Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ακατάλυτη βασιλεία του Χριστού και η βεβήλωση των ιερών

Θεολογική θεμελίωση της αιώνιας δεσποτείας του Κυρίου, και αυστηρός έλεγχος της μανίας των εικονομάχων, οι οποίοι καταστρέφουν τις εικόνες και βεβηλώνουν τους χριστιανικούς ναούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 12

νγʹ. Ταῦτα διὰ τῆς θεογενεσίας τοῦ θείου λουτροῦ ὁ Σωτὴρ ἡμῖν ἐχαρίσατο, ῥύψιν παντελῆ καὶ κάθαρσιν τῶν ψυχῶν ἔχοντος, καὶ τῶν ἁμαρτημάτων ἐλευθερίαν εἰσφέροντος· ταύτας ἔγωγε τὰς φωνάς, πολλοῦγε ἂν τιμησαίμην, ταύτας περιπτύσσομαι καὶ ἀσπάζομαι, ὡς ἡδύ μοι καὶ χαρίεν εἰς μνήμην τούτων ἵεσθαι, καὶ ταύτας ἀναλαμβάνοντα προθυμίας πληροῦσθαι, καὶ παραμυθίας τῶν ἡμαρτημένων εὑρίσκειν φάρμακον, καὶ πρὸς χρηστὰς ἐπανάγεσθαι τὰς ἐλπίδας, καὶ καταφρονεῖν ἀπογνώσεως, καὶ μανθάνειν Θεοῦ φιλανθρωπίαν καὶ ἔλεον· ἀμνηστίαν γὰρ τῶν πεπλημμελημένων ἡμῖν ὑποτίθενται, ἵλεών τε καὶ συγγνώμονα τὸν Δεσπότην καὶ Ποιητὴν διαδεικνύουσι· καὶ τὸ πᾶν εἰπεῖν, σωτηρίας ἡμῖν χορηγὸν τὸν ἡμέτερον νομοθέτην εἰσηγοῦνται· τοιαῦτα τοῦ καθ’ ἡμᾶς νόμου καὶ νομοθέτου τὰ ἐπαγγέλματα καὶ διδάγματα· εἰ δέ τι χρὴ μουσουργοῦντα, τὸν λόγον ἐπιχρωννύειν τε καὶ καταποικίλλειν ὡς μάλιστα, καὶ ταῖς πλείοσι τῶν θεηγόρων διακοσμεῖν φωναῖς, καθάπερ εἰκόνα καλήν τε καὶ ἐκπρεπῆ οἱ ἐμπειρότατοι τῶν ζωγράφων ἀποφαίνειν ἐκμηχανώμενοι, ὕλαις ταῖς φαιδροτέραις καὶ χρώμασι τῶν διαφανεστέρων εὖ μάλα τὴν ἐπιφάνειαν ἐπανθίζοντες, ἐξωραΐζουσί τε καὶ ἀγλαΐζουσιν, ὡς ἂν τὸ ἐμφερὲς εἰς τὸ ἀκριβέστερον διασώζοιτο· καὶ γὰρ διὰ τῶν εἰκόνων, τῶν ἀρχετύπων ἡμῖν ἡ γνῶσις ἐγγίνεται.

Καὶ ἄλλος τῶν θεολήπτων κεκλήσθω, τοῖς προηγορευκόσι συμφράδμων ἐσόμενος, καὶ δὴ καὶ ἀφίχθω ἀνὰ τὸν ἱερὸν τουτωνὶ τῶν θεοφόρων τὸν ὅμιλον, καὶ εἰσερχέσθω τουτὶ τὸ θεοειδὲς στάδιον, καὶ συνδιαφερέτω τὸν ἀγῶνα, καὶ συνεξανυέτω τῆς εὐσεβείας τὸν δίαυλον ἐκεῖνος ὁ τῶν θεομύστων καὶ παραδόξων ἐποπτειῶν, καὶ τῶν κατ’ οὐρανοὺς δυνάμεων θεωρός τε καὶ μύστης, καὶ προσκείσθω τοῖς προπεπονηκόσιν εἰς τὸν οἶκον τῆς σοφίας, τῶν ἐξαγίστων θριαμβεύων τὸ δυσσεβὲς καὶ παράνομον, ὅπως μηδὲ αὐτὸς τοῦ θείου τούτου συλλόγου ἀπολιμπάνοιτο, συνηχήσει δὲ καθάπερ πλήκτρῳ τῷ θείῳ κρουόμενος Πνεύματι, καὶ ἄγαν ἀστείως τοῖς ἰσοκλεὲς λαχοῦσι τὸ χάρισμα θεοφάντορσι, καὶ δὴ καὶ λέξει· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, καὶ εἰσάξω αὑτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνος τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· ὅτι μὲν οὖν οὗτος ὁ θεῖος προφήτης θείᾳ κινούμενος χάριτι, τῆς τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ οἰκονομίας, διὰ τούτων ἡμῖν τῶν λόγων ἐναργῶς προϋπογράφει τὸ μυστήριον, οὐκ οἶμαί τινα τῶν νοῦν ἐχόντων ἀντερεῖν· συμπνεύσειε γὰρ κἀνταῦθα τοῖς προειληφόσι, καὶ ταύτῃ μηδὲ πολλῆς δεῖσθαι τῆς τῶν προκειμένων ἀνακαθάρσεως, καὶ συχνῆς τῆς διὰ λόγων ἀναπτύξεως, πολλάκις τῶν τοιούτων καὶ ὁμοίων ἐν τοῖς ἔμπροσθεν διεξοδικώτερον προεξητασμένων· ἀλλ’ ἐπειδὴ ταῦτα ἱστορικῶς ἐξειλημμένα, τῷ κατὰ σάρκα Ἰσραὴλ ἐφαρμόζεται, ὡς ἂν μή τινες τῶν νῦν παραδεδεγμένων τὴν τοῦ Ἰουδαϊκοῦ φρονήματος παχύτητα, πρὸς τὴν τῶν προκεκηρυγμένων ἀπαναισχυντοῖεν ἀλήθειαν, εἰς δέον κεκρίκαμεν, ἐν πᾶσι κατ’ ἴχνος τῶν ἱερῶν τῆς Ἐκκλησίας διδασκάλων βαίνοντες, πρὸς τὰς ἀνοήτους καὶ μωρὰς τῶν ἀσυνέτων ζητήσεις ἀνταναστῆναι καὶ φάναι, ὅτιπερ ὡς ἐν σκιαῖς καὶ τύποις προδιεγράφετο ταῦτα καὶ ἐπ’ ἐκείνοις· καὶ γὰρ καὶ ἐπ’ αὐτοὺς τὰ τῆς θείας Κηδεμονίας διεδείκνυτο· τῷ ὄντι δὲ καὶ κατὰ ἀλήθειαν, ἐπὶ τῆς σωτηρίου τοῦ Δεσπότου Χριστοῦ συγκαταβάσεως ἐπεραίνετο· πλουσίως γὰρ ἐφ’ ἡμᾶς τὰ τῆς φιλανθρωπίας αὐτοῦ ὑπερεξέχεε νάματα.

νδʹ. Συνῆξε γὰρ ἡμᾶς, τουτέστι τὸν νοητὸν Ἰσραήλ, καὶ τῆς κατὰ τὸν πατριάρχην Ἀβραὰμ ἐπαγγελίας τέκνα χρηματίζοντας, καὶ ἐλυτρώσατο ἡμᾶς διὰ τοῦ σταυροῦ αὐτοῦ ἐκ χειρὸς Ἐχθροῦ, καὶ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἐκ τῶν χωρῶν συνήγαγε, καὶ εἰς τὴν γῆν Ἰσραήλ, ἥτις ἡ Ἐκκλησία Χριστοῦ θεοπρεπῶς νοηθήσεται, συνεισήγαγε, καὶ ὄρεσιν ἀνῳκισμένοις καὶ μυστικοῖς, τοῖς δόγμασι τοῖς ὑψηλοῖς τῆς θεολογίας, διησφαλίσατο· σαφέστερον δὲ ταῦτα, τὰ ἐπαγόμενα διδάξει· Καὶ ἄρχων εἷς, φησίν, ἔσται πάντων αὐτῶν εἰς βασιλέα, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας.

νεʹ. Τίς οὕτως ἀμαθὴς καὶ ἀνόητος, ὃς οὐ συνθήσοιτο καὶ συνομολογήσειεν, ἐμφανῶς ταῦτα καὶ ἀπεξεσμένως, ἐπὶ τῆς καθ’ ἡμᾶς διαπρέπειν καταστάσεως; οὐ γὰρ ἐπὶ τὸν Ζοροβάβελ τὴν προφητικὴν μεταῤῥυθμίσειε ῥῆσιν, εἴπερ τῶν ἀμεινόνων ταῖς ψήφοις ἐθελήσειεν ἕπεσθαι· ἐκεῖνος γὰρ μετὰ τὴν ἐκ τῆς Βαβυλωνίας τῶν δοριαλώτων, τουτέστι τῶν Ἰουδαίων, ἐπὶ τὴν ἑαυτῶν ἀναδρομήν, τοῦ ἄρτι τῆς δουλείας ἀνειμένου λαοῦ βασιλεὺς οὐδαμῶς κεχειροτόνητο· δημαγωγὸς δὲ ὢν ἐξῆρχε καὶ ἐπρυτάνευε τὸ ὁμόφυλον· διόπερ εἰς αὐτὸν ταῦτα ἀνατίθεσθαι, λόγον οὐχ ἕξει· βασιλεὺς δὲ ἀληθινὸς κυρίως καὶ ἀληθῶς ὁ πάντων βασιλεύων καὶ κατεξουσιάζων Χριστὸς ὁ Θεὸς ἡμῶν, ὂς βασιλεύει ἐφ’ ἡμᾶς εἰς τοὺς αἰῶνας, καθεδούμενος ἐν τοῖς ἰδίοις θώκοις, καὶ ἀμετάβλητον κεκτημένος τὴν ἀρχήν, καὶ τὴν δόξαν ἀναφαίρετον ἔχων· ᾗ φησιν ἡ προφητικὴ φωνή· Σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.

Ὑποτετάγμεθα δὲ ἡμεῖς αὐτῷ, καὶ ὑφ’ ἐνὶ βασιλεῖ τελοῦμεν ἅπαντες· αὐτὸν μόνον ἀνακεκαλυμμένῳ προσώπῳ καὶ θαῤῥαλέῳ τῇ καρδίᾳ Θεὸν καὶ Κύριον ὁμολογοῦντές τε καὶ κηρύσσοντες· διὰ τοῦτο, οὐδὲ διαίρεσις οὐδὲ διάστασις τῶν ὑπὸ πόδας τεθειμένων αὐτῷ· οὐδὲ γὰρ ἂν ἔτι ἄλλος ἄλλῳ βασιλεῖ κατήκοος εἴη, ὅπως μὴ ἐντεῦθεν πλείονας καὶ διαφόρους δόξας καὶ δυσσεβείας φρονήματα διεσχοινισμένοι, πρὸς ἀτόπους θρησκείας καὶ ἀπευκταίας κατασχιζόμενοι διαῤῥηγνύωνται, καὶ πρὸς εἰδώλων ἀπονεύοιεν προσοχθίσματα· πῶς γάρ, εἴγε τὸν ἕνα καὶ μόνον φύσει Θεὸν καὶ βασιλέα ἐγνώκεισαν, καὶ προσκυνεῖν ἐδιδάχθησαν; Σαφηνιεῖ δὲ ἡμῖν ταῦτα πάλιν καταφανέστερον προϊὼν ὁ λόγος·

Καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τίς ὁ καθαίρων καὶ οἱ καθαιρόμενοι, συνιδεῖν ῥᾴδιον τῶν ἀποστολικῶν φωνῶν διακούουσι, δι’ ὧν διδασκόμεθα περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι Καθαρισμὸν δι’ ἑαυτοῦ ἐποιήσατο τῶν ἁμαρτιῶν ἡμῶν. Καὶ ὅτι Οὕτως ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ διὰ τοῦ ὕδατος ἐν ῥήματι. Καὶ ἀλλαχόθι· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

Καὶ αὖθις· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτὸν ἀνήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ; Καί, Τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Ὁ τοῦ Σωτῆρος μαθητὴς γέγραφεν· ᾯ ἡμεῖς ἐκκαθαρθέντες τὴν παλαιὰν ζύμην. νέον ἐν αὐτῷ γεγόναμεν φύραμα. Εἶτα· Καὶ ὁ δοῦλός μου Δαβίδ, ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, καὶ Δαβὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.

