Καὶ ἄλλος τῶν θεολήπτων κεκλήσθω, τοῖς προηγορευκόσι συμφράδμων ἐσόμενος, καὶ δὴ καὶ ἀφίχθω ἀνὰ τὸν ἱερὸν τουτωνὶ τῶν θεοφόρων τὸν ὅμιλον, καὶ εἰσερχέσθω τουτὶ τὸ θεοειδὲς στάδιον, καὶ συνδιαφερέτω τὸν ἀγῶνα, καὶ συνεξανυέτω τῆς εὐσεβείας τὸν δίαυλον ἐκεῖνος ὁ τῶν θεομύστων καὶ παραδόξων ἐποπτειῶν, καὶ τῶν κατ’ οὐρανοὺς δυνάμεων θεωρός τε καὶ μύστης, καὶ προσκείσθω τοῖς προπεπονηκόσιν εἰς τὸν οἶκον τῆς σοφίας, τῶν ἐξαγίστων θριαμβεύων τὸ δυσσεβὲς καὶ παράνομον, ὅπως μηδὲ αὐτὸς τοῦ θείου τούτου συλλόγου ἀπολιμπάνοιτο, συνηχήσει δὲ καθάπερ πλήκτρῳ τῷ θείῳ κρουόμενος Πνεύματι, καὶ ἄγαν ἀστείως τοῖς ἰσοκλεὲς λαχοῦσι τὸ χάρισμα θεοφάντορσι, καὶ δὴ καὶ λέξει· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, καὶ εἰσάξω αὑτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνος τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· ὅτι μὲν οὖν οὗτος ὁ θεῖος προφήτης θείᾳ κινούμενος χάριτι, τῆς τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ οἰκονομίας, διὰ τούτων ἡμῖν τῶν λόγων ἐναργῶς προϋπογράφει τὸ μυστήριον, οὐκ οἶμαί τινα τῶν νοῦν ἐχόντων ἀντερεῖν· συμπνεύσειε γὰρ κἀνταῦθα τοῖς προειληφόσι, καὶ ταύτῃ μηδὲ πολλῆς δεῖσθαι τῆς τῶν προκειμένων ἀνακαθάρσεως, καὶ συχνῆς τῆς διὰ λόγων ἀναπτύξεως, πολλάκις τῶν τοιούτων καὶ ὁμοίων ἐν τοῖς ἔμπροσθεν διεξοδικώτερον προεξητασμένων· ἀλλ’ ἐπειδὴ ταῦτα ἱστορικῶς ἐξειλημμένα, τῷ κατὰ σάρκα Ἰσραὴλ ἐφαρμόζεται, ὡς ἂν μή τινες τῶν νῦν παραδεδεγμένων τὴν τοῦ Ἰουδαϊκοῦ φρονήματος παχύτητα, πρὸς τὴν τῶν προκεκηρυγμένων ἀπαναισχυντοῖεν ἀλήθειαν, εἰς δέον κεκρίκαμεν, ἐν πᾶσι κατ’ ἴχνος τῶν ἱερῶν τῆς Ἐκκλησίας διδασκάλων βαίνοντες, πρὸς τὰς ἀνοήτους καὶ μωρὰς τῶν ἀσυνέτων ζητήσεις ἀνταναστῆναι καὶ φάναι, ὅτιπερ ὡς ἐν σκιαῖς καὶ τύποις προδιεγράφετο ταῦτα καὶ ἐπ’ ἐκείνοις· καὶ γὰρ καὶ ἐπ’ αὐτοὺς τὰ τῆς θείας Κηδεμονίας διεδείκνυτο· τῷ ὄντι δὲ καὶ κατὰ ἀλήθειαν, ἐπὶ τῆς σωτηρίου τοῦ Δεσπότου Χριστοῦ συγκαταβάσεως ἐπεραίνετο· πλουσίως γὰρ ἐφ’ ἡμᾶς τὰ τῆς φιλανθρωπίας αὐτοῦ ὑπερεξέχεε νάματα.