Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Προοίμιο και ιστορική κατοχύρωση της τιμής των ιερών εικόνων

Εισαγωγή στην απολογία υπέρ της ορθοδόξου λατρείας, όπου αναδεικνύεται η αρχαιότητα, η αποστολική παράδοση και η κανονική αναγνώριση των εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 5

αʹ. Ἐπειδὴ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἐν τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ἀσφαλῶς καὶ ἐρηρεισμένως ἕστηκεν, ὄντος ἀκρογωνιαίου λίθου Χριστοῦ τοῦ ἀληθοῦς Θεοῦ ἡμῶν, καὶ πᾶσι τοῖς ἱεροῖς καὶ θείοις δόγμασι κεκόσμηται καὶ κεκαλλώπισται, καὶ οὐδαμῶς οὐδεμία ἀπολογία ἢ ἀντιλογία περὶ τῆς καθ’ ἡμᾶς ὀρθῆς καὶ ἀμωμήτου πίστεως καὶ λατρείας ἐν αὐτῇ ὑπάρχει, διὰ τοῦτο περὶ τῶν νῦν κενολογουμένων παρά τινων τῶν τοῦ ἱερατικοῦ λόγου ἀπαλλοτριωσάντων ἑαυτοὺς τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος τοῖς ἐρωτῶσι τὴν ἀπολογίαν ταύτην, ἣν τὰ ὑποτεταγμένα φέρει, προτίθεται.

βʹ. Ὅτι μὲν οὖν ἐξ ἀρχῆς καὶ ἄνωθεν ἔκ τε ἀποστολικῆς καὶ Πατρικῆς παραδόσεως, ἡ τῶν σεπτῶν εἰκόνων ὕπαρξίς τε καὶ προσκύνησις μέχρι τοῦ δεῦρο ἦλθε, κηρύσσουσι καὶ μαρτυροῦσιν αἵ τε ἀρχαῖαι Ἐκκλησίαι καὶ τὰ ἱερὰ σκεύη, παρά τε βασιλέων εὐσεβῶν καὶ ἑτέρων φιλοχρίστων κατασκευασθέντα, ὅτι ἐν τόποις ἱεροῖς καὶ σεβασμίοις κατετάχθησαν τοῦ μετὰ τῶν λοιπῶν ἱερῶν προσκυνεῖσθαι· σαφέστατον δὲ τούτων καὶ ἀψευδέστατον μαρτύριον τὰ ἐν ταῖς σωλίαις τοῦ ἁγίου θυσιαστηρίου μετὰ τῶν τιμίων σταυρῶν συγκείμενα· οὐ γὰρ ἑτέρῳ τρόπῳ ἐν τούτοις ἀνετέθησαν, εἰ μὴ προσκυνήσεως ἕνεκεν· ἔτι δὲ καὶ τὰ ἐν τοῖς ἁγίοις θυρίοις καὶ πυλῶσιν ἱεροῖς τῷ αὐτῷ τρόπῳ τετυπωμένα· συνίστησι δὲ τὴν τούτων προσκύνησιν καὶ τὰ ἐν τοῖς κανόσι τῆς ἁγίας ϛʹ συνόδου, σεπτὴν γραφὴν ταῦτα διαγορεύοντα· ἔτι δὲ καὶ ἕτεραι ἁγίων Πατέρων περὶ αὐτῶν συγγραφαί.