Οὕτω τοῦ θείου προφήτου διαῤῥήδην προανακεκραγότος, καὶ τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν τὸν ἐκ Δαβὶδ κατὰ σάρκα βεβλαστηκότα διὰ τούτων ἡμῖν καταδεικνύντος, οὐδὲ Ἰουδαίους αὐτούς, τοὺς ἀπεριτμήτους καρδίᾳ καὶ παρανομεῖν εἰωθότας, εἰς τοῦτο σκαιότητος τρόπων καὶ φαυλότητος ἐννοιῶν ἐκπεπτωκέναι ἐχρῆν, ὥστε ἀντωπῆσαι πρὸς τὴν οὕτω λαμπρὰν καὶ διαφανῆ τῆς ἀληθείας αὐγήν· ἐκβιασθήσονται γὰρ δυεῖν ἑλέσθαι τὸ ἕτερον, ἢ κατὰ τῶν προφητικῶν ἀνέδην ἀπαυθαδίζεσθαι ῥήσεων, ἢ βασιλέα καὶ Θεὸν τῶν ὅλων διομολογεῖν τὸν Χριστόν, καὶ δούλειον αὐτῷ ὑποφέρειν τὸν αὐχένα, καὶ μεθ’ ἡμῶν καταδέξασθαι τὴν προσκύνησιν· μή τί γε τοὺς μάτην τοῦ Χριστοῦ ἑαυτοῖς ἐπιφημίζοντας ὄνομα, καὶ οὐκ ἐν δίκῃ ἀπ’ αὐτοῦ κεκλῆσθαι ἀξιοῦντας· οἴ γε τῆς εὐθείας ὁδοῦ παρεκθέοντες, καὶ ταῖς σκολιότησι καὶ τραχύτησι τοῦ ψεύδους ἐπαγαλλόμενοι· ὡς εἰ καὶ μὴ Ἰουδαίων ὀφθεῖεν ἀπιστότεροί τε καὶ ἀγνωμονέστεροι, τῶν ἱερῶν τούτων ἀνηκουστοῦντες φωνῶν, καὶ πρὸς τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς μεμυκότες, τὰ αἰσθητήρια καὶ τὰ προφητικὰ παραχαράσσειν ἐπιχειροῖεν λόγια, ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀγχόμενοι· τὴν ἀχάλινον ὀψὲ γοῦν καὶ Χριστομάχον πεδήσουσι γλῶσσαν, καὶ αἰσχύνην περιβαλοῦνται, καὶ τῆς κατὰ τῆς ἱερᾶς ἡμῶν ὁμολογίας, ἀποστήσονται δυσφημίας.

Λεγόντων γὰρ ἡμῖν αὐτοί, τίς ποτε ἆρά ἐστιν ὁ τῷ προφήτῃ βασιλεὺς κηρυσσόμενος;

Εἰ δὲ δὴ ἀπαναίνοιντο, δεδιότες μήποτε ἄρα τῶν ἀληθῶν ἁπτόμενοι εἰς ἔσχατον κινδύνου ἀφίκωνται, ὡς βασιλεῖ καὶ Θεῷ προσπταίοντες, θαῤῥοῦντες ἡμεῖς τῷ ἐν τῷ θείῳ προφήτῃ λαλοῦντι Πνεύματι, καὶ ταῖς ἐννοίαις τῆς θεοπνεύστου Γραφῆς πανταχοῦ εὐθυβόλως ἑπόμενοι ἀποφανούμεθα, ὅτι γε δὴ ὁ τῆς δόξης Κύριος, ὁ Μονογενὴς τοῦ Θεοῦ καὶ Πατρὸς Υἱός, ἐν τοῖς ἰδίοις τῆς θεότητος διαπρέπων αὐχήμασι, καὶ κατ’ οὐδένα τρόπον τῆς θείας ὑπεροχῆς ἐλαττούμενος, οὐδὲ ὃ ὑπῆρχεν ἀποβαλών, εἴσω δὲ τῶν οἰκείων καὶ κατὰ φύσιν προσόντων αὐτῷ καθιδρυμένος πλεονεκτημάτων, δι’ οἶκτον ἀνέκφραστον καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ εἰς τὸ τῶν ποιημάτων μέτρον καταπεφοιτηκέναι οὐκ ἀπηξίωσε, τὴν τοῦ δούλου μορφὴν ἐνδεδυκώς, ἵνα τὸ πρὸς ὄλισθον ἀπωλείας τῇ τοῦ ἐχθροῦ ἀπάτῃ ἀπονενευκὸς γένος, εἰς τὸ ἐν ἀρχαῖς μεταστοιχειώσῃ, καὶ ἀποσεμνύνῃ τῆς εὐμοιρίας, καὶ σχοίη τὴν μέθεξιν τῆς ἐνούσης αὐτῷ λαμπρότητος, καὶ τῇ κατὰ τὴν θείαν φύσιν ἑνώσει δοξασθῇ τὸ ἡμέτερον· ἐπεὶ οὖν καθ’ ἡμᾶς γέγονεν, ἐξ ὀσφύος δὲ καὶ ῥίζης τοῦ γενάρχου Δαβὶδ προέρχεται γενεαλογούμενος, βασιλεὺς δὲ καὶ Δαβὶδ κεχρημάτικε· ταύτῃ τοι καὶ ὁ Χριστός, καίτοι Θεὸς ὢν κατὰ φύσιν ὁ αὐτός, καὶ μετὰ σαρκὸς τὸ αὐτὸ τῆς κατὰ πάντων ἐξουσίας καὶ ἀρχῆς περιβεβλημένος ἀξίωμα, βασιλεὺς τῶν ὄλων δικαίως ἂν μάλα καλοῖτο· βασιλεὺς γὰρ καὶ ἔστι καὶ ὀνομάζεται· τοιγάρτοι Δαβίδ, καθ’ ὃ ἄνθρωπος προσηγόρευται· καὶ δοῦλος, οὐ καθ’ ὃ Θεὸς κατωνόμασται· πάντων γάρ ἐστι Δεσπότης καὶ Κύριος, διὰ δὲ τὸ πρόσλημμα καὶ τὴν δούλην φύσιν, ἣν φιλάνθρωπος ὢν ἑκουσίως προσείληφεν· οὗτος οὖν ὁ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα τὸ γένος κατάγων ἄρχων ἡμῶν ἐστι καὶ ἔσται εἰς τοὺς αἰῶνας, καὶ αὐτός ἐστιν ὁ αἰώνιος βασιλεύς, οὗ τὰ ἠκονημένα καὶ ἀποστίλβοντα βέλη ἐν καρδίᾳ τουτωνὶ τῶν ἐχθρῶν αὐτοῦ.

Κἂν γὰρ οὗτοι τραχηλιῶντες ἀποτραχύνωνται, ἀλλ’ ὅ γε Δαβὶδ αὐτὸς πειθέτω ψάλλων αὐτούς· Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καί, Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα· ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Καί, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐκ εὔλογον οὖν, ἀδύνατον δὲ μᾶλλον, ταῦτα τῷ τοῦ Σαλαθιὴλ ἐφαρμόζειν· οὐ γὰρ δὴ τὰ τῆς βασιλείας ἐδέξατο σύμβολα, οὐδὲ ἐμεμοίρατο διαδήματος, τὴν ἡγεμονίαν δὲ διέπων καὶ στρατηγῶν τοῦ λαοῦ διετέλει· αὐτός τε οὗτος οἶα δὴ γεγονὼς καθ’ ἡμᾶς ἄνθρωπος, θανάτῳ διεκόπη, καὶ τὰ τῆς ἡγεμονίας τέλος ἀπείληφεν· οὔτ’ οὖν παρὰ Ἰουδαίοις βασιλεία, οὐδὲ τὸ Δαβὶδ γένος κατάδηλον· βασιλεύει δὲ ὁ ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα, Υἱὸς δὲ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς ὁ αὐτὸς κατὰ τὴν θεότητα· ἢ οὐχὶ τὰ παραπλήσια καὶ ὁ θεῖος Γαβριὴλ τῇ πανάγνῳ καὶ παναμώμῳ Παρθένῳ, ἐπεὶ αὐτὴν παρεθάῤῥυνε, προσδιελέγετο;

Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Οὐκοῦν πάντως ἀληθέστερον, εἰς τὸν Κύριον καὶ Θεὸν ἡμῶν ταῦτα ἀναφέρεσθαι, οὗ ἡ ἀρχὴ καὶ τὸ κράτος ἀΐδιον, καὶ ἡ δόξα ἀκατάλυτος, οὐδενὶ χρόνῳ ἢ τρόπῳ ἢ ἀμωσγέπως διακοπτομένη ἢ ἐλαττουμένη, ἀλλ’ εἰς τὸ ἄπειρον διαμένουσα· ὡς οὖν βασιλέα τὸν τῶν ὅλων Δεσπότην Χριστὸν οἱ δείλαιοι οὐ γινώσκουσιν, οὕτως οὐδὲ ποιμένα τὸν αὐτὸν εἴσονται, ὀμοῦ καὶ τῆς βασιλείας καὶ τῆς ποίμνης αὐτοῦ σφᾶς τε αὐτοὺς ἀλλοτριώσαντες, καὶ Χριστιανῶν τὰ αὐτὰ ἐκείνοις δοξάζειν καταγορεύοντες.

Ἀλλ’ οἵ γε τῆς ἀπειθείας υἱοί, ὥστε μὴ πρὸς ἀντιλογίαν ἴδοιεν, πᾶσα δὲ αὐτοῖς περιαιρήσεται πρόφασις, οὐχ ἑτέρου του διακούσονται, ἢ αὐτοῦ Χριστοῦ ἐν Εὐαγγελίοις φάσκοντος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τὴν ψυχὴν τιθεὶς ὑπὲρ τῶν προβάτων, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὔκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἰς ποιμήν. Τίς οὕτως τῆς ἀληθείας ἀντίπαλος; τίς οὕτως Χριστοῦ καὶ τῶν Χριστοῦ λόγων ἀντίθετος καὶ πολέμιος, ὥστε ἀνερυθριάστως πρὸς τὰ εὐαγγελικὰ διδάγματα ἀντιτείνειν καὶ διαμάχεσθαι; ἐκ δὴ τούτων φανερὸν ἂν γένοιτο, ὡς οὐ πρὸς ἀνθρώπους, πρὸς αὐτὸν δὲ τὸν Ποιητὴν καὶ ὅλων γενεσιουργόν, τὸν πόλεμον ἤραντο· ἐπὶ τούτοις φησί· Διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ’ αὐτῶν.

Φιλαίτατόν τι καὶ οἰκειότατον χρῆμα Θεῷ τὸ τῆς εἰρήνης δῶρον καθέστηκε· καὶ τοῦτο σαφῶς ἡμῖν δέδειχεν ὁ Σωτήρ, ἡνίκα ἐπὶ τὸ πάθος αὐθαίρετος ἐξῴχετο τὸ ἑκούσιον, τὸν ὑπὲρ ἡμῶν ὑποίσων διὰ σταυροῦ καὶ αἵματος θάνατον, ὁπότε καὶ Ἰουδαίων φονῶντες τὸ ἄθροισμα τοὺς δόλους κατ’ αὐτοῦ ἀνοσίως ἐξήρτυον· ἐπεὶ οὖν ἐνθένδε ὡς τὸν Πατέρα ἀπιέναι ἔμελλεν, ἐπέσκηπτέ τε τοῖς μαθηταῖς, οἶα εἰκὸς τὸν διατιθέμενον βούλεσθαι, ἑώρα τε περὶ ταῦτα ἀλύοντας καὶ ἀπορίαις περιστοιχιζομένους, καὶ δὴ καὶ ὁρμῶντας διαπυνθάνεσθαι, ὅποι αὐτοῖς τὰ τοιάδε μέλλοι ἐκβήσεσθαι, παράκλησιν τῶν ἀηδῶν τῇ τοῦ Παρακλήτου ἐπαγγελίᾳ σοφῶς ἐχαρίζετο· καὶ εἶτα τῷ τῆς εἰρήνης οἷάπερ κρατίστῳ καὶ ἐξαιρέτῳ κατεπλούτιζε δώρῳ· καὶ γὰρ δὴ καὶ προσεπῆγεν· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.

