Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η πνευματική ίαση των εθνών και η αιώνια βασιλεία του Χριστού

Ερμηνεία των προφητειών για τη θεραπεία των εθνών από την πολυθεΐα, τη συντριβή της πλάνης, και την οργανική ένωση του Χριστού με τον νέο λαό Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 12

Οὕτως ἐκ τοῦ βωμοῦ, τοὺς τοῦ βωμοῦ καὶ κατὰ πάντα δεισιδαιμονεστέρους ὁρῶν, εἷλεν Ἀθήνῃσι καὶ ἄλλος ἀλλαχῆ τῶν ἀποστόλων, τὰ ἔθνη διαλαχόντες τοῦ ἐχθροῦ τὰ ταμιεῖα, καὶ θησαυροὺς τοὺς ἐζωγρημένους εἰς τὸ ἐκείνου θέλημα διήρπασαν, καὶ τῷ Δεσπότῃ τῶν ὅλων πρωτόλειον ὥσπερ καὶ ἀπαρχὰς ἤδη προσήγαγον· κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ τὴν ἡμέραν ἐξέβαλον, τοὐτέστι βδελυρὰ ἡγοῦντό τε καὶ διέπτυον· ἐκεῖνα δὴ τὰ χειρόκμητα, καὶ τῶν διανοιῶν ἐξωστράκιζον· ὡς μηδὲ μνήμης αὐτῶν ἀνέχεσθαι πώποτε, ἤδη δὲ καὶ τὴν ὕλην αὐτήν, κἂν τῶν τιμιωτάτων οὖσα ἐτύγχανε παρὰ τοῖς πολλοῖς, διὰ φιλοθεΐας ὑπερβολήν, παρεῤῥιμμένην καὶ καταπεφρονημένην δεδόχθαι, τὴν δὲ τῷ Θεῷ μόνῳ πρέπουσαν θυσίαν ἀνατιθέναι· οὐκοῦν τὸ κίβδηλον καὶ ἀπατηλὸν ἐκείνων ἀποπεμπόμενοι, ἐπὶ τὴν στερεὰν πέτραν ἀναγκαίως καὶ ἄγαν εὐκαιρότατα ἠπείγοντο· ἡ δέ ἐστιν, ὡς ὁ τῆς καθ’ ἡμᾶς θεοσοφίας ἐξεπίσταται λόγος, ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν· φησὶ γὰρ ὁ καταλαβὼν ὅσον κατελήφθη· Ὡς οἱ πατέρες ἡμῶν πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὑτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὁ δ’ αὖ κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα καὶ διαυγὲς ἔχων, Ἰδοὺ τίθημι, ἔφη, ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.

Τὸ μέν, διὰ τοὺς προσκεκρουκότας· τὸ δέ, διὰ τοὺς πεπιστευκότας· καὶ Μωσέα ἴσμεν δή που τῇ πέτρᾳ καλυπτόμενον, καὶ μόλις προσβλέψαντα τὰ ὀπίσθια Θεοῦ, ἐκεῖθεν ἀποκαλυπτόμενον, καὶ ταῦτα συμβολικῶς ἀμυδρὰ τῆς οἰκονομίας τῆς σωτηρίου διδασκόμενον ἀπηχήματα.

Καὶ Δαβὶδ ὁ θεῖος, ἐν πέτρᾳ ἑαυτὸν ἡμῖν ὑψούμενον εἰσκεκόμικε· καὶ ἄλλα ἄττα πρὸς τῶν ἱερῶν Λογίων ἐκπεφασμένα, καὶ μυστικῶς τὴν πέτραν ταύτην ἡμῖν ὑποφαίνοντα πεπαιδεύμεθα, ἧς δὴ τὰς σχισμὰς καὶ τὰς τρώγλας εἰσδύονται, οἱ πρὸς αὐτὴν καταφεύγοντες· ἅστινας δὴ ταύτας ὑποληπτέον;

τά τε τῆς θεολογίας ὑψηλὰ καὶ ἀπόῤῥητα, καὶ τῆς κατὰ Χριστὸν οἰκονομίας τὰ ἐνδότατα καὶ ἀποκεκρυμμένα μυστήρια· ὅτι ἐν αὐτῷ πάντες οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι· ἃ πρῶτα μὲν ἐμφανῆ τοῖς ἀπ’ ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου καθέστηκε, δι’ αὐτῶν δὲ καὶ ἡμῖν, καθ’ ὅσον ἐφικτόν, τοῖς μετέπειτα ἐκκαλύπτεται καὶ σοφῶς ὑπανοίγεται· ὁπηνίκα τῶν ταῦτα εὐαγγελιζομένων, ὁ μὲν τῆς βροντῆς υἱὸς ἄνωθεν ἐμπνεόμενος, καὶ πρὸς τὰ ὕψη τῆς θεωρίας τὸν καθαρώτατον καὶ ἀκηλίδωτον νοῦν ἀνανηξάμενος, καὶ τὰ θεῖα ἐνθέως μυούμενος, ἐκεῖθεν ἡμῖν τὴν τοῦ λόγου πρὸς τὸν πατέρα συναΐδιον καὶ ὁμότιμον ἀπέστραψεν ὕπαρξιν ἐν ἀρχῇ εἶναι τὸν Λόγον, καὶ πρὸς τὸν Θεὸν εἶναι, καὶ Θεὸν εἶναι διατρανῶν καὶ ἐκπαιδεύων σαφέστατα· ὁ δὲ εἰς τὰ τῆς θείας συγκαταβάσεως, καθ’ ὅσον παρὰ τῆς χάριτος ἐνελάμπετο, ἀφικόμενος βάθη, τοῦ Ἰησοῦ Χριστοῦ τὴν γέννησιν θεοπρεπῶς ὥσπερ ἦν εἰσηγήσατο· εἶεν δ’ ἂν ταῦτα, εἴποι τις ἄν, καὶ λίαν ὀρθότατα, εἰς ἃ ἐπεθύμουν παρακύψαι καὶ ἄγγελοι, ὡς ποτὲ καὶ αὐτοῖς ἀποκεκρυμμένα καὶ ἄβατα, κατὰ καιροὺς δὲ θεοκρίτως οἰκονομούμενά τε καὶ ἐκφαινόμενα· εἰς ταύτας τοίνυν τῆς σοφίας καὶ τῆς πέτρας, τὰς μυστικὰς καὶ ἀνεκφράστους ῥωχμάς τε καὶ σπήλυγγας, ὁ εἰσδὺς διὰ πίστεως, τῶν μὲν κρειττόνων καὶ τελεωτέρων τὴν γνῶσιν συνερανίζεται, καὶ πρὸς τὴν σώζουσαν ποδηγεῖται τρίβον, σκέπεταί τε καὶ φρουρεῖται, οἷα τηρούμενος ἀπὸ πάσης καυστικῆς καὶ φθοροποιοῦ τῶν πονηρῶν δυνάμεων, τῶν τὰ βάθη τῆς ψυχῆς διασμυχόντων καὶ καταπιμπράντων, ἐνεργείας, ποικίλας δὲ καὶ πολυειδεῖς τῆς χάριτος διακληροῦται τὰς δωρεάς· ᾯ μὲν γὰρ τῶν προσιόντων καὶ πιστευόντων δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, καὶ ἑτέρῳ ἕτερα.

Ὡς συλλαβόντα εἰπεῖν πάντα ἐνεργοῦντος ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· ἐνθένδε τε ἐπὶ τὰς μονὰς ἐκείνας, τὰς πολλάς τε καὶ διαφόρους καὶ τῷ πατρὶ εὐτρεπιζομένας, διὰ τοὺς τῆς κλήσεως ἀναλόγως πολιτευσαμένους ἀφίξεται.

μγʹ.

Οὕτω τοίνυν οἱ πάλαι ὑποτεταγμένοι τῇ ματαιότητι, εἴ που τὸ λαμπρὸν τοῦ χρυσοῦ ποτε κατεπλάγησαν, ἢ τὸ διαφανὲς τοῦ ἀργύρου ἐτεθήπεσαν, αὐτήν τε τὴν ὕλην καὶ τὰ ἀπ’ αὐτῆς διειργασμένα τῶν ἀνοήτων εἰς προσκύνησιν [εἰς τοῦτο γὰρ σκαιότητος καὶ φρενοβλαβείας κατώλισθον, ἐν ἴσῳ που καὶ Θεοῦ σεβάσματι ἀφρόνως τιθέμενοι, κἀν τοῖς εὐτελεστέροις τῶν ζώων προσεσχηκότες· καθὰ καὶ ἑτέρωθί που τῆς Γραφῆς, μυῖαν Θεὸν Ἀκαρῶν τιμωμένην ἀκούομεν]· ἤδη παρὰ τῶν διδασκάλων τῆς οἰκουμένης τὸν λόγον κατήχηνται, καὶ πεπιστεύκασιν ὅσα ὡς Θεὸς ὁ κηρυσσόμενος ὑπερφυῆ καὶ ἐξαίσια, τὸ μεγαλουργὸν τῆς θείας δυνάμεως, ἐνδεικνύμενος τὴν γῆν ἐκπεριιὼν τεθαυματούργηκεν· ὅσα τε ὡς ἄνθρωπος ὁ αὐτός, ὑπὲρ τῆς ἐλευθερίας τῆς ἡμετέρας ἑκὼν παθεῖν κατεδέξατο, τὸ ταπεινὸν καὶ εὐτελὲς τῆς καθ’ ἡμᾶς πτωχείας ἀμφιεσάμενος· ὑπὸ δὴ τούτων τὸν φόβον Κυρίου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὠδίνοντες, καὶ ἀπὸ τῆς δόξης καὶ ἰσχύος τῶν μεγαλείων αὐτοῦ ὑπερεκπληττόμενοι, πᾶσαν μὲν καταμυσαττόμενοι διεγέλασαν πλάνην, παντὸς δὲ προσύλου καὶ ἐμπαθοῦς φρονήματος ἐλευθέρας τὰς ἑαυτῶν ψυχὰς διετήρησαν· καὶ μηκέτι θεοποιεῖν τὴν κτίσιν μανθάνοντες, μηδὲ τοῖς ἔργοις προσκυνεῖν τῶν χειρῶν αὐτῶν, μόνῳ δὲ Θεῷ προσφέρειν τὴν λατρείαν προσήκουσαν· οὕτ’ οὖν προσκυνοῦσιν ἢ σέβουσι, βδελύσσονται δὲ καὶ ἀπελαύνουσι δαίμονας, καὶ ὡς ἄγος ἐκτρέπονται, καὶ ἄπαν ἐκπορθοῦσιν εἰδώλων τὸ σέβασμα· ἐντεῦθεν τὴν φοβερὰν ἐκείνην καὶ μεγάλην τοῦ Σωτῆρος ἡμῶν ἔλευσιν ἀπεκδέχονται, ὁπόταν μέλλοι κατὰ τὴν κοινὴν πάντων ἀνάστασιν, μετὰ τῆς πατρικῆς δόξης σὺν ἁγίοις ἀγγέλοις παραγίνεσθαι, θραῦσαι μὲν καὶ κολάσαι τοὺς ἀπειθήσαντάς τε καὶ τραχηλιάσαντας, ἐπιῤῥεπῶς σχόντας πρός τε τὴν ὕλην καὶ τὰ ἐγκόσμια, καὶ τοῖς τοῦ κοσμοκράτορος ὑπεζευγμένους θελήμασι, τρυφῆς δὲ ἀκηράτου καὶ βασιλείας ἀξίους ἀναδεῖξαι τοὺς δουλεύοντας αὐτῷ καὶ ἠγαπηκότας αὐτοῦ τὴν ἐπιφάνειαν.

