν Ἰουδαίων ἀρχὴν προχειρισθησόμενον, ὁ λόγος διασημαίνοι, ἀκούσεται πρός τε ἡμῶν καὶ τῆς ἀληθείας αὐτῆς, ὡς κατὰ τὴν τοῦ ἱεροῦ Γράμματος παράδοσιν, μετὰ τὴν ἐκ Βαβυλῶνος αὐτῶν ἐπάνοδον, οὐδείς πω τῶν παρ’ αὐτοῖς, βασίλειον φαίνεται, ᾗπερ τὸ πρὶν οἱ κατ’ αὐτοὺς βασιλεῖς ἐκεχειροτόνηντο, διάδημα καταδησάμενος, ἢ τοῖς σκήπτροις τοῦ βασιλικοῦ ἀξιώματος ἐντεθρονισμένος, οὕτω τοῦ τῶν ὅλων Θεοῦ διὰ φωνῆς προφητῶν προθεσπίσαντος· ὑπὸ δημαγωγοῖς γὰρ καὶ ἱερεῦσι τὸ λοιπὸν διατελοῦντες κατεδείκνυντο· ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἡμῖν ἐμφανίζει τὴν ἐπὶ Βαβυλῶνος αἰχμαλωσίαν ὁ λόγος· ἐγνωσμένων ὑφ’ ὧν τε καὶ ὅτῳ τρόπῳ οἱ τῆς Βαβυλωνίας ἀνάγκης ἀπηλλαγμένοι, ἐπὶ τὴν Παλαιστίνην παλινοστήσαντες ὀπίσω ἀνεκομίσθησαν, καθὰ δὴ ἐν τοῖς περὶ τούτων ἱστορουμένοις σαφῶς ἀναγέγραπται· διὸ ἐπ’ ἐκείνοις ἐξειλῆφθαι τὰ προφητικὰ λόγια, λόγον οὐχ ἕξει· ἃ δὲ ἴσμεν, καὶ πεπιστεύκαμεν, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἐν οἷς ἑδραίως μάλα βεβήκαμεν, ταῦτα κηρύσσομεν, ὡς ἡμεῖς ἐσμεν οὓς ἐξ ἐθνῶν συναγήγερκεν, οἱ ἀκλινῶς ἐπ’ αὐτὸν ἠλπικότες, οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς τῶν ἀοράτων ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν τοῦ σκότους καὶ τῆς τοῦ θανάτου σκιᾶς συνήγαγεν ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, ἐν ἐρήμῳ καὶ ἀνύδρῳ τῆς ἀπιστίας ἐκ τῆς τοῦ δυσμενοῦς μεθοδείας πεπλανημένους ποτέ, καὶ τῶν σωτηρίων τῆς εὐσεβείας ναμάτων ἐστερημένους, οἷς τὴν χάριν τῆς θεογνωσίας ἄνωθεν ἡμῖν φιλανθρωπίας ὄμβροις ὑετίζων δεδώρηται.