Ἐντεῦθεν αὐτοῖς λοιπὸν ταῖς κρείττοσιν ἐπαγγελίαις τὸ θορυβοῦν τῆς ψυχῆς κατέστελλεν, οὐ συγχωρῶν εἰς τὸ δειμαλέον ἀπονενευκέναι καὶ ῥᾴθυμον, διήγειρέ τε καὶ παρεθάῤῥυνεν αὐτῶν τὰ φρονήματα, καὶ εἰς τὸ θαῤῥαλεώτερον καὶ εὐσθενὲς μετεῤῥύθμιζε, πρὸς πίστιν τὴν πρὸς αὐτὸν ἐπαλείφων, ὡς ἂν μὴ τοῖς ἐκ τοῦ πάθους σκυθρωποῖς καὶ ἀδόξοις συμβαίνουσι σκανδαλίζοιντο, ἀκλόνητον δὲ καὶ ἐρηρεισμένην περὶ αὐτὸν τῆς πίστεως ἔχοιεν ἔδραν, τὸν ἐν πολλοῖς τέρασι καὶ δυνάμεσι τὸ τῆς κατ’ αὐτὸν θεότητος κράτος καὶ μεγαλεῖον ἐκφανὲς πολλάκις ποιησάμενον.

νϛʹ. Κατὰ ταῦτα τοίνυν, ἐν τῷ ἰδίῳ αἵματι, ὅπερ ὅσον οὔπω ἐκχεῖν κατὰ τὸ πάθος τὸ σωτήριον ἔμελλε, καινὴν ἡμῖν διαθήκην τὴν τῆς εἰρήνης διετίθει. Ἐπείπερ ἔνθα διαθήκη, φησίν, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διατιθεμένου. Ὁμοῦ τε τὴν χάριν δι’ αὐτῆς ἐγκαινίζων, καὶ τὰ ἐκ τοῦ σταυροῦ καὶ τῆς ζωηρρύτου πλευρᾶς αὐτοῦ ἀναβλύσαντα τοῖς ἀνθρώποις αἰώνια καὶ ἀνελάττωτα ἀγαθὰ ὑπισχνούμενος· οὕτω γὰρ καὶ τῷ διακόνῳ τῆς καινῆς διαθήκης δοκεῖ· ὁπηνίκα γοῦν τισι τὸν τῆς εὐχῆς ὑφαίνειν ἤρχετο λόγον, ἔφασκε ταῦτα· Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἢ οὐχὶ μᾶλλον αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, δι’ οὗ τὰς καταλλαγὰς ἐσχήκαμεν, τὰς πρὸς τὸν Πατέρα, ἐκπεπολεμωμένοι διὰ τὴν ἀμαρτίαν;

Εἴ τι πειστέον τῷ λέγοντι, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.

Ἤδη δὲ καὶ ἑτέρωθί φησιν· Ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν οὐρανοῖς.

Ἡμεῖς μὲν οὖν τὸν τὴν εἰρήνην ἡμῖν διαθέμενον, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ δωρούμενον, ἐπέγνωμέν τε καὶ εἰσαεὶ εἰσόμεθα, βασιλέα τε καὶ Κύριον ἡμῶν προσκυνοῦντες δοξάζομεν· οἷς καὶ νῦν ἐντρυφῶμεν καὶ ἁγιαζόμεθα, καὶ ἐν ἐλπίσιν ἔχομεν, κρειττόνων τε καὶ τελεωτέρων τῇ αὐτοῦ ἐπιτεύξεσθαι χάριτι· οἱ δέ γε ἐκ τῆσδε τῆς διαθήκης κατ’ οὐδὲν ἀπόνασθαι ματαιολογοῦντες, ἑτέραν καινοτέραν ἀπεκδεχέσθωσαν, καὶ τῷ διαθησομένῳ προσκείσθωσαν· ἐπειδὴ καὶ νῦν αὐτῷ τὸ οἰκετικὸν ἀπονέμουσι σέβας, ἵνα καὶ κατὰ τὸν προσδοκώμενον αἰῶνα, τῶν ἡτοιμασμένων αὐτῷ καὶ ταῖς συναποστατικαῖς δυνάμεσιν, αὐτοὶ συμμετάσχοιεν· εἰ γὰρ ἦν αὐτοῖς ὦτα ἀκούειν, καὶ ὀφθαλμοὶ τοῦ βλέπειν, καὶ νῆψις τοῦ συνιέναι, κἂν συνῄσθοντο, ὡς ἔνθα Θεὸς μεσίτης καὶ διαλλάκτης, καὶ ἡ παρ’ αὐτοῦ βραβευομένη εἰρήνη, ἀγαθὴ καὶ αἰώνιος καὶ ἀκατάλυτος, οὐδ’ ἀπρακτήσοι, οὐδ’ ἐλαττουμένη φαίνοιτο οὐκ ἔτι ποθέν· διὸ οὐδὲ διάστασις, οὐδὲ διαίρεσις, οὐδὲ βασιλείας μερισμός, οὐδὲ οἱ τούτων τῶν μεγίστων ἠξιωμένοι δωρεῶν, ἑτέρᾳ ἀρχῇ μετατάξοιντο· μάχης γὰρ τοῦτο καὶ πολέμων καὶ ἀταξίας ἔργον· δείκνυνται οὖν καὶ ἐκ τούτων κενολογοῦντες, καὶ καταφλυαροῦντες μάτην τῆς Χριστιανῶν θεοσεβείας· φιμούσθωσαν λοιπὸν καὶ ἐγκαλυπτέσθωσαν, ἀμαθέστατα καὶ ἀλογώτατα διανοούμενοι· τί γὰρ ἂν καὶ εἰπεῖν θαῤῥήσειαν; εἴπερ ἀκούσειαν τῶν ἐφεξῆς εἰρημένων τῷ θεοφόρῳ;

Θήσω γάρ, φησί, τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.

Τίνων ἕνεκεν ταῦτα λέλεκται; Ἐρευνᾶτε τὰς Γραφάς, τῷ πάλαι τῶν Ἰουδαίων δήμῳ ἔλεγεν ὁ Σωτήρ· αὖται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ὡς εἴ γε τὰ τῶν Ἑβραίων πρεσβεῦσαι καὶ νῦν ἐθελήσειαν οἱ ἀνόητοι, κἀκείνοις τὰς προφητικὰς ἀναθεῖναι φωνάς, ἑτοίμως ἀκούσονται ὅτι γε ἤδη τὰ Ἰουδαίων ἐξηρήμωτο ἅγια· οὐ γὰρ ἦν αἰώνια, σκιὰ δὲ μᾶλλον καὶ τύπος τῶν καθ’ ἡμᾶς καὶ ὄντως ἁγίων ἐχρημάτιζε, καὶ τέλος τῆς ἀληθείας ἐπεισελθούσης ἀπείληφε· τὰ δὲ ἡμέτερα εἰς τὸν αἰῶνα ἕστηκεν, ἀκλόνητον καὶ ἑδραίαν τὴν διαμονὴν ἔχοντα· τεθεμελίωται γὰρ ἐπὶ τὴν ἄσειστον. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ ταῖς τοῦ Πνεύματος ῥήσεσιν ἀπομαχόμενοι, πῶς τῶν ἁγίων ἐν μέσῳ ἡμῶν δι’ αἰῶνος παρὰ Θεοῦ τεθειμένων, δαιμονίων ἀκαθάρτων ἐνὸν γεγονέναι προσκύνησιν; Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἀλλὰ τὰ μὲν ἔθνη ἐπέγνωσαν τὸν ἁγιάζοντα· ἐπεὶ μετέσχε τῆς τε θείας γνώσεως καὶ τοῦ ἐντεῦθεν ἁγιασμοῦ, ὡς δηλοῖ τὰ ἐπαγόμενα ὧδέ πως ἔχοντα· Γνώσονται γὰρ τὰ ἔθνη ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς· οἱ δέ γε τοῦ θείου ἠμοιρηκότες ἁγιασμοῦ, ἄγους δὲ παντὸς καὶ ἀκαθαρσίας τὰς ἑαυτῶν ψυχὰς ἀποπλήσαντες, καὶ παρενηνεγμένοι τὸν λογισμόν, τόν τε ἁγιάζοντα Θεὸν δεδυσφημήκασι, καὶ τοὺς ἁγιαζομένους τῇ καθ’ ἑαυτοὺς ἐναγεῖ γνώμῃ ἀνοήτως καὶ δυσσεβῶς ἀναγεῖς ὡσαύτως εἶναι διαθρυλλοῦσι.

νζʹ. Τρόπον δέ, ὃν ἁγιάζονται οἱ μεμοιραμένοι τῆς χάριτος, ὁ σοφὸς ἡμῖν πάλιν διαπερανεῖ Παῦλος· Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Ἐξ ὧν μαθεῖν πάρεστιν εἰς οἵαν κορυφὴν ἀγαθῶν διὰ τῆς τοιαύτης ἑνώσεώς τε καὶ κοινωνίας τοὺς πεπιστευκότας ἀνήγαγεν, ὅθεν αὐτοῖς τὰ τοῦ ἁγιασμοῦ περιγίνεται· ὅ τε γὰρ ἁγιάζων Χριστός, καὶ οἱ ἁγιαζόμενοι, οἱ πεπιστευκότες αὐτῷ, ἐκ τοῦ Θεοῦ τῶν ὅλων καὶ Πατρὸς ἅπαντες· καὶ ὁ μὲν ἁγιάζει ὡς κεφαλή, καὶ τῆς σωτηρίας ἀρχηγός, καὶ παντὸς ἁγιασμοῦ παροχεὺς καὶ Κύριος· οἱ δὲ ἁγιάζονται τῇ μεθέξει τῆς χάριτος αὐτοῦ καινοποιούμενοι. διὰ τῆς τοῦ θείου λουτροῦ ἀναγεννήσεως αὐτὸν ἐνδιδυσκόμενοι· Ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Τοῦ δὲ ἐξ ἑνὸς ἠρτῆσθαι ὅτι συμβαίνει, καὶ ὅπη εὐδαιμονίας καὶ μακαριότητος πρόεισιν ὥσπερ αἰτιολογίαν προτιθείς, ὡς εἰς ἀγχιστείαν οἷάπερ συνάγεσθαι καὶ πρὸς ἀδελφότητος αὐτοὺς ἠξιῶσθαι κλῆσιν ἐπάγει· Δι’ ἣν αἰτίαν, οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.

Ταύτῃ δοξάζων αὐτούς, καὶ κρείττοσιν ἢ κατὰ ἄνθρωπον στεφανῶν τιμαῖς· τί γὰρ τούτων θειότερον ἢ μακαριώτερον; Καὶ τὸ αἴτιον δῆλον, ὅθεν κεχρηματίκασιν ἀδελφοί· ἐπειδὴ γὰρ Θεὸς ὤν, τὴν καθ’ ἡμᾶς περιβαλέσθαι ταπεινότητα οὐκ ἀπηξίωσε δι’ ἀπειρίαν οἴκτου καὶ ἀγαθότητος, ἵνα ἡμᾶς τῇ ἑαυτοῦ ἀνυψώσῃ πτωχείᾳ, ἐντεῦθεν τὸ καὶ ἀδελφοὶ καὶ τέκνα ὑπάρξαι πεπλουτήκαμεν, ὡς αὐτίκα ἐρεῖ· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Τούτους τοίνυν τοὺς Χριστὸν ἐνδεδυμένους, καὶ παρ’ αὐτοῦ ἡγιασμένους, ἀδελφούς τε καὶ τέκνα νομισθῆναι καταξιωθέντας κατὰ τὸν ἀποδεδομένον τρόπον, πῶς οὐ καταπεφρίκεσαν οἱ δείλαιοι, εἰδώλων προσκυνητὰς ὀνομάζειν;

Ἐκ δὴ τούτων συνορᾷν ἔξεστιν, οὐ τὰ τῆς ὕβρεως διὰ τὴν κοινωνίαν τῆς τε ἀδελφότητος καὶ τῆς υἱοθεσίας ἀναβέβηκεν· ὅπερ φάναι οὐ θεμιτόν, δέει τῆς εἰς τὸν Πρωτότοκον ὁμοῦ καὶ Πατέρα δυσφημίας τοῖς εἰδόσι Θεόν, εἰ μὴ αἰσθήσεώς τε καὶ νοῦ παντάπασιν ἀπολιμπάνοιντο· σιωπῇ γὰρ μᾶλλον τὰ πολλὰ τῶν ἐκ τῆς Χριστομάχου γλώσσης αὐτῶν προϊσχομένων, ὡς βλαβερωτάτων καὶ ἀτοπωτάτων παραπεμπτέον· οἵ γε γὰρ ἠρνημένοι τῆς ἀδελφότητος τὴν κατὰ Χριστὸν ἕνωσιν, καὶ τοῦ τῆς υἱοθεσίας διημαρτηκότες ἀξιώματος, καὶ Χριστὸν ἢ οὐδαμῶς ἐνδυσάμενοι πώποτε, ἢ καὶ ἀπεκδυσάμενοι, καθά γε αὐτοὶ περὶ ἑαυτῶν ἀποφαίνονται, πόθεν ἂν σχοῖεν ταῦτα καὶ μαθεῖν, καὶ παθεῖν, καὶ τῆς τοῦ ἁγιασμοῦ ἐπιτεύξεσθαι χάριτος; εἰ γὰρ πρὸς τὴν ἀθέτησιν ἐκκεκλίκασι τούτων, σχολῇ γε ἂν τῶν χρηστῶν τι καὶ ὀνησιφόρων ἕλοιντο· τοιαῦτα μὲν τὰ τῆς ἐκείνων ἀλογίας καὶ ματαιότητος ληρῳδήματα καὶ βληχήματα.