Ὅτι δὲ οἱ ταῦτα δεδιδαγμένοι, καὶ πρὸς τὸ τῆς θεογνωσίας ἀνιπτάμενοι φῶς, τῶν ματαίων καὶ ἀναισθήτων πάμπαν ἀφέξονται, καὶ πεπαύσεται ἡ πρὸς τὰ ἄψυχα μανία, ὁ αὐτὸς ἡμᾶς θεοφόρος ἐκδιδάξει, οὑτωσὶ λέγων· Τὰ ὦτα δώσουσιν ἀκούειν, καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα· ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν τὰ ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν.

Ἐνταῦθα μὲν τὰ ὦτα προσέχειν καὶ ἀκούειν τῶν ἀσθενούντων, καὶ μέν γε καὶ τὰς γλώσσας τὰς ψελλιζούσας ταχὺ μαθήσεσθαι λαλεῖν, ὁ προφητικὸς λόγος προανακρούεται· τὰ παραπλήσια δὲ τούτοις, καὶ τὸν τρόπον καθ’ ὃν τὰ λελωβημένα καὶ διεστραμμένα ῥωσθήσεται καὶ διορθωθήσεται, οὐ πολλῷ ὕστερον ἀποδείκνυσι· πῶς δὲ ταῦτα ἐκβήσεταί τε καὶ διαπερανθήσεται; Ὅτι τοι, φησίν, ἥξει ὁ Θεὸς ἡμῶν καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανωθήσεται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. Ἤδη δὲ καὶ ἑτέρωθι τὰ τούτοις ἐφάμιλλά φησι· Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίων, καὶ ἐν τῇ σκοτίᾳ καὶ τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

Ἆρ’ οὖν οὐ παντί τῳ σαφὲς ὡς διὰ τούτων τὴν τῆς ψυχῆς λώβην καὶ τὰ πάθη ὁ λόγος ἡμῖν ὑπαινίσσεται, καὶ τὴν ψευδῆ καὶ ἐνδιάστροφον δόξαν; ἣν δὴ περὶ τὴν ἀλήθειαν σκάζοντες, μᾶλλον δὲ τέλεον τῆς ἀληθείας ἀποπεπτωκότες, καὶ φύσει καὶ ἀληθῶς Θεὸν ἀγνοοῦντες καὶ ἀθετοῦντες, οἱ πάλαι κτηνώδεις καὶ ἀνόητοι ἄνθρωποι ἀντὶ τῆς ὑγιοῦς καὶ εὐθυτάτης προείλοντο, καὶ τὴν πολύθεον ἐνόσουν πλάνην· οὐ γὰρ δή που τῶν σωματικῶν δὴ τούτων καὶ ἐν αἰσθήσει προφαινομένων τὴν πήρωσιν, κατὰ τὴν πρόχειρον αὐτῶν ἐκληπτέον ἀπόδοσιν· τὴν γὰρ ἐναποκειμένην αὐτοῖς ἐκβασανίζων τις διάνοιαν, εὔροι καὶ ἄγαν εὐμαρῶς, διὰ τῆς τούτων ὀνομασίας τὰ τῆς ψυχῆς χαρακτηριζόμενα πάθη τε καὶ κινήματα· ἐπειδὴ τοῖς σωματικοῖς τούτοις μορίοις ὀργάνοις χρωμένη, ἅπερ ἂν κατὰ τὸν ἐντὸς ἄνθρωπον, καὶ τὸ κεκρυμμένον καὶ ἀφανὲς βουλευτήριον διατίθεται, καὶ λογίζεται, δρᾷ τε, καὶ ἐξανύει, καὶ ἐκκαλύπτει τὰ ἑαυτῆς ὁρμήματα καὶ βουλεύματα· οὕτως οὖν περὶ τὴν θείαν δόξαν, εἴ πού τινες ἐσφαλμένην τε καὶ διεψευσμένην ἔχοιεν τὴν διάληψιν, περί τε τὴν τῶν πρακτέων διάσκεψιν ἁμαρτάνοιεν, τυφλώττειν τε καὶ χωλεύειν, ἢ ἄλλο γε τῶν εἰρημένων πάσχειν τι λέγοιντο ἂν εἰκότως, οὐκ ἂν πάντως τῆς ὄψεως ἢ τῆς βαδίσεως ἢ ἄλλης ἡστινοσοῦν ἐνεργείας συμπαραβλαπτομένης, καὶ τῇ τῶν λογισμῶν διατιθεμένης παρεκτροπῇ.

Τοὺς τοίνυν ἔτι τῇ ἀπιστίᾳ καὶ ἀθεΐᾳ κεκρατημένους, τοιούτους ὁ Λόγος ἱερὸς διαγράφει· δεξαμένους δὲ τῆς ἰατρείας τὴν χάριν, προηγουμένως μὲν ἠῤῥωστηκυίας τῇ δυσσεβείᾳ τὰς ψυχάς, ἐῤῥῶσθαί τε καὶ διωρθῶσθαι, κεκαθάρθαι τε καὶ πεφωτίσθαι λημῶντα ἐξ ἀθεΐας τῆς διανοίας τὰ ὄμματα· ἑπομένως δὲ τῷ περιόντι τῆς πίστεως· οὐδὲν ἧττον καὶ αὐτὰ δή που καθηγιάσθαι τὰ μέλη, καὶ εὐεξίαν ἀρίστην ὅτι μάλιστα πεπορίσθαι, καλῶς τε αὐτοῖς ἐπ’ εὐσεβείᾳ καὶ τῇ πρὸς Θεὸν εὐθύτητι ἀποκεχρῆσθαι· ἥκοντος γὰρ τοῦ σώζοντος, οἱ μὲν τὴν πήρωσιν τοῦ ἀληθινοῦ φωτὸς νοσοῦντές ποτε κατὰ τὸν νοούμενον ὀφθαλμόν, ὁρῶσι καθαρῶς εὐθύτητα νῦν· καὶ τῶν πεφωτισμένων τὸ ὀπτικὸν τῆς διανοίας ἕκαστος λέγει· Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.

Αἰτοῦσι γοῦν ὀφθαλμοὺς τοὺς νοεροὺς φωτίζεσθαι, ὥστε μὴ ὑπνώσειν εἰς θάνατον· εἶτα οἱ πρὶν τῆς καρδίας ἔχοντες βεβυσμένα τὰ ὦτα, παρέχουσιν ἠνεῳγμένα καὶ εὐήκοα, εὔηχον αὐτοῦ τὴν φωνὴν κατακουτίζεσθαι τῆς αἰνέσεως· οὕτως αἱ ψελλίζουσαι τῶν μογιλάλων γλῶσσαι, αἱ ἄσημα καὶ ἀκαλλῆ μεμελετηκυῖαί ποτε παραφθέγγεσθαι, τὰ κωφὰ καὶ ἄψυχα θεοὺς ὀνομάζουσαι, τραναί τε καὶ διηρθρωμέναι γενόμεναι, λαλεῖν εἰρήνην διὰ πίστεως μεμαθήκασι, τὸ μυστήριον τῆς Τριάδος ἐξᾴδουσαι, καί, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τῆς εἰρήνης Θεός, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Οὕτως μελετᾷν νυκτὸς καὶ ἡμέρας τοῦ Θεοῦ τὰ λόγια παρεσκευάσαντο, καὶ λαλεῖν τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια ἐκδιηγεῖσθαι, καὶ τὴν λογικὴν αὐτῷ λατρείαν προσφέρειν ἑκάστοτε, καθ’ ὃ εἴρηται, ὅτι καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Οὕτως καὶ ὁ χωλεύων ποτὲ κατὰ τὴν ἐγκάρδιον πόρευσιν, ὀρθὰς ποιήσας τὰς τροχιὰς καὶ τὰς τρίβους, πρὸς τὴν τριπόθητον ἀγάπην τοῦ σώζοντος συμφλεγόμενος, κατὰ τὸν διψητικώτατον ἔλαφον ἐξάλλεται συντονώτατα. Ψάλλει γοῦν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Οὕτω συνελόντα φάναι, οἱ διψῶντες πρὸς τὴν πηγὴν τῆς ζωῆς καὶ τῆς ἀθανασίας ἐπείγονται Χριστόν, τὸν καλοῦντα πάντας, διαῤῥήδην τε κεκραγότα· Ὁ διψῶν ἐρχέσθω πρός με, καὶ πινέτω, καὶ ἀντλεῖν ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου παρεγγυώμενον· ἐντεῦθεν ἡ διψῶσα τοῦ Θεοῦ ψυχὴ τὸ σωτήριον κατάρδεται καὶ πιαίνεται, εὐθαλής τε λοιπὸν καὶ εὔκοσμος διαφαίνεται· εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ καὶ ἀρετῇ πάσῃ τὸ εὐανθὲς καὶ λαμπρὸν κοσμουμένη ὡς ἄριστα· ἀλλὰ τὰ μὲν τῶν ψυχῶν τῶν δεδεγμένων τὴν ἐκ τῆς ἀπιστίας ἐλευθερίαν, τοιαῦτα καὶ οὕτω θεοπρεπῶς ἔχοντα, καὶ ἀξίως τῆς τοῦ εὐεργετοῦντος φιλοτιμίας καὶ ἀφθονίας, μᾶλλον δὲ φιλανθρωπίας, εἰπεῖν δικαιότερον.