νηʹ. Ἡμεῖς δὲ τὴν ἡμετέραν ἐρχώμεθα, καὶ τῶν ἱεροφαντῶν ὁ λειπόμενος τὸν ἱερὸν τοῦτον καὶ εὔρυθμον εἰσελαυνέτω χορόν, καὶ οἷα κορωνὶς προσκείσθω τῷ θεοτεύκτῳ δόμῳ, καὶ συναπαρτιζέτω τὸν οἶκον τῆς σοφίας· μάλα ἐκπρεπῶς καὶ ἐνθέως δομούμενον, καὶ καλῶς τῷ Πνεύματι ἁρμοζόμενον καὶ κοσμούμενον· συνιδρώσει τε τοῖς προηθληκόσι, τῶν ἱερῶν πόνων ἀντειλημμένος, καὶ ὥσπερ σφραγὶς ἐπικείσθω τοῖς προεκτεθειμένοις, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ τῶν ἐπιθυμιῶν ἀνήρ, ὁ τῶν χαρισμάτων τοῦ Πνεύματος θησαυρός, ὁ τὰ βαθέα ἐκκαλυπτόμενος καὶ ἀπόκρυφα, ὁ τῶν ἀποῤῥήτων ἐξεταστής, ὁ τῶν Βαρβάρων παιδευτής, ὁ τῶν θηρίων σωφρονιστής, ἴσως ποτὲ καὶ τουτωνὶ τῶν ἀνοσίων τὴν θηριώδη καὶ ἀπηγριωμένην τῆς ἀπιστίας καταμαλάξειε γνώμην.

Δεῦρο δὴ οὖν, ὦ προφητῶν θεωρητικώτατε καὶ διορατικώτατε, ἐκ Βαβυλῶνος καὶ τῆς βαρβαρικῆς ὄχθης ἀνίσχων, ὡς δὴ συνέσει καὶ σοφίᾳ τῇ ἄνωθεν ἐμπνεόμενος, προαγόρευε ἡμῖν ἅπερ σοι αἱ νυκτεριναὶ τῶν θείων ἐποπτειῶν ἀψευδεῖς θεωρίαι, κεκαθαρμένῳ τῷ ἡγεμονικῷ, καὶ ἀπεξεσμένῳ τῷ θεωρητικῷ ἐντυπούμεναι, εὐκάτοπτον παρέσχον τῶν ἀληθῶν τὴν ἐμφάνειαν, καὶ τετρανωμένῃ τῇ γλώσσῃ καὶ διαλεύκῳ φωνῇ, τὸν ἡμέτερον προανακήρυσσε Βασιλέα καὶ Κύριον, ἀπέραντον τὴν ἀρχὴν καὶ τὴν δόξαν κεκτημένον αἰώνιον, καὶ τῶν ἀσεβῶν καὶ ἀβασιλεύτων κατάθραυε τὴν ἀπόνοιαν· διαῤῥήδην γὰρ ἐμβοήσειας, εὖ ἴσμεν, ὁπότε ὀνειροπολοῦντι τῷ Χαλδαίῳ τὰ διαπεφευγότα τῶν μεθυπνίων ὄψεων ἐκφράσειας, καὶ τῶν ἀπορουμένων τὰς λύσεις προσάξειας, τοιαῦτα προαναφαίνων· Καὶ ἔσται ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται· καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας. Καὶ μετέπειτα·

Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμή, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.

Τὰ μὲν τοῦ προφήτου τοιαῦτα· τὰ δὲ τῶν ἐξαγίστων ὁποῖα; Πρῶτα μὲν ψευδῆ τὰ τοῦ θείου Πνεύματος εἰκαιολογοῦσι χρησμῳδήματα· ἔπειτα δὲ καὶ τὸν Θεὸν Πατέρα περί τε τὰ οἰκεῖα ἔργα τήν τε ἐπιστήμην καὶ πρόγνωσιν, εἰσφέρουσι διαμαρτάνοντα· ἐπὶ τούτοις δὲ καὶ τὴν τοῦ Μονογενοῦς βασιλείαν διεφθάρθαι, ὡς διαρκεῖν εἰς αἰῶνα μὴ ἐξισχύουσαν· ἢ μηδὲ τὴν ἀρχὴν αὐτῷ δεδόσθαι, μήτε μὴν ὑπὸ γλωσσῶν καὶ φυλῶν προσκεκυνῆσθαι, ἢ δεδουλεῦσθαι, λαόν τε διακεκτῆσθαι καὶ διηρπάσθαι τῷ τυραννήσαντι, καὶ συλλήβδην εἰπεῖν, ἀπεναντίας ἐν ἅπασι τῷ προφήτῃ διανενόηνται· ταῦτα δ’ ἄπαντα μικροῖς συνειληφότες ῥήμασι, μεγίστην τὴν βλασφημίαν κατὰ τῆς θείας ἐτεκτήναντο δόξης, εἰδωλολατρίαν ἀθέως καὶ δυσσεβῶς, τὴν Χριστιανῶν θεοσέβειαν ἀποκαλέσαι τολμήσαντες, καὶ τοιαύτην δόξαν ἄλλοις τε καὶ ἑαυτοῖς ἐπικλώσαντες· πῶς δὲ οὐ κατεπτήχασιν οὐδὲ κατεπλάγησαν τὴν ψυχήν, πρὸς τὰ οὕτω σαφῆ καὶ ἀναμφίλεκτα προπετῶς ἀντιβλέποντες, οἵ γε καὶ ἀναιδεῖ προσώπῳ καὶ πεπωρωμένῃ καρδίᾳ ὑφιστάμενοι, κατὰ τῆς τοῦ Σωτῆρος ἀπηυθαδίσαντο δόξης; ἀλλὰ πόθεν αὐτοῖς τὸ θεοστυγὲς τοῦτο καὶ ἄτοπον παῤῥησιάσεται δόγμα;

εἰ μὲν γὰρ ἁπλῶς τὴν ἀρχὴν καὶ τὴν βασιλείαν τοῦ τῶν ὅλων Θεοῦ ὁ προφητικὸς προανεκήρυττε λόγος προσδιορισμοῦ δίχα, ἐπεφύησαν ἂν ἀκρατέστερον καὶ θρασύτερον τοῖς τῶν ὀρθῶν τῆς εὐσεβείας δογμάτων ἐπειλημμένοις, ἐκ περιέργου λέσχης τὸ μάταιον καὶ ἀπόπληκτον τῶν λόγων αὐτῶν ἐπιτειχίζοντες· καὶ ὥσπερ οἱ ἐπί τι θήραμα καταθέοντες, τῆς τῶν εἰρημένων ἁπλότητος καταφυόμενοι, μεμετρημένην πως καὶ πεπερασμένην τὴν Χριστοῦ βασιλείαν εἰσῆγον· εἰ δὲ τῇ βασιλείᾳ πρόσκειται τὸ αἰώνιος καὶ ἄφθαρτος, καὶ τὸ οὔ ποτε παρελεύσεσθαι, τί δή ποτε οὐκ ἐπιτεθήσεται αὐτῶν τῇ ἀθυροστομίᾳ χαλινός, ὅπως ἀποφραγείη πᾶν στόμα κατὰ τοῦ Βασιλέως τῶν αἰώνων λαλοῦν ἄδικα; ὁ γάρ τοι βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι, οὔτ’ ἄν ποτε τῆς ἀρχῆς καὶ τῆς δόξης ἀφαιρεθείη, οὔτ’ ἂν ὁ ὑπὸ χεῖρα καὶ ἐγνωκὼς αὐτὸν λαός, ἑτέρῳ πρόσθοιτο βασιλεῖ· οὐδὲ γὰρ ὁ κρείττων, οὗ ἐπιλήψονται, ἔστιν ἢ ὅλως ἔσται· οὐκοῦν οὐ τετυράννηται, οὐδὲ διήρπασται, οὐδὲ τῆς ἐξουσίας ἐκβέβληται· διὰ τοῦτο οὐδὲ τὸ ὑπ’ αὐτῷ τελοῦν ἅπαν εἰδώλοις πρόσεισιν, ἢ δοίη τὸ προὖχον τῷ δαίμονι· Θεὸν γὰρ καὶ Κύριον τῶν ὅλων, τὸν πάντων ἡμῶν Σωτῆρα Χριστὸν ἐπιγινώσκει, καὶ αὐτῷ προσκυνεῖ· Αὐτῷ γὰρ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Φανερὸν οὖν καὶ ἐντεῦθεν ὅτι ἐκ τοῦ ἐναντίου πνεύματος λαλοῦσιν οἱ Χριστομάχοι, ὡς ἀντίπαλα καὶ ἀντίθετα τῶν τοῦ θείου Πνεύματος λογίων φθεγγόμενοι.

νθʹ. Σκοπείτωσαν δὲ κἀκεῖνο οἱ ἀβασίλευτοι, ὅτι τὸ βασιλεὺς ὄνομα οὐκ ἔστι τῶν ἀπολύτως καὶ ἀσχέτως λεγομένων, τῶν πρός τι δέ, καὶ τῶν ἐν σχέσει θεωρουμένων· οὐ γὰρ ἂν νοηθείη βασιλεύς, τῶν βασιλευομένων ἄνευ· οὐδὲ ἄρχων, τῶν ἀρχομένων δίχα· ἀνάγκη γὰρ ἑτέρου τῶν προσηγοριῶν τούτων τεθειμένου, συνεισάγεσθαι καὶ θάτερον ὥσπερ δὴ ἀναιρουμένου συναναιρεῖσθαι· οὕτω γὰρ τὰ τοῦ εἴδους τῶν ὀνομάτων τούτων μεταλαχόντα, ἀλλήλοις οἰκειοῦνται ὡς τὰ πολλὰ καὶ συνδέονται· ὡς μήτε τοῦτο χωρὶς ἐκείνου νοεῖσθαι, μηδ’ αὖ ἐκεῖνο τούτου ἄνευ συνίστασθαι· εἰ τοίνυν ἀληθεῖς αἱ παρὰ τοῦ ἁγίου Πνεύματος τοῖς ἁγίοις προφήταις γενόμεναι θεοφάνειαι, ὥσπερ οὖν εἰσιν ἀληθεῖς, ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν βασιλεὺς παρ’ αὐτοῖς προσαγορευόμενος, πάντως τινῶν ἐστι βασιλεύς, τῶν βασιλευομένων δήπου· ὡς μὲν γὰρ Θεὸς καὶ γενεσιουργὸς τῶν ἁπάντων, πάντων ἐστὶ βασιλεύς· αὐτὸς γάρ ἐστιν ὁ δεσπόζων ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὰ σύμπαντα δοῦλα αὐτῷ ἐστι, καὶ Ἡ βασιλεία αὐτοῦ βασιλεία πάντων τῶν αἰώνων. καὶ ἡ δεσποτεία αὐτοῦ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὡς δὲ πιστῶν καὶ ἐπεγνωκότων αὐτόν, διὰ τῆς εἰς αὐτὸν ἀληθοῦς ὁμολογίας, ἡμῶν ἐστι τῶν Χριστιανῶν βασιλεύς· ἡμεῖς γάρ ἐσμεν λαὸς αὐτοῦ περιούσιος, καὶ βασίλειον ἱεράτευμα, καὶ κληρονομία αἰώνιος, καὶ συλλαβόντα εἰπεῖν, ὥσπερ ἐξαίρετον καὶ οἰκειότατον αὐτῷ κτῆμα· τὰ οὖν ἡμέτερα τῶν εὐσεβούντων τῇ θείᾳ χάριτι, τοιαῦτα καὶ οὕτως ἔχοντα, καὶ κατὰ ταῦτα εὐκαίρως ἄγαν καὶ ἁρμοδίως οἱ θεῖοι παραληφθέντες χρησμοί, νέφος ἡμῖν τοσοῦτον μαρτύρων περιέστησαν ἀξιόχρεων ἐν ἅπασι καὶ ἐχέγγυον· ὥστε ἡμῖν μὲν τοῖς τῶν ἀληθῶν ἐρασταῖς, καὶ τοῖς ἐκ τοῦ θείου Πνεύματος ἐλλαμπομένοις τε καὶ χειραγωγουμένοις χαρίσμασιν, εὔρυθμον καὶ ἐναρμόνιον καὶ μεμουσωμένην τῶν ἱερῶν καὶ θεοπνεύστων ἡμῶν δογμάτων ἀπηχεῖν τὴν συμφωνίαν· τῶν δὲ ἐκ τῆς ἀποστατικῆς ἐμπνεομένων δυνάμεως, τήν τε παραφροσύνην καὶ ἀποπληξίαν καὶ τὰ ἄθεσμα αὐτῶν καὶ ἀπατηλὰ θριαμβεύειν ληρήματα, ἐκ νόθων τε καὶ κιβδήλων διανοιῶν ἀναβρασσόμενα, καὶ οἷα στήλην ἀνάγραπτον τὴν δυσσέβειαν αὐτῶν ἐμφανέστατα φέρειν· οὕτω λοιπὸν πανταχόθεν ἐληλεγμένοι, ἐκ τοῦ τῆς πλάνης πνεύματος ἐνεργούμενοι, πόῤῥω τοῦ θείου χοροῦ καὶ τῆς καθ’ ἡμᾶς τῶν Χριστιανῶν αὐλῆς ἀπεληλάσθων.