Ὅτι δὲ ὁ παραγενόμενος τῶν ψυχῶν ἰατρός, καὶ τῶν σωμάτων ἧκε θεραπευτής, δείκνυσι τῶν τεθεραπευμένων ἡ πληθὺς ἡ ἀναρίθμητος· τῇ γὰρ πίστει τῇ εἰς τὸν εὐεργέτην τὰς ψυχὰς καθαιρόμενοι, ἑπομένως σύνδρομα δέχονται καὶ τῶν σωμάτων οἱ κάμνοντες τὰ ἰάματα, ἡνίκα τὰ μεγάλα ἐκεῖνα καὶ πολυειδῆ ἐτελεσιούργει τεράστια· τυφλοῖς μὲν γὰρ τὸ βλέπειν τερατουργῶν ἐχαρίζετο, λεπροῖς δὲ ἐνήργει τὴν κάθαρσιν, χωλοῖς τὰς βάσεις ἐπηνώρθου καὶ κατεῤῥώννυε· τοὺς παρειμένους καὶ κατεσκληκότας τὰ μέλη, ἀρτίους καὶ εὐσταλεῖς γινομένους ἀπέφαινε· δαιμόνων ἐπιτιμῶν τὰ στίφη ἀπήλαυνε, καὶ τοὺς ὑπ’ αὐτῶν ὀχλουμένους, τῆς ἀγρίας ἐφόδου ἀπήλλαττε· καὶ ἄλλοις ἄλλα νοσοῦσι τὴν ῥώμην παρείχετο, καὶ ἁπαξαπλῶς πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ὡς Θεὸς ὑπεράγαθος τὸ οἰκεῖον κατοικτείρων ποίημα, ἐν τῷ λαῷ θεραπεύων διετέλει· καὶ ἁμαρτημάτων, τὸ μεῖζον καὶ τελεώτερον (καὶ γὰρ ἐπ’ ἐξουσίας ἦν αὐτῷ τῶν ἡμαρτημένων ἀνθρώποις ἡ ἄφεσις), τὴν ἐλευθερίαν δωρούμενος· οὕτως οἱ τοῦ λυτρωτοῦ καὶ Σωτῆρος ἡμῶν μαθηταί, μιμηταὶ τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας γενόμενοι, ἐπεὶ τὴν δωρεὰν τοῦ Πνεύματος ἐδέξαντο θαυματουργεῖν παραπλήσια, τὸν πρὸς τῇ ὡραίᾳ τοῦ ἱεροῦ προσαγορευομένῃ πύλῃ προσεδρεύοντα χωλὸν τελοῦσιν ἀρτίποδα· ἵνα καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ τὸ προφητευόμενον ἐκπεραίνοιτο, Ἐξαλεῖται, φάσκων, ὡς ἔλαφος ὁ χωλός.

Καὶ τἄλλα πάντα διὰ τῆς ἐνεργούσης χάριτος ἐπετέλουν ἐν τῷ λαῷ θαυμάσια οἷα, καὶ πρὸς τὴν ἀληθινὴν γνῶσιν ἐπέστρεφον.

Ἀλλὰ τοῖς μὲν εὐπειθέσι τε καὶ εὐγνώμοσιν, οὕτως ἄνωθεν τὰ τῆς ἐλευθερίας παρεσχέθη· τοῖς δὲ ἀπειθοῦσι τῇ ἀληθείᾳ, τί ἔδωκεν ὁ Θεός; Πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν. Ἐπειδὴ ἀπεναντίας ἐκείνοις ἐν πᾶσιν ἦλθον. Ἀκοῇ γὰρ ἤκουσαν καὶ οὐ συνῆκαν, καὶ βλέποντες ἔβλεψαν καὶ οὐκ εἶδον· ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Καιροῦ γὰρ ἐνεστηκότος καθ’ ὃν τὸ ψεῦδος ἐπέλαβεν, οἱ τὸ πρὶν τῷ φωτὶ τῆς ἀληθείας κατηυγασμένοι, ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀπετυφλώθησαν, καὶ τὰ ὦτα τῆς καρδίας ἀπέφραξαν, καὶ πρὸς τὴν ἐνέργειαν τῆς πλάνης προσκεχωρήκασιν, ὡς μηδ’ αὐτῶν τῶν προφανῆ καὶ δεδημοσιευμένην ἐχόντων τὴν διάνοιαν προφητικῶν λογίων, ἀκούειν ἀνέχεσθαι· τί γὰρ τῶν ῥηθέντων ἢ ῥηθησομένων σαφέστερον ἢ λευκότερον; ἔχει γὰρ ὧδε· Τάδε λέγει Κύροις ὁ Θεὸς Ἰσραήλ·

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τὸν ποιήσαντα αὐτόν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν οὐκέτι ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, οὐδὲ ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ, καὶ κόψονται τὰ δένδρα καὶ τὰ βδελύγματα αὐτῶν. Εἰ οὖν τὸ ὀπτικὸν τῆς διανοίας αὐτῶν μὴ πάντη ἐπεπήρωτο, καὶ τὸ τῆς ἀκοῆς αἰσθητήριον μὴ λίαν ἀπεβέβυστο, ἐλέγομεν ἂν πρὸς αὐτούς, ὅτι Βλέψατε καὶ ἀκούσατε καὶ προσέχετε τῇ ἀληθείᾳ, καὶ τοῖς λογίοις τοῖς θεοπνεύστοις μὴ ἀπειθήσητε· νῦν δὲ εἰς ἔσχατον παραπληξίας ἐλάσασι, τί ποτε ἄρα φαίη τις αὐτοῖς, ἢ ἐκεῖνό γε ὃ ἐν Εὐαγγελίοις εἰρημένον ἐστίν; ὅτι εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, ἀκούσονται αὐτοῦ.

Ἀλλ’ οὗτοι μὲν εἰκῆ φλυαροῦντες ἐρυθριάτωσαν, τοὺς δὲ συνιέντας καὶ νήφοντας πεπεῖσθαι ἄξιον, ὡς πέπαυται μὲν καὶ κατήργηται τῶν ματαίων σεβασμάτων ἡ πλάνη· οὐκέτι οἱ τὸν ἑαυτῶν ἐπεγνωκότες Κύριον καὶ Ποιητήν, καὶ τῆς ζωῆς αὐτῶν ἀρχηγόν, εὐεργέτην τε ἐπὶ τηλικούτοις θαυμασίοις ὁμολογήσαντες, ἐπιστρέψαντες ἐπὶ τὸν ἴδιον ἔμετον, ἐροῦσι τῷ μωρῷ καὶ ἀναισθήτῳ καὶ κωφῷ· Θεὸς ἡμῶν εἰ σύ, καὶ σὺ ἡμᾶς ἐποίησας, καὶ τὰ ζωῆς πηδαλιουχεῖς τῆς ἡμετέρας, καὶ ἄρχεις ἡμῶν, καὶ εἰσηγῇ τὰ πρακτέα, καὶ μή· τί γὰρ τούτων ἀθλιώτερον ἢ φευκτότερον; δεῖν δὲ οἶμαι καὶ λίαν εὐκαίρως ἐπὶ τὴν τῶν ἐθνῶν παλινδρομῆσαι τῷ λόγῳ κλῆσιν, καὶ σκέψασθαι οἷα τούτων ἕνεκεν ὁ θεολόγος οὗτός φησι·

Χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, τὰ μέρη τῶν ἐθνῶν τῆς Ἰουδαίας, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἰδέτω φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν ἐφ’ ὑμᾶς. Τῶν προφητικῶν τούτων ῥήσεων ἔνθεος καὶ σοφὸς ἐξηγητής, σαφῶς ἄγαν καὶ ἐμφανέστατα διαρθρῶν ἡμῖν αὐτῶν τὴν δύναμιν, καὶ τῶν προκηρυχθέντων διατρανῶν τὴν ἔκβασιν, Ματθαῖος ὁ θεῖος ἀπόστολος, ὁ τὴν εὐαγγελικὴν ἡμῖν ἱστορίαν συνθείς, ὥσπερ τινὰ ῥίζαν καὶ θεμέλιον τῆς καθ’ ἡμᾶς προκαταβαλόμενος πίστεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας ἔκδηλον καὶ καταφανὲς ποιούμενος τὸ μυστήριον, τοιάδε ἔφρασεν· Ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν· καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς· ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Ὅτι μὲν ὁ προφητικὸς λόγος, ἤτοι ὁ εὐαγγελικὸς (εἰς ταυτὸν γὰρ ἀμφότερα ἔρχεται), διὰ τούτων ἐθνῶν πρὸς τὸ φῶς τῆς ἀληθείας ἐπιστροφὴν εἰσκεκόμικεν, οὐδὲ μακροτέρων δεήσει πόνων τοῖς γε ὡς ἄριστα νοεῖν ἐθέλουσι, καὶ τῶν τῆς θεοπνεύστου Γραφῆς λογίων οὐκ ἠμοιρηκόσι παντάπασιν· ἴσασι γὰρ οἱ ταῦτα πεπαιδευμένοι, ὅτι ἐν χώρᾳ καὶ σκιᾷ θανάτου οἱ τῆς ἐθνικῆς ἀλογίας ἐκάθηντο, οἷον ἐν σκότῳ βαθεῖ τῆς ἀγνοίας πεπεδημένοι, καὶ τῇ ἀχλύϊ τῆς ἁμαρτίας κατασκιαζόμενοι, ἅτε τῷ θείῳ φωτὶ τέως οὐδαμῶς περιαυγαζόμενοι, τῆς εἰδωλομανίας δὲ τῷ ζόφῳ τὰς ψυχὰς καταμελαινόμενοι, ὃ δὴ θανάτου χαλεπώτερόν τε καὶ δυσαχθέστερον ἂν εἴη· ψυχῆς γάρ ἐστιν ὄλεθρος, καὶ ζωῆς τῆς ἀληθοῦς παντελὴς ἀπότευξις.