Ἐπειδὴ δὲ τὸ κακὸν ἄστατόν τέ ἐστι καὶ ἄσχετον, καὶ μένειν ἐφ’ ἑαυτοῦ μηδαμῶς ἀνεχόμενον· ἀεὶ δὲ προϊόν, καὶ στάσιν τῆς φορᾶς οὐχ εὑρίσκον, καθάπερ ῥεῖθρα ποτάμια πλημμυροῦντα καὶ ὑπερβλύζοντα καὶ τῆς ὄχθης ὑπερχεόμενα, ὁπηνίκα τινὸς ὑπτίου καὶ πρανοῦς ἐπιλάβηται χώρου, οὔτε τῆς ῥύμης ῥαγδαίως ἐπισχεθήσεται προχεόμενα, καὶ τὸ πρὸς τυχὸν ἅπαν ῥᾳδίως ἀεὶ παρασύρεται καὶ συνεφέλκεται· οὕτω γε ἤδη καθ’ ἃς ἂν ἐφερπύσῃ ψυχάς, καθάπαξ ἀπογνούσας τῆς τοῦ ἀγαθοῦ μετουσίας, οὐκ ἂν πρὶν ἀπόσχοιτο ἐπινεμόμενον καὶ καταβοσκόμενον, ἕως ἂν εἰς ὀλέθρου ἀποῤῥίψειε πέρατα· ὁποῖον δή τι κἀνταῦθα συμβέβηκε· καὶ γὰρ κἀν ταῖς τῶν δυσσεβούντων τούτων ὡς τάχιστα διικνούμενον ψυχαῖς ἐγκατέσκηψε, καὶ πρὸς ὄλισθον ἀπιστίας καὶ ἀφιλοθεΐας ἀπήγαγε· τὰς γὰρ δολίας γλώσσας κατὰ Χριστοῦ πρότερον καταθήξαντες, κόρον μὲν τῆς εἰς αὐτὸν παροινίας οὐκ ἴσασιν· οὐδ’ αὖ τῆς Χριστιανῶν θεοσεβείας καταγορεύοντες ἀπολήγουσιν, ἐπίδοσιν δὲ μᾶλλον ἑκάστοτε τῆς κακίας ποιούμενοι, ὡς ἂν χείρω τῶν προλαβόντων τὰ ἐπεισιόντα γίγνοιντο, πολλὴν συκοφαντίαν κατὰ τῶν ἐμψύχων τοῦ Πνεύματος ναῶν ἐξυφήναντες, οὐ μέχρι τούτου ἔστησαν· ἤδη δὲ καὶ κατὰ τῶν ἀψύχων ναῶν, θείων δ’ ὅμως, τὰς ἀνοσίους χεῖρας καθώπλισαν· οἵ γε τῷ ὄντι ναοὺς δαιμονίων τὰς σφῶν αὐτῶν ψυχὰς ἀποφαίνοντες, ἀπὸ τοῦ δοξάζειν εἰδώλοις ὡς θεοῖς προσιέναι, ἵνα κἀνταῦθα τὸ πρὸς εὐσέβειαν αὐτοῖς ἀκοινώνητον μαρτυρούμενον διαφαίνοιτο· οὔτε γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ὡς οὐδὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ὥστε μὴ ἐν λόγοις μόνον τὰ τῆς βλασφημίας αὐτοῖς ἐξέρποι, ἀλλ’ ἤδη καὶ ἐν πράγμασιν ἐξανυόμενον αὐτῶν καθορᾶται τὸ κακούργημα, καὶ μηδ’ ἀκοῆς μέχρι περιθρυλῆται τὸ δύσφημον, ἀλλὰ κἀν ταῖς ἁπάντων ὄψεσι.

βλεπόμενον προκέηται.

ξʹ. Ἆρ’ οὗ κατεψεύσαντο μὲν καὶ κατηγόρευσαν τῆς θείας καὶ ἀποῤῥήτου δόξης τε καὶ δυνάμεως, τῆς τε τῶν θεοπνεύστων, καὶ τῆς τῶν θεολόγων κατεφλυάρησαν διδασκαλίας, δρῶσι δὲ ὧν ἐκενολόγησαν ἥττονα, ἢ καθυφιᾶσι τοῖς βλασφημουμένοις ἐκδεῖξαι παρισούμενα τὰ πραττόμενα, ἢ οὐ λίαν ὑπεραίροντα; Οὐ μὲν οὖν· ἀλλ’ ἐν ᾧ τὸν πατέρα τοῦ ψεύδους διάβολον πάλαι ἀπολειπόμενον καὶ ἡττώμενον ἔγνωμεν, τοῦτο νῦν προστιθέμενον ὁρῶμεν καὶ ἐπαυξόμενον· τὸ πρὶν γὰρ ἐν λόγοις μόνον τὸν κατὰ τῆς Ἐκκλησίας ἄρασθαι πόλεμον τοὺς ἀσεβοῦντας παρασκευάσας, καὶ μυρίας ὅσας αἱρέσεις ἐν τοῖς Χριστιανοῖς παρενείρας, ἐν τῷ νῦν οὐ λόγοις μόνον, ἤδη δὲ προσθεὶς καὶ τὸ λειπόμενον, καὶ ἔργοις αὐτοῖς κατὰ τῶν θείων δόμων καὶ τῶν ἄλλων ἱερῶν ἀναθημάτων ἐξεβάκχευσε, τὰ πρὸς καθαίρεσιν τοῦ κόσμου καὶ τῆς εὐπρεπείας αὐτῶν, κατεργάζεσθαι, ὡς ἂν δι’ ἀμφοτέρων τὸ εἰς κακίαν περιφανὲς ἀποφέροιντο· τολμῶσι γοῦν οἱ ἐξάγιστοι κατὰ τῶν ἱερῶν καὶ θείων τύπων καὶ συμβόλων τῆς σωτηρίου τοῦ Θεοῦ Λόγου οἰκονομίας τε καὶ σαρκώσεως, καὶ τὸν ἐν τοῖς ἁγίοις οἴκοις ἐπιχειροῦσιν ἀπαγλαΐζειν διάκοσμον, καὶ καθαιροῦσι τῆς ἱστορίας τὸ ἅγιον, τὰ σεμνῶς τετυπωμένα ἀποξέοντες ἀνοητότατα. Ὢ τῆς μανίας! ὢ τῆς τόλμας καὶ τῆς ἀναισχύντου γνώμης!

Ἅπερ ἤδη Χριστιανῶν οἱ εὐσεβέστεροι καὶ φιλόθεοι, τὸ ἀνέκαθεν ἱερεῖς τε, φημί, καὶ βασιλεῖς, ὅσοι τε τῶν ἐν τέλει, καὶ τῶν ἄλλων οἳ περὶ τὴν εὐσέβειαν θερμότεροί τε καὶ σπουδαιότεροι, διαπύρῳ πόθῳ καὶ πίστει θερμῇ τῇ εἰς Χριστὸν καὶ τοὺς ἁγίους καταφλεγόμενοι, ἐκπεπονήκασί τε καὶ ἀνιστόρησαν· ἀγάλματα θεῖα καὶ ἱερά, ἐν οἷς καθίδρυσαν τῷ Θεῷ τῶν ὅλων σηκοῖς ἐντυπωσάμενοι, καθ’ ὃ ἑκάστου τῶν τυπουμένων ὁ λόγος ἐπέβαλεν, οὐ φρίττουσιν ἀνορύττειν καὶ καταπαίζειν οἱ δείλαιοι· κἂν ἠπείθησέ τις αὐτοῖς ἐφ’ οἷς κακῶς καὶ ἀθέως δοξάζουσι, πρὸς τὸ ἀπηχὲς καὶ δυσφορώτατον σχετλιάζων τοῦ λόγου, εἰ μὴ ἀθεεὶ αὐτουργοῦντας τὰ τοιαῦτα ἑώρα· ὥστε αὐτοὺς εἰς βεβαίωσιν τῶν ἀθέσμως λεγομένων, τῶν δρωμένων ἔχειν τὸ παράνομον· πῶς γὰρ οὐκ ἐλέγχονται φανερῶς τῷ ὄντι εἰδωλολατροῦντες;

ἀναισχύντως οὕτως κατὰ τῶν τοῦ Θεοῦ οἴκων ἐπιμαινόμενοι, ὡς ἑτέρᾳ θρησκείᾳ μυσταγωγούμενοι καὶ τελούμενοι, ἢ τίς ποτέ ἐστιν, αὐτοὶ εἰδεῖεν ἄν, καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐπὶ πάντων Θεὸν ἐξομνύμενοι, ὡς τὸ ἀκόλουθον ἐννοεῖν δίδωσι, καὶ μάτην τοῦ τῶν Χριστιανῶν ὀνόματος μεταποιούμενοι· τῷ ψεύδει γὰρ ἐπερείδονται, ψιλῆς αὐτοῖς τῆς προσηγορίας ἐπιπολαζούσης, καὶ ὥσπερ ἐπικεχρωσμένης, καὶ τὴν μόρφωσιν τῶν συλλαβῶν ἔχουσι, τὴν δὲ δύναμιν τὴν ἀπ’ αὐτῶν δηλουμένην ἠρνημένοι· νόθοι γὰρ καὶ ἀλλότριοι τοῦ πράγματος διὰ τῶν ἔργων αὐτῶν ἀποδείκνυνται· αὔξει δὲ αὐτῶν τὸ ἀνοσιούργημα, ὅπερ ἑπόμενον συμβαίνει ἀπὸ τῆς ἐγχειρήσεως αὐτῶν γίνεσθαι.

ξαʹ. Ἐπειδὴ γὰρ ταῖς ἱεραῖς τοῦ Χριστοῦ εἰκόσι καὶ ὁ τύπος τοῦ ζωοποιοῦ σταυροῦ συνδιαγράφεται, συγκαθαιροῦσι καὶ αὐτὸν ἤδη οἱ περὶ τοῦτο κατασχηματιζόμενοι, καὶ πρεσβεύειν τὰ τοῦ σταυροῦ προσποιούμενοι, τῷ ὄντι γὰρ ἐπίσης τὰ τῆς μανίας αὐτῶν κατ’ ἀμφοτέρων ἐξῆπται, καὶ εἴ που τῷ ἑτέρῳ δοκοῦσιν ἀπεχθάνεσθαι, εἴπερ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφότερα καθαγιαζόμενα ἤρτηται· ἐν τούτοις ἅπτονται καὶ τῶν ἱερῶν κειμηλίων, ἐν οἷς τὰ ἄγια καὶ ζωοποιὰ τοῦ Χριστοῦ ἐπιτελεῖται μυστήρια· ἔτι καὶ τῆς ἐσθῆτος ὅση ταῖς σεπταῖς ταύταις ἱστορίαις σεμνῶς περιστέλλεται· πρὸς δὲ καὶ τῶν ἐν ταῖς εὐαγγελικαῖς βίβλοις προσκυνουμένων πτυκτίων· καταλύουσι γοῦν τὸ Εὐαγγέλιον· καὶ τί γὰρ ἕτερον ἐνορᾷν ἐστιν, ἢ κενούμενον παρ’ αὐτοῖς καὶ λυόμενον τὸ Εὐαγγέλιον; ἐν τίνι γὰρ διοίσει τὰ ἐντὸς γεγραμμένα, τῶν ἐκτὸς ἱστορουμένων, τῆς τοιαύτης εὐνοίας καὶ ὑποθέσεως ἐπ’ ἀμφοτέρων θεωρουμένης;

Διὰ τοῦτο εἰ τὸ ἕτερον τίμιον, καὶ θάτερον τίμιον, ἢ ἀλλήλοις συνοιχήσεται, πᾶσα ἀνάγκη. Ἤδη δὲ ὁρῶμεν πολλὰ τῶν σεβασμίων βίβλων τουτωνί, καί γε καὶ τῶν ἀρχαιοτέρων καὶ τῷ μακρῷ χρόνῳ παρ’ εὐσεβῶν καὶ φιλοθέων ἀνδρῶν ἐκπεπονῆσθαι μαρτυρουμένων, ἅπερ ἀναπτυσσόμενα, ἐν μέρει μὲν διὰ τῆς καλλιγραφικῆς εὐφυΐας, τὰ τῆς θείας ἱστορίας ἡμῖν ἐμφανίζει διδάγματα· ἐν μέρει δὲ διὰ τῆς ζωγραφικῆς εὐτεχνίας, τὰ αὐτὰ ἡμῖν παραδείκνυσι πράγματα· καὶ οὐδέν τι μᾶλλον τόδε ἢ τόδε διασημήνειεν· εἷς γὰρ ἐπ’ ἀμφοῖν ὁ λόγος, καὶ δι’ ἀμφοτέρων τῆς σωτηρίου τοῦ Θεοῦ Λόγου οἰκονομίας ἡ διδασκαλία τε καὶ ἀνάμνησις γίνεται· ἃ γὰρ ὁ λόγος διὰ τῆς τῶν γεγραμμένων ἐκήρυξεν ἀναγνώσεως, ταῦτα καὶ ὅψις διὰ τῆς τῶν ἱστορουμένων ἐντεύξεως συμπαρέδειξεν· εἰ οὖν τὸ μέρος καθέλοι τις, τὸ ὅλον ἔσται καθῃρηκώς· ἐκ τῶν μερῶν γὰρ τὸ ὅλον· εἰ δέ τι τούτων ἐπιταράττει τοὺς ἄφρονας, καὶ τὴν ἀπόπληκτον αὐτῶν κατασείει διάνοιαν, σκανδαλιζέτω αὐτούς, ὅτι τὰ μὲν λεπτοτέραις ταῖς γραφαῖς καὶ τοῖς χρώμασιν ἐγχαράττεται, τὰ δὲ παχυτέραις καὶ ποικιλωτέραις ταῖς γραμμαῖς καὶ τοῖς σχήμασι χρωματουργούμενα διαγράφεται, καὶ πολὺ τὸ κατὰ τὴν ὕλην ἐν αὐτοῖς διηλλαγμένον ἐμφαίνεται.

ξβʹ.

Εἰ δέ τι χρὴ περιεργότερον ἐπελθεῖν, ὀφθήσεται ταῦτα μᾶλλον ἐκείνων ἔν τισι πλεονεκτοῦντα, ὅτι τὰ μὲν τὴν ἀκοὴν μόνην ἐπάγεται, τὰ δὲ καὶ τὴν ὄψιν ἐφέλκεται, καὶ τὰ μὲν ταχύ, τὰ δὲ θᾶττον παρέχουσι τῶν προκειμένων τὴν διάγνωσιν· ὅσῳ καὶ ὅψις ἀκοῆς συντομωτέρα τε καὶ εὐπειθεστέρα· ἐπείπερ καὶ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι, καὶ τὰ μὲν ἐξ ἀκοῆς ἡμῖν μαθητευόμενα, καὶ λήθη τῷ χρόνῳ ἐπιλαβοῦσα ὡς τὰ πολλὰ διέκοψέ πως καὶ ἀπημαύρωσε, τὰ δὲ ὑπ’ ὄψιν προκείμενα, μονιμώτερον μᾶλλον ταῖς ψυχαῖς ἐνσημαίνεται, καὶ τοῖς παθητικοῖς μέρεσι ταῖς ἀντιλήψεσι τῶν αἰσθητῶν ἐναποτιθέμενα· καὶ ἔτι ἐπὶ πλέον ταῦτα ἐκείνων, ὅτι καὶ σοφοὺς καὶ ἰδιώτας χειραγωγοῦντα, οὐδὲν ἧττον ὀνίνησι· καὶ ἤ τις ἀγροικίας ἢ ἀστειότητος ἔχει, ὁμοίως μεθέξει τῆς γνώσεως· καὶ ὅτι πλέον εἰσάγουσιν ἐπὶ τὸ μυστήριον τῆς φιλανθρώπου τοῦ Σωτῆρος ἡμῶν συγκαταβάσεως· πολλάκις γοῦν τὸν ἄγροικον διαφεύγει τὰ τῆς ἀναγνώσεως, παιδεύσεώς τε ὄντα ἐκτός, καὶ τῷ εἶναι γραμμάτων ἀμύητον· ὡς οὖν ἐπὶ τοῦ ἀκροωμένου τοῦ λόγου, οὐκ ἄχρι τῆς ἀκοῆς περιγράφεται τῶν ἐκφωνουμένων ἡ δύναμις (πρόεισι γὰρ ἐπὶ τὰ πράγματα μεταβαίνουσα τῶν λεγομένων ἡ δήλωσις), οὕτως οὐδὲ ἐπὶ τῶν θεωμένων τὰ ἱστορούμενα, μέχρι τῆς ὁρατικῆς δυνάμεως τὰς ὄψεις ἵστησι· μετήγαγε γὰρ ἢ ἀνήγαγεν εὐθὺς τῶν φαινομένων ἡ ἔντευξις τοῦ ἐντυγχάνοντος τὸν νοῦν ἐπὶ τὰ ὑπερκείμενα ἢ προηγούμενα, οὐ συγχωροῦντα τοῖς συμβόλοις τὴν ἱερὰν ἐναναπαύειν ἐνέργειαν· ἀπὸ δὲ τῶν αἰσθητῶν τούτων καὶ συγγενῶν καὶ συντρόφων, ἐπὶ τὰ νοούμενα καὶ ἀπ’ αὐτῶν παραδηλούμενα, προάγοντα ἢ ἀναφέροντα· διὸ καὶ ὡς αὐτά τις ἐνορῶν τὰ πράγματα, διὰ τούτων προσεπεκτείνεται, καὶ ὡς παροῦσι διὰ τῶν συμβόλων συγγίνεται, καὶ κατανύττεται καὶ ἀγαθύνεται, καὶ θυμηδίας ἐμπίμπλαται, καὶ παρακαλεῖται τὴν ψυχήν, καὶ κρείττονος ἢ πρὶν οἴεται εἶναι ἕξεώς τε καὶ καταστάσεως.

ξγʹ. Εἰς συνηγορίαν οὖν τοῦ εὐαγγελικοῦ λόγου τὸ ἐξ ἀρχῆς παραδέδοται, καὶ παρὰ τῶν τῆς αὐτῆς θρησκείας καὶ πίστεως, Χριστιανῶν, φημί, οὕτω τῆς θείας οἰκονομησάσης ἐπιπνοίας καὶ χάριτος, ἵνα ἑκάτερον διὰ Θατέρου συνιστῆται βεβαιούμενον· ἀλλήλων γὰρ ἔχονται, καὶ ὡς ἐκ μιᾶς ἀρχῆς προϊόντα, τὸ παρ’ ἑαυτοῖς ἑκάστοτε χρήσιμόν τε καὶ ἐπωφελὲς παριστάνουσιν· ἔοικεν οὖν κατ’ οὐδὲν ὁ τοῦ Εὐαγγελίου λόγος, τοὺς ἀνοήτους τούτους ὠφεληκέναι· ἢ γὰρ ἂν καρπὸς εὐπειθείας καὶ συνέσεως ἐν αὐτοῖς εὕρητο, ὡς λόγος δὲ μόνον ἁπλῶς ταῖς ἀκοαῖς αὐτῶν προσπεσὼν καὶ μικρὰ περισάνας, ὁμοῦ τῷ πληγέντι ἀέρι συνδιαλύεται, οὐκ εἰς βάθος καρδίας διικνούμενος καὶ εἰσδυόμενος, οὐδὲ πλαξὶ διανοίας ἐντυπούμενος· μάτην λοιπὸν αὐτοῖς διαπρεσβεύεται ἢ ἐπιπεφήμισται τὸ Εὐαγγέλιον, μᾶλλον δὲ τῶν εὐαγγελικῶν δογμάτων ἔνοχοι γενόμενοι, τὴν ἐντεῦθεν ἐπηρτημένην οὐκ ἐκφεύξονται δίκην· πεφώρανται γὰρ πανταχόθεν καθαιρέται τοῦ Εὐαγγελίου τυγχάνοντες· τούτου δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀθεώτερον;

Οὕτω τοίνυν δρῶντες, δῆλοί εἰσι τὴν εἰς Χριστὸν καὶ τοὺς ἁγίους νοσοῦντες ἀπέχθειαν, ἄσπονδον καὶ ἀκατάλλακτον τὴν πρὸς αὐτοὺς ἀνελόμενοι μάχην· καὶ τοῦτο παντὶ τῷ καὶ κατὰ μικρὸν γοῦν σωφρονεῖν ἐθέλοντι συνωμολόγηται· καὶ γὰρ δυσχεραίνοντες καὶ ἀλύοντες, καὶ ἐπ’ αὐτῇ δὲ μόνῃ τῇ τούτων μνήμῃ, εἴ που ἴδοιεν αὐτῶν γραφὴν καὶ ἀφομοίωσιν· ἐπεὶ ἴσασι καὶ αὐτοὶ ὅτι τὰ εἰς αὐτὰ δρώμενα, ἐπὶ τὰ εἰκονιζόμενα φέρεται· ὥσπερ δὴ καὶ τῶν θεωμένων ὁ νοῦς, πρὸς τὰ ἐνσημαινόμενα ἀπερείδεται· καὶ οὐκ ἂν ἐβδελύσσοντο, οὐκ ἂν καθῄρουν, εἰ μὴ πρὸς τὰ ἀρχέτυπα διεφέροντο, κἀκείνοις τῆς ὠφελείας ἐβάσκαινον· διαγωνίζονται γάρ, ὡς οἶοί τέ εἰσι, πάντα λίθον κινοῦντες, ὃ δὴ λέγεται, καὶ πάντα πόρον ἐκμηχανώμενοι, ταύτην ἐκ ποδῶν ποιεῖσθαι· ἐπειδὴ ταῖς ἀληθείαις βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος· τὸ γὰρ ὑπ’ ὄψιν ἔχειν καὶ καθορᾷν τό γε ἅπαξ ἀπηχθημένον, εἰς ἀνάμνησίν τε ἰέναι τοῦ ἀπ’ αὐτοῦ δηλουμένου, βαρὺ τῷ ὄντι ἐστί, καὶ διὰ τοῦτο περισπούδαστος αὐτοῦ, οἶα λυποῦντος, ἡ ἁπαλλαγή.

Καὶ τούτων ἐκεῖναί εἰσιν αἱ φωναί, διαῤῥήδην μονονουχὶ διακεκραγότων· Ἐνεδρεύσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου· ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν· ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει· ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ· εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται Πατέρα Θεόν· εἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς εἰσι, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ· εἰ γάρ ἐστιν ὁ δίκαιος Υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ, καὶ ῥύσεται αὐτὸς ἐκ χειρὸς ἀνθεστηκότων· ὕβρει καὶ βασάνῳ ἐξετάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτῷ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ μισθὸν ἠγάπησαν ὁσιότητος· οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων· ὅτι ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπ’ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν.

Ταῦτά τινες οἱ τοῦ νέου Ἑλληνισμοῦ, καὶ τὴν τῶν πρὶν Ἰουδαίων παρανομίαν ἐζηλωκότες, καὶ φιλονεικοῦντες ἐκείνων χαλεπώτερα καὶ δυσαχθέστερα εἰς τὸν δίκαιον διαθήσειν ἀδικώτατα, μίσει τῷ εἰς αὐτὸν τὴν ψυχὴν ἐξοιδαίνοντες, μᾶλλον δὲ αὐτόχρημα Ἰουδαῖοι διὰ τῶν ἔργων αὐτῶν ἀναδεικνύμενοι· ἐπεὶ οὖν δίκαιος καὶ ὅσιος ὁ Κύριος, δικαιότερον ἂν εἴη λέγειν ὡς εἰς Χριστὸν ταῦτα δικαίως, καὶ ὡς οὐκ ἂν ἄλλως εἰπεῖν ἔξεστιν ἀναφέρεται· αὐτὸς γάρ ἐστιν ὁ τῶν δικαίων στηριγμὸς καθ’ ἃ γέγραπται, καὶ κεφαλὴ καὶ ἀπαρχὴ παντὸς δικαίου, καὶ πάσης δικαιοσύνης πηγή, καὶ παντὸς ἁγιασμοῦ χορηγός· Ὃς ἐφανερώθη ἡμῖν ἀπὸ Θεοῦ Πατρός, δικαιοσύνη, καὶ ἁγιασμός, καὶ ἀπολύτρωσις.