Τούτοις οὖν, φησί, τοῖς ἐν σκότῳ τῆς ἀγνοίας οἰκοῦσιν ἡ σωτήριος ἐπέλαμψε χάρις, καὶ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, τὴν νύκτα τῆς ἀθεΐας σκεδαννύς· περιῄει γὰρ κηρύσσων τὴν μετάνοιαν, ὡς ἀποστῆναι μὲν τῆς τῶν ἀρχόντων τοῦ σκότους ἐξουσίας, διαγελάσαντας αὐτῶν τὴν ἀσθένειαν καὶ ἀπατηλὴν ἐνέργειαν, καλουμένους δὲ τῷ φωτὶ τοῦ προσώπου Κυρίου πορεύεσθαι, τοῦ λέγοντος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· καί· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καί· Ὁ περιπατῶν ἐν τῷ φωτὶ οὐ προσκόπτει.

Ἵνα προσερχόμενοι πρὸς αὐτὸν φωτίζωνται, καὶ μὴ καταισχυνθῶσι τὰ πρόσωπα· οἷα δὴ καὶ ὁ θεῖος ἐντέλλεται Παῦλος, Ὡς τέκνα φωτός, λέγων, περιπατεῖτε. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. Συνιέναι τε ἐμμελῶς, ὅπως ἐπέστρεψαν πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ἔξεστι δὲ τῷ φιλοπόνως ἐν τοῖς ἱεροῖς τούτοις λογίοις τὸν νοῦν ἀπερείδοντι, τὰ παραπλήσια τὸν θεοφόρον διιδεῖν, καὶ ἀλλαχόθι που προαγορεύοντα.

Φησὶ γοῦν· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἱεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. Τῆς δὴ οὖν οὕτω λαμπρᾶς καὶ πᾶσιν ἐκπύστου προῤῥήσεως, καὶ εἰς αὐτά που τῆς οἰκουμένης περιαγγελλομένης τὰ ἔσχατα, καὶ διατρανούσης ἡμῖν ἐμφανέστατα, τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐκλάμψαντα Θεὸν Λόγον, ἐν τοῖς ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐξ ὀσφύος τοῦ Δαβὶδ φύντα τὸ κατὰ σάρκα, οὐδ’ αὐτοὺς οἶμαι τοὺς ἀπειθεῖς καὶ τὰ ὦτα κατηχθισμένους ἀνηκόους τυγχάνειν· τί γὰρ ἂν εἴη τούτων τῶν φωνῶν ἐκδηλότερον, παραστῆσαί τε καὶ ἀνακαλύψαι καὶ τοῖς σφόδρα ἀνοηταίνουσι, τῆς οἰκονομίας τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον; Ἤδη γὰρ πρὸς ἡμῶν ὡμολόγηται, ὡς ἡ πάναγνος θεομήτωρ ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ κατῆγε τὸ γένος· ἐξ ἧς μετὰ σαρκὸς ὁ Σωτὴρ τεθηλὼς ἀνατέταλκεν, ἥπερ δὴ Θεὸν τὸν αὐτὸν ὁμοῦ καὶ ἄνθρωπον ὑπερφυῶς ἡμῖν ἀπεκύησε, διὸ καὶ κυρίως καὶ ἀληθῶς Θεοτόκος ὑπάρχουσα πρὸς ἡμῶν γνωρίζεται· καὶ βεβαιοῖ τοῦτο ὁ παρθενικὸς τόκος, τὸ ἀπαράγραπτον κεκτημένος ἐν ἅπασι, τοῦ ξένον ἢ κατὰ ἀνθρώπινον τρόπον τεχθέντος Χριστοῦ καὶ ἄσυλον τὴν παρθενίαν, καὶ μετὰ τόκον, τῆς γεννησαμένης φυλάξαντος.

μδʹ. Ἡλίκην δὲ τὴν ἀρχὴν διακεκτήσεται, καὶ ὅτῳ τρόπῳ κατάρξει ἐθνῶν, θείῳ κινούμενος ὁ αὐτὸς διακεκράξεται Πνεύματι· Βασιλέα μετὰ δόξης ὄψεσθε· καὶ ἐγὼ ἤγειρα αὐτοῖς μετὰ δικαιοσύνης βασιλέα· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου αὐτὸς ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ. Καὶ πάλιν·

Ἐγὼ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας αὐτοῦ, εἰρήνην καὶ ὑγείαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ καθήσεται, τοῦ κατορθῶσαι αὐτήν, καὶ ἐπιλαβέσθαι ἐν δικαιοσύνῃ καὶ κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Ὅτι μὲν οὖν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ δεσπόζων ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, διὰ τούτων ἡμῖν εἰσενήνεκται, ὅς ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, οὐδένα τῶν τὸ καθ’ ἡμᾶς ἐπεγνωκότων μυστήριον, ἀντερεῖν οἶμαι· αὐτὸς γὰρ ἂν εἴη, παντί που δῆλον, καὶ οὐχ ἕτερος, βασιλεὺς ἐγηγερμένος δίκαιος καὶ σώζων, ὃς τὴν θείαν δικαιοσύνην ἡμῖν ἐγνώρισεν· ἢ αὐτὸς ἡμῖν ἐγενήθη, ἀποστολικῶς εἰπεῖν· Σοφία ἀπὸ Θεοῦ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

Ὃς δὴ καὶ τὴν πόλιν τὴν τοῦ Θεοῦ ᾠκοδόμησεν, οὐ περίγειόν τινα καὶ τὸ ἡδρασμένον οὐκ εἰσαεὶ κεκτημένην, ἐκείνην δὲ μᾶλλον τὴν τοὺς θεμελίους ἔχουσαν, ἥτις νοοῖτο θεοπρεπῶς ἡ ἄνω Ἱερουσαλήμ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, καθ’ ἣν τῶν πρωτοτόκων ἡ Ἐκκλησία τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, ταῖς θείαις ὁμοῦ πανηγυρίζει δυνάμεσιν· ἐπιστρέψει δὲ ὅτι καὶ τὴν αἰχμαλωσίαν τοῦ οἰκείου λαοῦ· τίνος δὴ τοῦτο καὶ ὅπως, ἀκούειν πάρεστιν· ἦμεν γὰρ ἀληθῶς ποτε ἄνθρωποι, τὸν μὲν Ποιητὴν ἠγνοηκότες καὶ Κύριον, τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν ἠρνημένοι, καὶ τοῦ δουλεύειν αὐτῷ διά τε τὴν ἐξ ἁμαρτίας ἀναλγησίαν, καὶ τὴν κρατοῦσαν τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπήρειαν, ἀποπεφοιτηκότες ὡς ποῤῥωτάτω· ὑπενηνέγμεθα δὲ τῇ ζεύγλῃ τοῦ ἐχθροῦ, οἷα ἠνδραποδισμένοι καὶ ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα, οἱ τὴν ἐλευθερίαν ἀφῃρημένοι, καὶ δουλεύειν αὐτῷ ἠναγκασμένοι.

Ἀλλ’ ἐπειδὴ οὐκ ἦν Θεοῦ μὴ οὐχὶ τὸ οἰκεῖον φιλανθρώπως ἐπιδεῖν ποίημα, ἐπιφαίνεται ὁ λυτρωτής, ᾧ γε οὐ δώρων οὐδὲ λύτρων ἐδέησε τῶν ἐκτός, ἀλλ’ ἐκένωσεν ἑαυτόν, λύτρον δεδωκὼς ἀντὶ πάντων ἡμῶν τὸ οἰκεῖον αἷμα τὸ ζωοποιὸν καὶ σωτήριον· καὶ πάθος καὶ σταυρὸν ὑπὲρ ἡμῶν ἀνατλάς, ἀνέβη εἰς ὕψος, καὶ ᾐχμαλώτευσεν ἐπιστρέψας τὴν ἡμῶν αἰχμαλωσίαν· ῥυσάμενος ὄντως ἡμᾶς τῆς Χαλδαϊκῆς τῶν ἀλιτηρίων δαιμόνων ἐξουσίας, καὶ τῆς βαρβάρου τοῦ νοητοῦ δυνάστου χειρὸς ἐξελών, καὶ ἐκτήσατο ἡμᾶς λαὸν περιούσιον, τοὺς δι’ ἐπιγνώσεως καὶ πίστεως εἰλικρινοῦς καὶ ὀρθῆς προσπεφευγότας αὐτοῦ τῇ δεσποτείᾳ, κατάρχων καὶ βασιλεύων ἐφ’ ἡμᾶς εἰς τοὺς αἰῶνας· ἀπιστήσει δὲ οὐδείς, ἢ ὅστις τὴν Ἰουδαϊκὴν ἀπιστίαν καὶ ἀναισχυντίαν νενόσηκεν, ἔτι καταργούμενον ἐν τῇ ψυχῇ περιφέρων κάλυμμα, καὶ τὸ πάχος τῆς ἑαυτοῦ καρδίας ἀποξύσαι μὴ βουληθεὶς τὸ τοῦ γράμματος, καὶ ταύτῃ γε εἰς τὰ θεῖα παρακύψαι μυστήρια οὐδαμῶς ἀξιούμενος· εἰ γάρ τοι διαμφισβητοίη φάσκων, ὅτι δὴ βασιλέα τῶν καθ’ ἡμᾶς τινα ἐπὶ τὴν Ἰουδαίων ἀρχὴν προχειρισθησόμενον, ὁ λόγος διασημαίνοι, ἀκούσεται πρός τε ἡμῶν καὶ τῆς ἀληθείας αὐτῆς, ὡς κατὰ τὴν τοῦ ἱεροῦ Γράμματος παράδοσιν, μετὰ τὴν ἐκ Βαβυλῶνος αὐτῶν ἐπάνοδον, οὐδείς πω τῶν παρ’ αὐτοῖς, βασίλειον φαίνεται, ᾗπερ τὸ πρὶν οἱ κατ’ αὐτοὺς βασιλεῖς ἐκεχειροτόνηντο, διάδημα καταδησάμενος, ἢ τοῖς σκήπτροις τοῦ βασιλικοῦ ἀξιώματος ἐντεθρονισμένος, οὕτω τοῦ τῶν ὅλων Θεοῦ διὰ φωνῆς προφητῶν προθεσπίσαντος· ὑπὸ δημαγωγοῖς γὰρ καὶ ἱερεῦσι τὸ λοιπὸν διατελοῦντες κατεδείκνυντο· ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἡμῖν ἐμφανίζει τὴν ἐπὶ Βαβυλῶνος αἰχμαλωσίαν ὁ λόγος· ἐγνωσμένων ὑφ’ ὧν τε καὶ ὅτῳ τρόπῳ οἱ τῆς Βαβυλωνίας ἀνάγκης ἀπηλλαγμένοι, ἐπὶ τὴν Παλαιστίνην παλινοστήσαντες ὀπίσω ἀνεκομίσθησαν, καθὰ δὴ ἐν τοῖς περὶ τούτων ἱστορουμένοις σαφῶς ἀναγέγραπται· διὸ ἐπ’ ἐκείνοις ἐξειλῆφθαι τὰ προφητικὰ λόγια, λόγον οὐχ ἕξει· ἃ δὲ ἴσμεν, καὶ πεπιστεύκαμεν, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἐν οἷς ἑδραίως μάλα βεβήκαμεν, ταῦτα κηρύσσομεν, ὡς ἡμεῖς ἐσμεν οὓς ἐξ ἐθνῶν συναγήγερκεν, οἱ ἀκλινῶς ἐπ’ αὐτὸν ἠλπικότες, οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς τῶν ἀοράτων ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν τοῦ σκότους καὶ τῆς τοῦ θανάτου σκιᾶς συνήγαγεν ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, ἐν ἐρήμῳ καὶ ἀνύδρῳ τῆς ἀπιστίας ἐκ τῆς τοῦ δυσμενοῦς μεθοδείας πεπλανημένους ποτέ, καὶ τῶν σωτηρίων τῆς εὐσεβείας ναμάτων ἐστερημένους, οἷς τὴν χάριν τῆς θεογνωσίας ἄνωθεν ἡμῖν φιλανθρωπίας ὄμβροις ὑετίζων δεδώρηται.

Ὡς δ’ οὖν καθιεῖσθαι ἐπὶ τὸν θρόνον Δαβὶδ παρὰ τοῦ προφητικοῦ λόγου ὁ Σωτὴρ προαγορεύεται, ὁ θεῖος ἄγγελος πειθέτω τοὺς ἀνοήτους· εἰ μὴ καὶ αὐτὰς τὰς ἱερὰς τῶν Εὐαγγελίων ἐξουδενώσουσιν, ὥσπερ καὶ τὰς ἄλλας τοῦ Πνεύματος ῥήσεις· ὃς ἐξ οὐρανοῦ κατιών, καὶ τῇ παναχράντῳ καὶ Ἀειπαρθενομήτορι τὸ τῆς κοινῆς παντὸς τοῦ κόσμου σωτηρίας εὐαγγελιζόμενος κεφάλαιον, τὸν ἐξ αὐτῆς τεχθησόμενον Σωτῆρα πάντων, Υἱόν τε Ὑψίστου κληθήσεσθαι προανεφώνει, καὶ τὸν θρόνον Δαβὶδ λήψεσθαι, καὶ τὴν βασιλείαν ἕξειν τέλος οὐχ ἕξουσαν· ἀλλὰ μὴν καὶ μέγαν ἔσεσθαι τὸν αὐτὸν καὶ μετὰ τῆς προσληφθησομένης προεμήνυε φύσεως· εἰδὼς αὐτὸν καὶ ὄντα καὶ προόντα, καὶ ἀεὶ ὄντα, καὶ μέγαν ὄντα, καὶ ἐπὶ πάντων Θεὸν ὄντα· τοιγάρτοι βασιλεὺς τῶν βασιλευόντων, καὶ ἄρχων πολλῶν ἐθνῶν ὁ Ἐμμανουήλ, καὶ ὡς ἄνθρωπος ἐχρημάτισεν· ὑπερίδρυται γὰρ οὐδὲν ἧττον, καὶ κατὰ πάντων τό τε κράτος καὶ τὴν ὑπεροχὴν κέκτηται, ἐν τοῖς τῆς θεότητος καὶ μετὰ σαρκὸς διαπρέπων πλεονεκτήμασι· κἂν ἐπτώχευσεν ἑκὼν τῇ θείᾳ συγκαταβάσει χρησάμενος, τὴν καθ’ ἡμᾶς πτωχείαν ἐνδύς, ὡς ἂν ἡμεῖς τὴν ἐκείνου καταπλουτισθῶμεν θεότητα· οὐκοῦν πᾶσα ἀνάγκη, τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ πάντων εἰσφέρεσθαι πρόσωπον· βασιλέως δὲ ἀνισταμένου καὶ τοιούτου βασιλέως, ἀκόλουθόν πως καὶ εὐπρεπὲς καὶ ἄρχοντας ὑπάρχειν ἀναλόγους, ἔθνη τε ὑποτετάχθαι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάντα τὰ ἔθνη· πάντων γὰρ Βασιλεύς ἐστι καὶ Κύριος· ὥσπερ τῶν ἐν οὐρανοῖς μετὰ Πατρὸς ὑπάρχων, οὕτω καὶ τῶν ἐπὶ γῆς ἁπάντων δεσπόζων καὶ κατεξουσιάζων· διὸ ἐῤῥέθη· Καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, κἂν μὴ βούλωνται οἱ Ἰουδαιόφρονες, ὡς ἄρα καὶ τὰ παρὰ πάσης γλώσσης ᾀδόμενα τέλεον ἀποπέμψαιντο καὶ ἀθετήσαιεν, δι’ ὧν ἡμῖν τὸ τοῦ βασιλέως εἰσέρχεται πρόσωπον, λέγοντος·

Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· καί, Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἐπὶ δὲ τὰς ἄλλας φωνὰς ἐντεῦθεν τοῦ θεοφόρου ἰτέον· ἐρεῖ γάρ· Ἐγὼ Κύριος ὁ καλέσας σε ἐν δικαιοσύνῃ· καί, Δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Καὶ αὖθις· Τέθεικά σε εἰς διαθήκην γένους, εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Καὶ πάλιν· Ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, τοῦ ἀναστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου. —Λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη σου, καὶ ἐξελεύσεται εἰς φῶς τὸ Σωτήριόν σου· καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσι. Καὶ ἔτι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω· ἕως οὗ ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη σου, καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου· καὶ καλέσεις τὸ ὄνομά σου τὸ καινὸν ᾧ ὁ Κύριος ὀνομάσει αὐτό, καὶ ἔσῃ στέφανος κάλλους ἐν χερσὶ Θεοῦ σου, καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη· ἡ γῆ σου οὐ κληθήσεται ἔρημος.

Κατίδοι δ’ ἄν τις κἀπὶ τοῖς πρεσβυτέροις καὶ πολλῷ πρότερον χρόνοις ἀναδραμών, τὰς τῶν ἐθνῶν προεναποκειμένας πρὸς τὸν πάντων Σωτῆρα καὶ Λυτρωτὴν Χριστὸν ἐλπίδας, καὶ πάλαι ἤδη προαναπεφωνημένας· ὧδε γάρ πως καὶ Ἰακὼβ ὁ πατριάρχης Ἰούδα φυλὴν εὐλογῶν ἔφησεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος. Εἰ οὖν ἀληθεῖς οἱ τῶν ἁγίων λόγοι, ὥσπερ οὖν εἰσιν ἀληθεῖς, καιροῖς τοῖς καθήκουσι τὸ οἰκεῖον ἕκαστοι πέρας δεξάμενοι, οὐ διαπεσοῦνται οὔτε διαῤῥυήσονται, τὸ ἀσφαλὲς καὶ ἀδιάπτωτον παρὰ τῶν εὐαγγελικῶν φωνῶν προσκτησάμενοι· ἧκε γὰρ πληρώσων νόμον καὶ προφήτας ὁ Κύριος, ὧν μηδὲν παρελεύσεσθαι ἕως ἂν πάντα γένηται ἐκήρυσσεν, αὐτουργὸς μᾶλλον ἢ διδάσκαλος πρὸς τὴν τούτων τελείωσιν ἐκφαινόμενος· οὐκοῦν οὐ διέψευσται ἡ τῶν ἐθνῶν εἰς τὴν ἀληθῆ πίστιν εἰσδρομή, καὶ ταύτῃ οὐδὲ ἀπάτη δαιμονικὴ ἐνεργήσειέ ποθεν, τῆς τοῦ κεκληκότος βασιλέως ἀγάπης καὶ πίστεως ἀποῤῥηγνῦσα σαθροὶ οὖν καὶ κατεῤῥυηκότες, καὶ παντὸς ψεύδους καὶ ἀσεβείας ἀνάμεστοι τῶν δι’ ἐναντίας οἱ λόγοι· εἰ δὲ δὴ καὶ τάξιν ἐπιζητοίη τις, οἷα δὴ ἐπί τε βασιλέως καὶ τῶν ὑπηκόων πέφυκε διαδείκνυσθαι, ἐντεῦθεν εἴσεται·

Τῇ ἡμέρᾳ ἐκείνῃ, φησίν, ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ ἣν εὐλόγησε Κύριος Σαβαώθ, λέγων· Εὐλογητὸς ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ· διὰ γὰρ τούτων τῶν ἀπηριθμημένων, τῶν κεκλημένων ἐθνῶν εἰς τὸ κήρυγμα ὁ λόγος παραδεδήλωκε τὸ πλήρωμα· κατόπιν δὲ τρίτος Ἰσραὴλ τέτακται, ἐπειδήπερ εἰ καὶ πολλῷ ἄποθεν, καὶ ἐξ ἀλλοδαπῆς καὶ βαρβάρου χώρας ἀφώρμητο, προφθάνει μὲν ὁ Ἀσσύριος καὶ προαρπάζει τὴν εἰς Χριστὸν πίστιν, σωματικῶς ἔτι νηπιάζοντα προσκυνούμενον, καὶ δώροις ἰσαρίθμοις τῶν ἐπ’ αὐτῷ νοουμένων καὶ θεωρουμένων λόγων τὰ γέρα δεχόμενον· δεύτερος δὲ Αἰγύπτιος ὑποδέχεται, τῇ καθόδῳ τοῦ φεύγοντος τὴν δεισιδαίμονα πλάνην ἀποκρουόμενος· μεθ’ ὃν τριταῖος Ἰσραὴλ πρόσεισι, καὶ ταῦτα καλούμενος ὑπὸ τοῦ κηρύσσοντος, καθάπερ τὰ ἱερὰ ἡμῖν ἀναταξάμενοι παραδεδώκασιν Εὐαγγέλια, τοῦ Κυρίου ἀπόστολοι.