Ταῦτα τῶν πάλαι σοφῶν τις, τὴν εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν ἐσομένην παρ’ αὐτῶν βασκανίαν καὶ λύτταν πόῤῥωθεν ἀναθεωρῶν, ἅτε διορατικώτατος, καὶ τὸ εἰς σύνεσιν καὶ νῆψιν δεδεγμένος ὀξύῤῥοπον ἄνωθεν, προανεκρούσατο εὐστόχως τε καὶ ἀπεξεσμένως, στηλιτεύων αὐτῶν τὴν τῆς κακίας ὑπερβολήν· τί δὲ οὐκ ἔμελλον δράσειν οἱ τάλανες τῶν εἰς φαυλότητος τρόπον καὶ μοχθηρίας ἡκόντων, τοῦ θείου φόβου καὶ τῆς εἰς Θεὸν εὐσεβείας παντάπασιν ἠφειδηκότες καὶ ἀλογήσαντες;

ὥστε ἐναργὲς ἐκ τῶν παρόντων καθίστασθαι, ὡς εἴπερ αὐτοῖς ἐφεῖτο ἐνακμάσαι καθ’ ὃν χρόνον ὁ Χριστὸς ἐνηνθρωπηκὼς τοῖς ἐπὶ γῆς κατὰ σάρκα ὀπτανόμενος συνεπολιτεύσατο, πολλῷ τῶν τηνικαῦτα Ἰουδαίων ἐκτοπώτερα εἰς αὐτὸν διαπεπραχέναι καὶ ἀπευκτότερα· ἀλλ’ ἐπεὶ περὶ αὐτὸν οὕτως καταπράξασθαι τοῦ χρόνου μὴ ἐνδόντος διημαρτήκασι, κατὰ τῆς εἰκόνος ἐκχέουσι τὰς ὀργὰς καὶ τὰς μήνιδας· καθ’ ἧς ἐπιλυττήσαντες τὰ τῆς ἀθεμιτουργίας ἐνδείκνυνται· καί μοι δοκοῦσιν εὐθαρσῶς ἄγαν διακεκράξασθαι, ὡς Εἴ γε τοὺς τῶν πατέρων κατειλήφαμεν χρόνους, ἀπεπλήσαμεν ἂν ἅπερ αὐτοὶ παραλελοίπασι, τὸ μὲν γενναῖον ἡμῶν καὶ εὐσθενὲς τῆς εἰς τὸν δίκαιον τιμωρίας ἀνδρείως διαδεικνύντες, τὸ δὲ ἀσθενὲς ἐκείνων καὶ ἄναλκι διελέγχοντες· αὐστηροτέραις αἰκίαις καὶ ὕβρεσιν αὐτὸν μετερχόμενοι, ὥστε καὶ διαμωμεῖσθαι τῆς ἀδρανείας αὐτούς, καὶ ῥᾳθυμίας προσεπάγειν ἐπίκλημα, ὡς ἢ οὐδὲν ὅλως ἢ μικρὰ εἰς αὐτὸν δεδρακόσι· διὸ καὶ νῦν καιρὸς τὸν μαστιγούμενον καὶ ὑβριζόμενον λέγειν πρὸς αὐτούς, ὅτι Υἱοί ἐστε τῶν φονευτῶν, καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.

ξδʹ. Αὐτῶν δὲ λεγόντων ἀκούειν, τὸ εἰς Χριστὸν ἔχθος ὠδινόντων· βαρὺς ἡμῖν ἐστιν ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος· τίσι τούτους ἀπεικαστέον; φασὶ τὰς παρδάλεις φυσικήν τινα ἔχειν πρὸς τὸν ἄνθρωπον ὀργήν, καὶ ὡς πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι· οἱ τοίνυν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον· τὸ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς, ὡς ἄνθρωπον σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον· ὡσαύτως καὶ οὗτοι, ἐν τῇ εἰκόνι Χριστοῦ τὸ μισόχριστον ἐπιδείκνυνται· ἐπειδὴ γὰρ προσψαῦσαι αὐτοῦ τῷ μὴ παρεῖναι σωματικῶς οὐκ ἰσχύουσιν, ἔχθει τῷ εἰς αὐτὸν ἐπὶ τὴν εἰκόνα παρδάλεως δίκην ἐφάλλονται σπαράσσοντές τε καὶ διαφθείροντες· ὥστε ἡ κατὰ τῶν ὁμοιωμάτων αὐτοῦ μανία, ἀπόδειξιν ἔχει τοῦ θεομάχους αὐτοὺς εἶναι, καὶ κατὰ Χριστοῦ ἐπανῃρῆσθαι τὸν πόλεμον· οὕτω μὲν οὖν τὰ Χριστοῦ καὶ Χριστιανῶν ἐξουδένωται παρ’ αὐτοῖς καὶ κατέστραπται, ἔθη τε καὶ νόμοι καὶ μυστήρια, καὶ ἡ ἄνωθεν κεκρατηκυῖα παρὰ Χριστιανοῖς παράδοσις, καὶ ἀρχαιότητι διαφέρουσα, καὶ διὰ τοῦτο τὸ αἰδέσιμον παρὰ τῶν εὖ φρονούντων ἔχουσα· ἀλλὰ τίς τῶν ἐπιεικῶν καὶ φιλοθέων καὶ εὐσεβείᾳ τεθραμμένων, οὐ μέγα κατοιμώξειε καὶ θρηνήσειεν;

ὁπόταν τοὺς ἱεροὺς οἴκους, καὶ τὰ θεῖα θυσιαστήρια ὁρᾷ καθυβριζόμενα καὶ διορυττόμενα, καὶ τὸν ἑαυτῶν ἀποβάλλοντα κόσμον· θυσιαστήρια ἠτιμωμένα καὶ καταβεβλημένα, καὶ χερσὶ βεβήλοις καταχραινόμενα, καὶ γλώσσαις θεομάχοις αἰσχρῶς δυσφημούμενα· καὶ ὡς ἄν τις ἴδοι ἐπ’ εὐθαλοῦς καὶ χλοαζούσης καὶ διωραϊσμένης πόας τὸ διηνθισμένον καὶ εὔχαρι τῆς κόμης ἀποκειραμένης, ἢ τῶν κατ’ ἀνθηροὺς λειμῶνας βρυόντων τὸ εὔχρουν καὶ πολυειδὲς τῆς ποικιλίας τῶν ἀνθοφορούντων τοῖς δρεψαμένοις περιῃρημένον, οὕτω κἀνταῦθα θεάσοιτο σὺν τῷ κόσμῳ, καὶ τὸν ἐν αὐτοῖς ὑπεξαιρούμενον λόγον τε καὶ τὴν μνήμην. «Ναοῦ γὰρ λόγος οὐδείς, ὃν οὐ στέφει ἄγαλμα.» Ὥς τις τῶν πάλαι ἱερῶν καὶ φιλοθέων ἀνδρῶν ἔφησεν· ὥστε οὐκ ἄν τις ἀπεικὸς ἀποφαίνοιτο, ὅτι γε λόγος ταῦτα τοῖς ἱεροῖς ναοῖς, καὶ τὸ ἰδιαίτατον, καὶ καθάπερ αἱ θυσίαι καὶ προσευχαὶ καὶ τὰ ἐπ’ αὐτοῖς πάντα τελούμενα· ἀλλὰ τούτων μὴ ἄλλος τις ἢ ὁ Ἱεροψάλτης κατευχέσθω λέγων· Κύριε, ἐν τῇ πόλει σου (τὴν ἄνω Ἱερουσαλὴμ ἐμφανίζων) τὴν εἰκόνα αὐτῶν (ἤτοι τὴν μνήμην αὐτῶν) ἐξουδενώσεις.

Ἐπειδὴ τὴν σὴν εἰκόνα καὶ μνήμην ἐκ τῶν σῶν οἴκων καὶ τῆς σῆς πολιτείας ἐξαφανίσαι διεσπούδασαν· προσᾳδέτω δὲ αὐτὸς τὰς ἡμετέρας καὶ νῦν ἐφ’ ἡμῶν ἐφεστηκυίας ἐκτραγῳδῶν συμφοράς· Ὁ Θεός, ἤλθοσαν οὐκ ἔθνη μὲν εἰς τὴν κληρονομίαν σου, ἀλλ’ οἴ γε τῶν ἐθνῶν ἀσυνετώτεροί τε καὶ δυσμενέστεροι, καὶ τῇ κατὰ τῶν ἁγίων σου κακουργίᾳ παρελάσαι τούτους σπουδάζοντες· ὡς ἐν προσχήματι μὲν ἱερωσύνης ἔχοντες τὸ φαινόμενον, κωδίῳ δὲ τὸν λύκον ἐγκατακρύπτοντες· ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ἀκοσμίας καὶ ἀτιμίας ἐπλήρωσαν.

ξεʹ. Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, τίς αὐτοῖς ὁ ἐπὶ τῷδε λόγος;

καὶ τί ποτέ ἐστι τὸ αἴτιον, ἐπὶ τοσοῦτον αὐτοὺς ἀνοσιουργίας καὶ ἀφιλοθεΐας ἐξοίχεσθαι· φασὶ γοῦν αὐτοὶ ἀλλοτρίοις θεοῖς προσκεκυνηκέναι, εἰδωλολατρίαν ἑαυτῶν καταψηφισάμενοι· εἶτα ὥσπερ παλινῳδίαν ποιούμενοι τῷ δόξαι γνωσιμαχῆσαι, ἐφ’ οἷς πρότερον κακῶς διαπεπράχασι, καὶ ταύτῃ οἴεσθαι τὸ αἰσχρὸν καὶ ἐπισφαλὲς ἀποπέμπεσθαι, τολμῶσιν ἃ οὐδ’ ἂν οἱ ἐξεστηκότες παραφθέγγεσθαι· δόξαν καὶ τιμὴν μᾶλλον τοῖς οἴκοις τοῖς ἱεροῖς ἐντεῦθεν περιποιεῖσθαι, οἷα εἰδώλων καθαίρεσιν ἐργαζόμενοι, καὶ τὸ ἐν αὐτοῖς αἶσχος ἀποξέοντες ἤδη καὶ ἐκκαθαίροντες, κακῷ τὸ κακὸν ὄντως ἐξιώμενοι, καὶ μείζονι ἢ πρότερον κακίας ὀλισθήματι περιπίπτοντες· ὡς γὰρ πᾶς ὁ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος, οὕτω καὶ πᾶς ὁ ἀσεβῶν, εἰς δικαιολογίαν πρόχειρος· ἐπιεικείας γὰρ ὑποδύντες προσωπεῖον, τὸ τῆς ἀσεβείας παρεγύμνωσαν πρόσωπον, κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀποδυσάμενοι· λανθάνειν γὰρ τοὺς πολλοὺς μηχανῶνται, ὡς τοῦ βλάπτοντος τὴν δόξαν ἀποσείονται, οὐκ εἰδότες ὡς βαρυτέραις καὶ πικροτέραις ἑαυτοὺς ὑπάγουσι δίκαις· εἴποι ἄν τις τῶν παρ’ αὐτοῖς μετριωτέρων εἰς ἀσέβειαν, εὐάφορμόν τε καὶ εὐπρόσωπον τὴν ἀπολογίαν πλαττόμενος, ὡς Ἐκ μέσου ποιεῖν σπουδάζομεν τὸ τῶν εἰκόνων χρῆμα, ὅπως μή τινες τῶν ἁπλουστέρων καὶ ἀγροικοτέρων τὸ δέον ἀγνοοῦντες ὡς ἀμαθέστεροι, ἴσα θεοῖς ταύταις προσίοιεν, πρὸς τὴν ὕλην τὴν ἄψυχον ἀποπλανώμενοι, καὶ μέχρι ταύτης τὸν νοῦν ἱστάμενοι, καὶ οὐδὲν ὑπὲρ τὰ ὁρώμενα φανταζόμενοι.