μεʹ. Ὅπως δὲ τούτοις συγγενῆ τέ ἐστι καὶ ἐφάμιλλα τὰ ἀποστολικὰ διδάγματα, καὶ τὴν αὐτὴν ὥσπερ ἐρχόμενα τρίβον, ἀμογητὶ κατοψόμεθα· ὡς ἄρχειν τε τῶν ἐθνῶν ἤτοι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ὁ Σωτήρ, καὶ ἐπ’ αὐτὴν βασιλεύειν πιστεύεται, κεφαλή τέ ἐστιν αὐτῆς, καὶ δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ κληρονόμους ἀναδείκνυσι βασιλείας τοὺς εἰς αὐτὸν ἠλπικότας, διωμολόγηται· φήσει τοίνυν προεισδραμὼν τῶν ἐθνῶν ὁ Ἀπόστολος· Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι.

Καὶ πάλιν· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Πατὴρ τῆς δόξης δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, ναὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος. Καί, ὅτι Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.

Καί· Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Καί· Ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ πάλιν· Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν αὐτοῦ ἐν ἀγάπῃ. Καὶ πάλιν·

Ὅτι ὁ ἀνὴρ κεφαλὴ τῆς γυναικός, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν κεφαλὴν καὶ ἀρχὴν πάντων ἀπέφηνε τὸν Χριστὸν ὁ ἱερὸς Ἀπόστολος, καὶ βασιλέα τῶν ὅλων ἀποδείκνυσιν, εἰσάγει αὐτὸν καὶ τοῖς πεπιστευκόσιν αὐτῷ βασιλείαν χαριζόμενον, ἐν οἷς φησι· Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καί· Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Ὡς δὲ τέκνα, καὶ ἀδελφοί, καὶ κληρονόμοι οἱ αὐτοί, προσέχειν δέον· Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν Χριστῷ, διὰ τοῦ Εὐαγγελίου ἐγενήθην διάκονος. —Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ· ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.

Καὶ εἶτα· Ὅτι οὐκ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββὰ ὁ Πατήρ· αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Καὶ ἔπειτα· Ὅτι οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οἷς συνηχήσει τῶν θεολόγων ἕτερος λέγων· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Προσθείη δ’ ἂν ὁ τοῦ Εὐαγγελίου ἱερουργός·

Ὅτι ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν διὰ παθημάτων τελειῶσαι· ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· καὶ ἐπὶ τούτοις· Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ· ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφεύγοντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Καὶ πάλιν·

Λέγω δὲ Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν λέγει·

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. Προσεκτέον δὲ ἐν τούτοις, ὅτι οὐ μόνον περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὰ αὐτὰ φθέγγεται τῷ προφήτῃ ὁ ἱερὸς Ἀπόστολος· καὶ πρὸς ταῦτα τίς ἀντερεῖ λόγος; οἱ γὰρ ἠλεημένοι δωρεὰν παρὰ Θεοῦ, ἐκ τῆς ἀθεΐας ἐπὶ τὴν φιλοθεΐαν μεταταττόμενοι, ἑδραῖοι τῇ πίστει ἑστηκότες δοξολογοῦσι τὸν Θεόν, οὐκ εἰδωλολατροῦσι, κἂν μὴ δοκῇ τοῖς ἐξεστηκόσι τε καὶ μεθύουσι· πῶς γὰρ αὐτοῖς μεταμελήσει τῶν ἐφ’ οἷς αὐχοῦσι μάλιστα ἡλίκων ἀγαθῶν δωρημάτων, ἐπεὶ τέκνα Θεοῦ καὶ κληρονόμοι διὰ πίστεως γενέσθαι ἠξίωνται, σῶμά τε Χριστοῦ καὶ μέλη χρηματίζοντες, οἷα δόξης τῆς ἀϊδίου ἐπορεγόμενοι, ὥστε τούτων ἀπολιπόντας τὴν χάριν καὶ τὴν λαμπρότητα, τῷ σκότῳ καὶ τῇ πλάνῃ προσθέσθαι;

Εἰ δ’ οὖν καὶ ταῦτα τοῖς ἀνοσίοις ἄρδην ἀπήρνηται, ἀλλ’ ἡμῖν γε πεπίστευται, καὶ τοσοῦτον ὅσον καὶ ὑπεράγασθαι τῆς θείας τοῦ Σωτῆρος φιλανθρωπίας, ὁμολογεῖν τε σαφῶς ὅτι γε ὑπερβολῇ χρηστότητος κατὰ τὸ περιὸν τῆς δυνάμεως, οὐ τοὺς κατὰ τὸν τῇδε βίον διαζῶντας μόνον τῆς τοῦ Πονηροῦ τυραννίδος συγκαταβὰς ἐξεῖλεν· ἤδη δὲ καὶ τοῖς ἐν ᾄδου κατόχοις προγεγονόσι, καὶ πρὶν κατὰ τοὺς καιροὺς τῆς ἀγνοίας ἀθεΐᾳ καὶ ἀσεβείᾳ συζήσασι, ζόφῳ τε καὶ ἀφεγγέσι χωρίοις σειραῖς ἀναποδράστοις κατειλημμένοις, ἐπιφανεὶς ὁ Σωτὴρ τὴν ἐλευθερίαν κηρύξας ἐχαρίσατο, καὶ τῆς τοῦ δυναστεύοντος Ἐχθροῦ βίας ἀφήρπασε· καὶ ταῦτα διὰ μὲν προφητικῆς γλώσσης ἄνωθεν προκεχρησμῴδηται, ἡνίκα τὸ τοῦ Χριστοῦ πρόσωπον ἐντεῦθεν εἰσάγεται λέγοντος τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει·

Ἀνακαλύφθητε. Πεπρᾶχθαι δὲ ὡς ἀληθῶς κατὰ καιρούς, ὁ τὸ προὖχον ἐν τοῖς ἱεροῖς τοῦ Χριστοῦ μαθηταῖς λαχὼν εἰσηγήσεται, φάσκων· Ὅτι Χριστὸς ἅπαξ περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν τῇ σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε. Οὓς οἶμαι ἔγωγε τὸ τῆς σωτηρίας εὐαγγελισθέντας μυστήριον, δεξαμένους τε τοῦ Λυτρωτοῦ τὸ κήρυγμα, καὶ ταῦτα πεπαυμένους κινήσεώς τε πάσης καὶ ἐνεργείας, πάσης τε τῶν πρακτέων ἀποιχομένης ἐλπίδος, εὐγνωμονοῦντας δὲ περὶ τὰς οὕτω λαμπρὰς καὶ μεγίστας εὐεργεσίας, μέγα τῶν ἀσεβῶν κατακεκράξεσθαι· οἷα δὴ τοῖς ἐν ζῶσιν ἐξητασμένοις συνεξυβρισμένους, μᾶλλον δὲ τῶν εἰς τὸν Ἐλευθερωτὴν βλασφημούντων, τὴν τόλμαν οὐ φέροντας· πάντως γὰρ ἀσεβείας περιουσίᾳ, οὐδὲ τὰς ψυχὰς τῶν προωδευκότων, εἰδωλολατρείας ἐξωθήσονται· δι’ ὧν μοι δοκεῖ καὶ αὔξεσθαι αὐτῶν τὴν κατηγορίαν, καὶ μείζοσι δίκαις, ὡς τὸ εἰκός, ὑπάγεσθαι· οὓς δὴ καὶ ζῶσι καὶ νεκροῖς ὑποδίκους γεγενημένους ἀπολιπόντες, τοῦ σκοποῦ τε τῶν ἐγκεχειρισμένων ἐπειλημμένοι, τῶν ἑξῆς ἐχώμεθα.

μϛʹ. Οἷα γὰρ ὁ τῶν ἐθνῶν βασιλεὺς τοῖς βασιλευθησομένοις ἐπήγγελται ποιήσειν, ὥσπερ ἀντέκτισίν τινα καὶ ἆθλα τῆς πρὸς αὐτὸν ὑπακοῆς τε καὶ πίστεως προστιθείς, διακούσεσθαι ἄξιον. Ποιήσει γάρ, φησί, Κύριος ὁ Θεὸς Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Ἆρα τίνα τῶν πάντων διαπέφευγεν; ὅτι σαφῶς ἡμῖν διὰ τούτων, τῶν ἱερῶν μυστηρίων τῆς θείας δωρεᾶς τε καὶ χάριτος προεισῆκται τὸ διδασκάλιον· τῆς τε κοινωνίας τοῦ τιμίου αἵματος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τοῦ ἁγιασμοῦ τοῦ κατὰ τὸ θεῖον λουτρόν· ὧν τί ἂν γένοιτο εἰς εὐφροσύνην καὶ φωτισμὸν ψυχῆς χαριέστερον ἢ ἐνθεέστερον; ἐντεῦθεν προστέταχε πάλιν αὐτοῖς εὐφραίνεσθαι ἐπὶ τὸ τοῦ καλοῦντος φιλόδωρον, λέγων· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἀλλὰ μὴν καὶ ὁποῖα οἱ διὰ τῆς ἐν χάριτι κλήσεως προσδεδραμηκότες ἀντεισοίσουσιν, εὐσύνοπτα ἐρεῖ· Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαώθ, ἐκ λαοῦ τεθλιμμένου καὶ ταπεινοῦ, ἀπὸ λαοῦ μεγάλου, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· δῶρα δέ, τί ἄλλο νοηθεῖεν ἂν ἢ πάντως ἡ τῆς αἰνέσεως πνευματικὴ θυσία, ἡ λογικὴ λατρεία παρὰ πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ ἐθνῶν προσαγομένη τῷ Θεῷ, ἣν ὡς ὀσμὴν εὐωδίας προσδεχόμενος;

Ὅτι αὐτοῖς ἀντιχαριεῖται, καὶ οἷς ἀντιφιλοτιμήσεται δώροις, πάλιν λέγει·

Εἰσάξω αὐτοὺς εἰς τὸ ὅρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου, τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. Οὐκ ἂν δὲ οἶμαι ἐπὶ τοσοῦτο μανίας τῶν ἀρτιφανῶν Ἰουδαίων ἐξοίχεσθαί τινας, ὥστε οἴεσθαι διὰ τούτων τὴν ἐφ’ ἑνὶ τόπῳ ἐν Ἱεροσολύμοις, φημί, περιειργμένην λατρείαν εἰσφέρεσθαι· τίς γὰρ οὕτως ἀνήκοος, ἐκ προσώπου τοῦ τῶν ὅλων Θεοῦ προανακεκραγότων τῶν προφητῶν, ἐκείνας μὲν τὰς τῶν ζωοθυτούντων καὶ κρεουργούντων ἀποκεκηρύχθαι καὶ ἐκκεκρίσθαι θυσίας, τῶν δὲ θεοκλυτούντων καὶ ἱερολογούντων ἐν πνεύματι ἀντεισῆχθαι λατρείας; Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμί· ὁλοκαύτωμα τῶν κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Νουμηνίας δὲ καὶ Σάββατα μηδὲ ἀνέχεσθαι.