Πρὸς ὃν φαῖεν ἂν οἱ τῆς εὐσεβείας ὑπέρμαχοι, ὡς Εἰ μὲν σεμνῶς περιέστελλες, καὶ τῷ ἀνήκοντι τρόπῳ ἀπήμαντα διετήρεις τὰ ἅγια, εἶχεν ἄν σοι ποσῶς τὸ πιθανὸν ὁ λόγος· ἐχρῆν δὲ καὶ διδάξαι καὶ χειραγωγῆσαι τοὺς ἀμαθαίνοντας, ὥστε τὴν δέουσαν προσνέμειν τιμήν, καὶ μὴ πέρα τοῦ ἐφαρμόζοντος ἀξιώματος ἀποφέρεσθαι· ἀλλ’ οὐδέν σοι τούτων διαπεπραγμάτευται· εἰ γὰρ ἑώρας οὐκ εὐπρεπῶς τιμώμενα, ἔδει σε τὸ εἰκὸς ποιοῦντα τιμῆσαι· οὐ γὰρ παρὰ τὸ κακῶς τοὺς ἀμαθεῖς, ἵνα καὶ τοῦτο συγχωρηθείη, τοῖς ἱεροῖς προσιέναι, ταῦτα ἠτιμῶσθαι δίκαιον· οὐδὲ γὰρ ἐπειδή τινες οὐρανόν τε καὶ τὰ κατ’ οὐρανὸν κακῶς ἐσεβάσθησαν, τῷ Κτίστῃ κατεξανιστάντες τὴν κτίσιν, διὰ τοῦτο ἀτιμαστέον τὰ τοῦ Θεοῦ ποιήματα· ἀλλ’ ὑβρίζεις αἰσχρῶς, συγκλῶν καὶ διαῤῥηγνὺς καὶ ὑπὸ πόδας τιθεὶς τὰ σεβάσμια· οὐκ ἐμπίμπρασαι τὴν ψυχήν, πυρὶ παραδιδούς; οὐ συμφλέγῃ καὶ κατατήκῃ τὸν νοῦν· καὶ χεῖρας ἀθέσμως προτείνων ἐπὶ τὸ θυσιαστήριον οὐ καταναρκᾷς; Ὑφ’ ὧν ἐληλεγμένος εἶ, ὡς εἰς ἑαυτὸν ἐπανήκεις, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφῃ τῆς ἀθεΐας· καὶ ὁ μὲν τῆς ἐκείνων σκαιότητος καὶ ματαιότητος τρόπος τοιοῦτος.

ξϛʹ. Ὁ δέ γε τῆς ἀληθείας λόγος φωτὶ ὁμοίως τοῖς ἐχέφροσι διαλάμπει· τὰ γὰρ σεμνὰ ἀπεικάσματα, δι’ ὧν αἱ μνῆμαι τῶν ἁγίων ἡμῖν ἐγγίνονται, ἱερά τέ εἰσι, καὶ τοὺς τὰ ἅγια περιέποντα; ὀνίνησι, καὶ χάριτος ἀναπιμπλᾶσιν· ὥσπερ καὶ τῶν ἐναγῶν ἐναγῆ καὶ ἄγους ἀποπληροῦντα· ἐπίσης γὰρ αὐτοῖς τὰ τοῦ πράγματος ἔχει· τιμῶσι τοιγαροῦν τοὺς θείους οἴκους, οὐκ αἴσχους ἀποπληροῦσι, καθάπερ τινὶ τῶν θεολόγων Πατέρων ἡμῶν πεφιλοσόφηται ἐνθεέστατά τε καὶ ὑψηλότατα· εἰς ὅσον δὲ παρανομίας καὶ ἀτοπίας ὁ λόγος αὐτῶν καὶ τὸ ἐγχείρημα αἴρεται, καὶ ἐντεῦθεν κατάφωρον ποιησόμεθα· ἐκεῖνο πρῶτον ἐπελθόντες τῷ λόγῳ, ὅπερ οὐδ’ αὐτοί, ὥς γε οἶμαι, ἀρνηθεῖεν, εἰ μὴ ὁλοτρόπως καὶ φρενὸς καὶ νοῦ τοῦ καθήκοντος πόῤῥω γεγόνασι.

Φαμὲν τοίνυν ὡς ὁ κατὰ Μωσέα νόμος δέδοται παρὰ Θεοῦ τοῖς ἀνθρώποις, οἱονεὶ φραγμοῦ μεσότοιχον παρεμπεσών, διείργων καὶ διορίζων τὰ πάντη διῳκισμένα καὶ εἰς ἄπειρον ἀφεστηκότα, καὶ ἀπὸ μὲν τῶν χειρόνων καὶ βλαβερῶν τῆς τῶν ψευδωνύμων θεῶν βδελυρίας καὶ ματαιότητος ἀπείργων, μετανιστὰς δὲ καὶ μετάγων ἐπὶ τὰ κρείττω καὶ ἀσυγκρίτως ὑψηλότερα, τὴν τοῦ ὄντως ὄντος Θεοῦ ἐπίγνωσιν εἰσηγούμενος· ἐφιεὶς δὲ τέως τοῖς τὸ τηνικάδε τὰς τῶν ἀλόγων ζώων θυσίας, διὰ τὸ τῶν νομοθετουμένων ἀσθενές, καὶ ἀεὶ πρὸς τὸ χεῖρον ἐπιῤῥεπές, καὶ πρὸς τὸ ζωοθυτεῖν πάλαι προειθισμένον, ἐκεῖθέν τε μεταῤῥυθμίζων ἐπὶ τὸ εὐπειθὲς καὶ εὐήνιον, ἵνα κατὰ βραχὺ πρὸς τὴν τῶν τελεωτέρων ἕξιν κατεθιζόμενοι, μετανασταῖεν ἐπὶ τὸ ἄμεινόν τε καὶ θεοειδέστερον.

Ἀλλ’ ἐπεὶ ὁ νόμος οὐδὲν ἐτελείωσεν, ὀργὴν δὲ μᾶλλον τῷ παραβεβάσθαι κατειργάζετο, οὐ διὰ τὸ φορτικὸν τῶν νομιζομένων, διὰ τὸ μοχθηρὸν δὲ τῶν παραβαινόντων (ἠσθένει γὰρ διότι πάντες ὑφ’ ἁμαρτίαν ὄντες ἐτύγχανον, προήγετο δὲ πρὸς τὴν τῆς ἁμαρτίας διάγνωσιν, ἐξ οὗ ἠλέγχετο τὸ ἀσθενὲς τῆς φύσεως, καὶ τὸ πρὸς κακίαν εὐόλισθον), ἐδεῖτο λοιπὸν τοῦ τελειοῦντος καὶ μετάγοντος ἐπὶ τὸ βέλτιον· τοιγάρτοι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, κατέκρινε τὴν ἁμαρτίαν·

Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ διὰ πίστεως. Τοῦτο γὰρ ἐτελείωσεν ἡ χάρις καταπεφοιτηκότος ἐπὶ τῆς γῆς τοῦ Λόγου, καὶ διὰ σαρκὸς ἀνθρώποις προσομιλήσαντος, ἐντεῦθεν ἄρα λελυτρώμεθα τῆς ἁμαρτίας. καὶ πάσης σατανικῆς πλάνης καὶ μεθοδείας ἀπηλλάγμεθα, καὶ ἠλευθερώμεθα τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, αὐτῷ δὲ μόνῳ τῷ τῶν ὅλων Θεῷ προσκυνεῖν δεδιδάγμεθα, καὶ τὸ πρέπον αὐτῷ προσφέρειν σέβας καὶ τὴν λατρείαν· οὐκοῦν ἡ ἐν Χριστῷ χάρις, τὴν εἰς εὐσέβειαν ἡμῖν τελειότητα καὶ ἀπαρτισμὸν ἐκαινοποίησε, τὸ ἐλλελοιπὸς ἀποπληροῦσα τοῦ νόμου· Οὐκ ἦλθον γάρ, φησὶν ὁ Χριστός, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.

Τὸ δὲ τελειοῦν ὅσον πρὸς τὸν τελειούμενον ὑπερέξει, παντί που δῆλον· ὅτι χωρὶς πάσης ἀντιλογίας, τὸ ἕλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται, καὶ τῶν ἐν αὐτοῖς διακονησαμένων τὸ ἐν ἀξιώματι διενεγκόν· καθ’ ὅσον ὁ ποιητὴς τοῦ ποιήματος, ἢ ὁ κατασκευάσας τοῦ οἴκου, καὶ ὁ κεραμεὺς τοῦ πηλοῦ· Ὅτι, Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· ὃς ἡμᾶς ἐτεκνώσατο, οὐκ ἐξ αἱμάτων καὶ σαρκὸς θελήματος, ἀλλ’ ἐκ Θεοῦ γεννηθέντας ἐν Πνεύματι, Ἰωάννης βοάτω ἡ μεγάλη τῆς ἀληθείας φωνή.

ξζʹ. Πρὸς οὖν τί ταῦτά φαμεν; Ὅτι, εἰ ὁ νόμος ἅγιος, κατὰ τὴν Παύλου θεοῤῥημοσύνην, καὶ ἡ ἐντολὴ ἁγία, ἃ πολλῷ τῆς χάριτος ὁρᾶται καταδεέστερα, ἡ χάρις αὐτὴ πόσον! Καὶ εἰ ὁ νόμος τῆς εἰδωλολατρίας ὑπερανῴκισται, ἡ χάρις ἡ παρὰ πολὺ τοῦ νόμου ὑπερανεστηκυῖα, πῶς εἰς εἰδωλολατρίαν παρενεχθήσεται;

Πῶς δὲ οἱ τῆς υἱοθεσίας τὴν χάριν ἐπ’ ἐξουσίας εἰληφότες, εἰδωλολατρίας γραφὴν ἀποίσονται;

Οὐκ ἠβουλήθησαν οἱ ἀνόητοι συνιέναι τοῦ ἀγαθύναι· ἀλλά μοι ἐοίκασι παραπλήσιόν τι ποιεῖν, καθάπερ εἴ τις περὶ τῶν ἐγκοσμίων διαλαμβάνων στοιχείων, ὁμολογοίη μὲν τἀληθές· τό τε πῦρ καὶ τὸ ὕδωρ ἄκρα τιθεὶς καὶ ἀντικείμενα ταῖς ποιότησι· καὶ τῷ μὲν τὸ θερμὸν καὶ ξηρὸν ἐκνέμων, τῷ δὲ τὸ ψυχρὸν καὶ ὑγρὸν ἀποκληρῶν· μέσον δὲ τούτων ἑκατέρου τῶν ἄκρων ἀνὰ μέρος μετέχοντα τὸν ἀέρα εἰσαγηοχώς, θερμόν γε ὄντα καὶ ὑγρόν· ἔπειτα ἐξετάζειν αὐτῶν οἰόμενος τὰς ποιότητας, καθ’ ἅς τε κοινωνοῦσιν ἀλλήλοις ἢ διακέκρινται, συλλογίζοιτο ἀμαθῶς καὶ ἀπαιδεύτως, μὴ τὸ ἑκάστῳ προσὸν φυσικῶς ἀποδιδούς, ἀλλ’ εἰς ἓν καὶ ταυτὸν ἄγων τὰ πάντη ἀμιγῆ καὶ ἀσυνδύαστα, καὶ τὰ θατέρῳ τῶν ἄκρων ἀφωρισμένως ἐνυπάρχοντα, ἐπὶ τὸ ἕτερον τούτων μετάγων· ὑπερόρια θέων τοῦ μεσιτεύοντος, τὰς τοῦ πυρὸς ποιότητας τῷ ὕδατι διδούς, θερμὸν καὶ ξηρὸν τὸ ὕδωρ εἶναι δοξάζων· ἐπεὶ οὖν ὁ ταῦτα ποιῶν καταγέλαστος, ἐπὶ τῷ προφανεῖ τῆς αἰσθήσεως ἀποσφαλλόμενος, οἱ ἐπὶ τῆς θείας χάριτος εἰδωλολατρίαν εἰσηγούμενοι, πόσῳ καταγελαστότεροι, μᾶλλον δὲ πόσης δυσσεβείας καὶ ἀθεΐας οὐκ ἔμπλεοι δικαίως ἂν νομισθήσωνται, οὐκ εἰς τὸ τυχὸν τῶν πραγμάτων, περὶ αὐτὸ δὲ τὸ καιριώτατον καὶ μεθ’ ὃ οὐκ ἔστι τῶν ὄντων ὑπερφερέστερον, τὴν εὐαγῆ καὶ ἀκίβδηλον ἡμῶν θρησκείαν προσπταίοντες;

ἀλλ’ ὦ θεία δίκη ἀλάθητε καὶ ἀδέκαστε καὶ παντέφορε, καὶ πάντα ἐποπτεύουσα ὁρατὰ καὶ νοούμενα! ὦ βυθὸς κριμάτων θείων ἀνέκφραστος! ὦ Θεοῦ μακροθυμία καὶ ἀνοχὴ ἀνεξερεύνητος! ποῦ ποτε ἄρα τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν ταμιευομένη τὰ νῦν ὑπερτίθεσαι; πότε δὲ τῶν πεπλημμελημένων εἰς σὲ παρ’ αὐτῶν μετέλθοις δικάζουσα τὰ τολμήματα;