Ἃς δὴ καὶ ὁ ψάλλων ἐν πνεύματι ὑποφθὰς περιέγραψε, Θυσίαν, λέγων, καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Καὶ μήν, Καὶ οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.

Καί· Εἰ ἠθέλησας, θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Τὰς πνευματικὰς δὲ εἰσηγεῖται θυσίας, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, παρεγγυῶν, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Ἐκδηλότερον δὲ τοῦτο ἡ ἐπαγωγὴ παρίστησιν· εἰπὼν γὰρ πᾶσι τοῖς ἔθνεσιν, οὐ τὴν μερικὴν καὶ ἐν χώρῳ καθωρισμένην τινὶ τῶν ἐξ Ἰσραὴλ συγκεκροτημένην συναγωγήν, τὴν καθολικὴν δὲ καὶ ἀριθμοῦ ὑπερέκεινα διὰ τούτων κατεσήμηνεν Ἐκκλησίαν.

Ὅτι δὲ αἱ περὶ τὸν βασιλέα τῶν ἐθνῶν συναγωγαὶ καθαρῶς τῷ καθαρῷ προσομιλοῦσι, καὶ ἡ ὁδὸς αὐτῶν καθαρὰ (οὐ γὰρ δὴ μιάσμασι καὶ μολύσμασι τῶν εἰδωλικῶν θυσιῶν καταχραίνονται), προσέχειν δεῖ ὅ τι καὶ λέγει· Οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκαθάρτων· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς. Οὕτω δὲ αὐτὴν κεκαθάρθαι καὶ ἡγιάσθαι ὁ τῶν ἐθνῶν κήρυξ ἀπισχυρίζεται, ὡς καὶ ναὸν Θεοῦ καὶ οἶκον χρηματίζειν Θεοῦ, καὶ τὸ Πνεῦμα αὐτοῦ οἰκεῖν ἐν αὐτοῖς· φησὶ γοῦν· Οὕτως ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, καὶ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Καὶ ἑτέρωθι· Καὶ ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων. Καί· Ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Πνεύματος.

Καί· Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καὶ ἀλλαχόθι· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρῃ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Καὶ πάλιν· Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

Φανερὸν οὖν ἐκ τούτων πάντων ὅτι οἱ εἰς Χριστὸν πεπιστευκότες, καὶ τὸ Πνεῦμα δεξάμενοι τὸ τῆς χάριτος διὰ τῆς τοῦ θείου λουτροῦ καθάρσεως, ναὸς Θεοῦ καὶ εἶναι καὶ λέγεσθαι ἠξίωνται· ὥστε ἐκ τοῦ ἀκολούθου, οἱ κατάρξαντες λέγειν εἰδώλοις προσκεῖσθαι, ναὸς δαιμονίων πεφήνασιν· εἰ δὲ οὐκ ἔστι κοινωνία ναῷ Θεοῦ μετὰ εἰδώλων, δῆλον ὡς οἱ νῦν τῆς ἀπειθείας υἱοί, ἐν οἷς τὸ πνεῦμα τὸ ἐναντίον ἐνεργεῖ, τῆς ἀληθείας καθυλακτοῦσι, τῷ ἁγίῳ ἀνθιστάμενοι Πνεύματι, εἴδωλα φάσκοντες Χριστιανοὺς σεβασθῆναι, καὶ τὸν ναὸν δαιμονίων γεγενῆσθαι τολμήσαντες ἀποφαίνεσθαι· οἷς εἰς ἔλεγχον τὰ ἱερὰ πρόκεινται Λόγια, φοβερὰν αὐτῶν τὴν δίκην παρὰ Θεοῦ καθορίζοντα· οὕτω τοίνυν τῆς Ἐκκλησίας ὁ νυμφαγωγός, ἐπισυνάπτων αὐτὴν καὶ συνδέων τῷ μνηστῆρι Χριστῷ ἐνθεέστατα, καὶ τὸν σύνδεσμον ἐπισφίγγων καὶ τὴν συνάφειαν, σῶμα εἶναι Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ἒν σῶμα εἶναι τοὺς πολλοὺς διορίζεται· ἐπειδήπερ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄρτου τῶν τῆς εὐλογίας μετέχομεν μυστηρίων, ἑνότητα τὴν πρὸς αὐτὸν λαχόντες διὰ πίστεως· καὶ ὡς ἐν θεωρίας ὑψηλῆς καὶ θεοειδοῦς τρόπῳ διασαφῶν καὶ τρανῶν τὸ μυστήριον, διὰ τῆς κατὰ τὸν ἄνθρωπον συζυγίας, τοιάδε τινὰ διέξεισιν·

Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.

μζʹ. Ἡκέτωσαν οὖν οἱ τῆς ἀνομίας ἐργάται, καὶ δεικνύτωσαν πόθεν τὴν Ἐκκλησίαν, καὶ ἐκ ποίων θεοπνεύστων λογίων, τῆς κατὰ Χριστὸν ἑνώσεως ἀθεμίτως διορίζουσι; πῶς οἱ συγκληρονόμοι καὶ σύσσωμοι Χριστοῦ ξοάνοις τοῖς τῶν ἀπίστων σεβάσμασι λελατρεύκασι; Πόθεν οὖν τὸ ἀληθὲς ἀπενέγκοιντο, οἱ τῷ ψεύδει συναγορεύοντες; Σκοπείτωσαν δὲ εἰ μὴ καὶ Χριστὸν αὐτόν, κοινόν τι καὶ ἀκάθαρτον, διὰ τοὺς συγκληρονομοῦντας καὶ τὴν κατὰ τὸ σύσσωμον κοινωνίαν ἡγήσαιντο, καὶ τὸ ὅλον τῆς βλασφημίας αὐτοὶ κληρονομείτωσαν· ἀλλ’ οὐκ ἐγκαλύπτονται, οὐδὲ καταδύονται ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, τοὺς μὲν λαλοῦντας ἐν Πνεύματι Θεοῦ μυστήρια προφήτας ἁγίους καὶ ἀποστόλους παραγραφόμενοί τε καὶ διωθούμενοι, ἐναγεῖς δέ τινας καὶ ἀνοσίους προφήτας αὐχοῦντες καὶ διδασκάλους ἐκ τῆς ἰδίας ἀποφθεγγομένους κοιλίας· ὧν τὸ φευκτὸν καὶ δυσῶδες τῶν λόγων, τῆς ἰδίας αὐτῶν ἀπάτης πρὸς πίστωσιν ἐπισύρονται·

Μέτοχος εἰδώλων Ἐφραὶμ ἔθηκεν ἑαυτῷ σκάνδαλα· ᾑρέτισε Χαναναίους, ἀνέγνωμεν· Χριστιανοὺς δὲ εἰδώλων μετόχους καὶ κοινωνοὺς οὐδέπω καὶ σήμερον παρ’ ὁτουοῦν ἀκηκόαμεν, ὅτι μὴ μόνων τῶν κατὰ τῆς δόξης Χριστοῦ καὶ τῶν ὀρθῶς σεβόντων καὶ προσκυνούντων αὐτῷ λελυττηκότων· καὶ θαυμαστόν γε οὐδέν· ἔθος γὰρ τοῖς ἀσεβοῦσιν ἐπιβουλεύειν τοῖς κρείττοσι, καὶ δολοῦν τὴν ἀλήθειαν, ἵνα τὴν ἑαυτῶν κακίαν δεδογμένον αὐτοῖς κατασκιάζειν κρατύνωσι· καὶ καλῶς γε εἴρηται ἀνδράσιν ἁγίοις, ὅτι λανθάνουσα πονηρία, τῆς προκεκηρυγμένης βλαβερωτέρα.

μηʹ. Οὗτοι γὰρ ἐκ τοῦ προφανοῦς παῤῥησιάζεσθαι οὐδαμῶς ὑφιστάμενοι τὴν ἀσέβειαν, τὸ τῆς εἰς τὴν θρησκείαν ἡμῶν ὕβρεως ὑπέρογκον ὑπειδόμενοι, λανθάνειν τε τοὺς πολλοὺς οἰόμενοι, ὥσπερ οὐ τῷ Χριστῷ προσκρούουσι, τὸ θεῖον αὐτοῦ καθυβρίζοντες ἀπεικόνισμα, τί μηχανῶνται;

ὡς τῶν μὲν πραγμάτων εἰδότες τὸ μεταβάλλειν οὐ πεφυκότων, τῶν ὀνομάτων δὲ ὡς τὰ πολλὰ τὸ ἀδιαφορεῖν ἐνδεικνυμένων, ἐπὶ τὴν τῆς προσηγορίας χωροῦσι διαφοράν, καὶ τὸ τοῖς δαιμονικοῖς σεβάσμασιν ἀνακείμενον ὄνομα, τῇ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ σεβασμίᾳ εἰκόνι, οἱ τῷ ὄντι τῶν εἰδώλων ἐρασταὶ ἀποῤῥίψαι οὐ καταπεφρίκασιν, εἴδωλον ταύτην ἀποκαλέσαντες, καὶ τοὺς τιμῶντας αὐτὴν ὡς θεμιτὸν Χριστιανοῖς, εἰδωλολάτρας κατονομάσαντες· ἵνα ὡς παρακεκινημένην ἡμῶν δῆθεν τὴν πίστιν φωράσαντες, τὸ βεβηκὸς καὶ ἑδραῖον ταύτης τό γε ἐπ’ αὐτοῖς παρασαλεύσειαν· ἔκδηλον ἐντεῦθεν ἀποκυήσαντες τὸ ἀνόμημα, τήν τε εἰς Χριστὸν βλασφημίαν ἀναισχύντως κατασκευάζοντες, καὶ τῆς ὀρθῆς καὶ ἀψευδοῦς ἡμῶν δόξης ἀδεῶς καὶ ἀπηρυθριασμένως καταγορεύοντες· ἀλλὰ τὰ μὲν ἔθνη ὑπὲρ ἐλέους δοξάζει τὸν Θεόν, καὶ ταῦτα, τῶν ἄρτι τῆς ἀπιστίας ὑπερκυψάντων, καὶ τὸν λόγον παραδεδεγμένων τῆς χάριτος· οὗτοι δὲ οἱ νῦν λεγόμενοι Χριστιανοί, καὶ τούτων μάλιστα οἷς τὸ τῆς ἱερωσύνης ἐπικεκηρύχθαι δοκεῖ ἀξίωμα, οὐ φρίττουσι τὴν ψυχήν, οὐ καταδεσμοῦνται τὴν γλῶσσαν, οὐ δεδίασι τῆς δυσφημίας τὸ ὑπέρογκον, ἑαυτούς τε καὶ τοὺς ἄλλους Χριστιανοὺς ἅπαντας, τὴν μερίδα τοῦ Θεοῦ καὶ κληρονομίαν Χριστοῦ, δαιμονίων ἀκαθάρτων κληρονομίαν κατονομάζει· καὶ εἰ μὲν ἑαυτοῖς μόνοις τὴν ἀποστασίαν καὶ ἀσέβειαν ἐπεφήμιζον, πάντων ἂν ἀνθρώπων ἐλεεινότεροι καὶ βδελυκτότεροι ἐνομίσθησαν· νῦν δὲ κατὰ πάντων ἁπλῶς, τῶν τῆς ἀξιαγάστου ἡμῶν καὶ ἀληθινῆς θρησκείας μετεχόντων, τὰς ἀνοσίους γλώσσας κινήσαντες, πῶς τὰ ἐκ τῆς θείας οὐκ οἴσουσιν ὀργῆς, δίκαις πικροτάταις ὑποφερόμενοι;

Ἀλλ’ ἐπὶ τὰς προφητικὰς φωνὰς ἐπανακτέον τὸν λόγον· τοὺς οὖν ἐκ πάντων ἐθνῶν τε καὶ γλωσσῶν καὶ πασῶν γενεῶν, τοὺς ἐξ ἁπάσης γῆς τε καὶ νήσων καὶ θαλάσσης ὑφ’ ἑνὶ βασιλεῖ τεθειμένους, καὶ ἕνα Κύριον καὶ Θεὸν καὶ Δεσπότην εἰδότας τε καὶ καλοῦντας καὶ σέβοντας, ἑπόμενον ἂν εἵη ἑνί γε ὀνόματι, καὶ τούτῳ τῷ ἀπ’ ἐκείνου ὀνομάζεσθαι καὶ γνωρίζεσθαι· διό φησιν· Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν.

Τί πρὸς ταῦτα φαῖεν οἱ ἀναίσθητοι; τί δὲ ἡμεῖς;

Ὅτι Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἄνθρωπος γεγονώς, προσηγόρευται ὄνομα δηλοῦν ὁμοῦ τῶν συνελθουσῶν φύσεων τὸ συναμφότερον, τῆς τε χρισάσης θεότητος, τῆς τε χρισθείσης ἀνθρωπότητος· ὥστε μιᾷ φωνῇ καὶ τῶν συνδραμουσῶν οὐσιῶν τὸ διπλοῦν, καὶ τὴν ἐκ τούτων τοῦ ἑνιαίου προσώπου καθ’ ὑπόστασιν ἕνωσιν, ἀσφαλῶς διαγινώσκεσθαι· εὔλογον οὖν τοὺς εἰς τὸ ὄνομα τοῦτο βεβαπτισμένους τε καὶ ἐσφραγισμένους, ἀπ’ αὐτοῦ καλεῖσθαί τε παρωνύμως, καὶ χρηματίζειν Χριστιανούς, ταυτῷ πάντας γνωριζομένους καὶ καλουμένους ὀνόματι, καθάπερ οἱ τῶν συνθημάτων τὰ ἐπισημότερα γνωρίσματα φέροντες· καὶ τοῦτο ἡμῖν τὸ ἰδιαίτατόν τε καὶ οἰκειότατον γνώρισμά τε καὶ ὄνομα, κἂν οἱ τῇ μέθῃ τῆς ἀσεβείας βεβαπτισμένοι μὴ ἀνέχωνται· τούτου γε εἵνεκεν καὶ ἄγαν θεοπρεπῶς Ἐκκλησία Χριστοῦ ἔστι τε καὶ λέγεται, καὶ λαὸς εἰς περιποίησιν, καὶ ἔθνος ἅγιον, καὶ γένος ἐκλεκτόν, καὶ βασίλειον ἱεράτευμα, καὶ κληρονομία Θεοῦ ἔνδοξος, καὶ μερὶς Κυρίου, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, καὶ ἀμπελὼν Κυρίου Σαβαώθ, καὶ τέκνα ἠγαπημένα, καὶ ἀδελφοὶ πιστότατοι, καὶ δοῦλοι οἰκειότατοι, καὶ ναὸς Θεοῦ, καὶ βασιλείας κληρονόμοι, καὶ κλήσεως ἐπουρανίου μέτοχοι, καὶ πρόβατα λογικὰ τοῦ ἀρχιποιμένος· διὸ καὶ τὰς ἀρετὰς αὐτοῦ ἐξαγγέλλομεν, τοῦ καλέσαντος ἡμᾶς ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς, Θεόν τε καὶ Βασιλέα, καὶ Κύριον, καὶ Ποιητήν, καὶ Σωτῆρα, καὶ Λυτρωτὴν ἐπιγραφόμεθα καὶ ὁμολογοῦμεν, καὶ εἴ τι ἕτερον πρὸς ἡμῶν ἀνυμνεῖται· οὕτω προσκυνηταὶ τῆς Τριάδος ἀληθινοὶ γνωριζόμενοι, πᾶσαν δαιμονικὴν πλάνην καταπατοῦμεν καὶ διαπτύομεν, πᾶσαν εἰδωλικὴν ἀπάτην μυσαττόμεθα καὶ βδελυσσόμεθα, καὶ τοὺς μὴ οὕτως ἔχοντας καὶ ὁμολογοῦντας τοῖς ἀναθέμασι καταζεύγνυμεν.

Ἡ μὲν οὖν καθ’ ἡμᾶς ὁμολογία τοιαύτη καὶ οὕτως ἔχουσα· ἐπὶ δὲ τὸν πρὸς τοὺς ἀσεβεῖς λόγον, ὅθεν ἐξέβημεν, πάλιν μέτιμεν. μθʹ. Τί οὖν φατε; ὁ βασιλεὺς οὗτος, ὁ μέγας, ὁ μεγαλοπρεπής, οὗ ἡ μεγαλοπρέπεια τοὺς οὐρανοὺς ὑπεράλλεται, ὁ κατὰ πάντων ἀνημμένος τὸ κράτος, καὶ τὴν ἀρχὴν κεκτημένος ἀπέραντον· τῆς γὰρ βασιλείας αὐτοῦ μὴ εἶναι τέλος ὁμολογοῦμεν ὁσημέραι, ὁ τῶν ἀγγέλων Κύριος, ὁ τῶν οὐρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων δεσπόζων, ὁ πάσης Δημιουργὸς τῆς κτίσεως, καὶ παράγων πάντα ἐξ οὐκ ὄντων πρὸς ὕπαρξιν, πῶς ἔτι βασιλεύσει ἢ κατάρξει τινῶν;

Ἀπέστραπται ὁ τοῦ τηλικούτου βασιλέως λαός, οὗ δὴ λειποταξίου γραφὴν εἰς δέον τις καταχέοι, κενὰ λοιπὸν τὰ βασίλεια καὶ ἔρημα καταλέλειπται, ἑτέρῳ προσέθεντο βασιλεῖ· τοιοῦτος γὰρ ὁ τῶν ἀβασιλεύτων λόγος, οἳ οὐχ ὑπὸ τὴν Χριστοῦ βασιλείαν τάχα κείσονται, ἑτέρωθέν γε καὶ πρὸς τοῦ Μαμωνᾶ βασιλευόμενοι· λεγέτωσαν δὲ τῆς ἐγκαταλείψεως τὸν τρόπον· ζητείσθω τίς ἡ αἰτία τῆς μεταθέσεως· εἰ μὲν ἑκὼν ὁ λαὸς τῆς χειρὸς ἀπέδρα τοῦ ἐξουσιάζοντος, πότερον ὡς τοῦ ἄρχειν οὐκ ἰσχύοντος, ἢ τοῦ σώζειν οὐ σθένοντος. Καὶ μὴν ὁ δεσπόζων ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, αὐτός ἐστιν ὁ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ Θεὸς τοῦ σώζειν λέγεται, καὶ Θεὸς τῶν σωτηριῶν ἡμῶν· καὶ αὐτὸς ἐτέχθη ἡμῖν Σωτὴρ Κύριος, καὶ σώζων οὐκ ἔτι πλὴν αὐτοῦ· ἢ ὅτι οὐ προνοεῖ καὶ διεξάγει τὰ τῇδε θεοπρεπῶς, τοῦτον ἀπήρνηνται; ἀλλ’ αὐτός ἐστιν ὁ ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ διδοὺς τῇ γῇ ὑετὸν πρώϊμον καὶ ὄψιμον, καὶ διδοὺς τροφὴν πάσῃ σαρκί. Καί, Ὁ Πατήρ μου, φησίν, ἕως τοῦ νῦν ἐργάζεται, καὶ ἐγὼ ἐργάζομαι· τοὺς τῆς περὶ ἡμᾶς κηδεμονίας τε καὶ προνοίας εἰσάγων ἐντεῦθεν λόγους. Ἢ ὡς οὐ μέγαν οὐ προσίενται; ἀλλὰ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ἐστι· καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.

Ἀλλ’ ὡς μερικὴν ἢ περιγεγραμμένην περιβεβλημένον τὴν ἀρχήν, ἢ χρόνῳ πεπερασμένην τινί; Ἀλλὰ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, καὶ αὐτῷ κάμπτει πᾶν γόνυ ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων. Ἢ ὡς τοῦ συνιέναι ἐνδέοντα;