Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Οι εικονομαχικές διώξεις και η συγκρότηση της Ζ΄ Οικουμενικής Συνόδου

Ανασκευή των εικονομαχικών επιχειρημάτων περί του αγίου Επιφανίου, αναφορά στις διώξεις και ιστορική εξιστόρηση των γεγονότων που οδήγησαν στη σύγκληση της Ζ΄ Οικουμενικής Συνόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 5

γʹ.

Ὅθεν καὶ ἐν τοῖς προλαβοῦσι χρόνοις εὑρηκὼς τὰς αὐτὰς ἱερὰς εἰκόνας προσκυνουμένας ὁ τότε βασιλεύσας Λέων, ὁ πατὴρ Κωνσταντίνου, ὁ καὶ κατὰ τῆς οἰκονομίας τοῦ Σωτῆρος ἡμῶν Θεοῦ μανείς, ταύτας ἐπειράθη καταστρέψαι· διὸ καὶ τὸν ἐν ὁσίᾳ τῇ μνήμῃ Γερμανὸν τὸν ἀρχιερέα ταύτης τῆς βασιλίδος πόλεως τοῦ ἱερατικοῦ ἀξιώματος ἐξήλασεν, ὡς ἀντιπίπτοντα τῷ κακοδόξῳ αὐτοῦ φρονήματι· καὶ εἴ τις ἀκριβέστερον περὶ τούτων μαθεῖν ἐθέλει, ἐντυγχανέτω τοῖς συγγράμμασι τοῦ αὐτοῦ ὁσιωτάτου ἀρχιερέως· οὕτω σαλευομένην τὴν Ἐκκλησίαν ὁ δυσσεβὴς Κωνσταντῖνος καταλαβών, σφοδρότερον πνεύσας κατὰ τῶν ὀρθῶν ἡμῶν δογμάτων, καὶ μήτε ἱερέως ἐν τῇ βασιλευούσῃ πόλει τυγχάνοντος (ἤδη γὰρ καὶ Ἀναστάσιος, ὁ μετὰ τὸν ὅσιον Γερμανὸν ἱερατεύσας, ἐτελεύτησεν), μήτε πρεσβυτέρας Ῥώμης ἀρχιερέα προσκαλεσάμενος, μήτε ἑτέρου θρόνου τοῦ οἱουδήποτε κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, τῷ οἰκείῳ δυσσεβεῖ θελήματι ἑπόμενος, μᾶλλον δὲ τυραννικῇ ἀλαζονείᾳ χρώμενος, καὶ τοῦ θείου νόμου καταφρονήσας, διὰ τῶν ὑπ’ αὐτοῦ ἀναιδῶς συναθροισθέντων ἀνιέρων ἱερέων, ὅσον ἦν ἐπ’ αὐτῷ, τὴν τούτων καταστροφὴν κατειργάσατο, τολμήσας ὁ ἄθεος εἰδωλολάτρας τοὺς Χριστιανοὺς ἀποκαλέσαι· καὶ δογματίσας ἐν τῷ ὅρῳ τοῦ τοιούτου ἀνιέρου ἀθροίσματος, μὴ προσκυνεῖσθαι τοῦ λοιποῦ ἱερὰς εἰκόνας, μήτε ὅλως κατασκευάζεσθαι· καὶ ἐπειδὴ τὸ κακὸν ἀρχῆθεν οὐκ ἔστη ἐφ’ ἑαυτῷ, ἐπηκολούθησε καὶ τὰ ἐξ ἀσεβείας δόγματα· τάς τε γὰρ πρεσβείας τῶν ἁγίων τῆς Ἐκκλησίας ἐξέβαλε, καὶ ἅγια λείψανα καὶ βίβλους ἱερὰς πλείστας κατέκαυσε, καὶ τοὺς μὴ καταδεχομένους τοῦτο τὸ ἄθεον δόγμα διωγμοῖς καὶ αἰκίαις καὶ βασάνοις πολλαῖς ἐτιμωρήσατο.

δʹ. Εἰ δὲ δεῖ καὶ ἐκ τῶν ἐναντίων περὶ τούτων πιστώσασθαι, μαρτυροῦσι καὶ αἱ χρήσεις αἱ λεγόμεναι Ἐπιφανίου· καὶ γὰρ ἐκεῖ ὁ Ἐπιφάνιος, ὡς προσκυνουμένας αὐτὰς παρὰ τῶν Χριστιανῶν ὁρῶν, ἐπειρᾶτο τὴν τούτων ἀναίρεσιν ποιήσασθαι· ὅπερ οὔτε ἐν τοῖς χρόνοις ἐκείνοις εὐσεβεῖς βασιλεῖς, πρὸς οὒς τὸ γράμμα δοκεῖ φέρεσθαι, τὸν περὶ τῆς καταστροφῆς αὐτῶν λόγον ἐδέξαντο, ὡς δηλοῦσιν αἵ τε ὑπ’ αὐτῶν κτισθεῖσαι ἐκκλησίαι, καὶ τὰ ἱερὰ εἰκονίσματα τυγχάνοντα· πρὸς τούτοις καὶ αἱ ἐν Κύπρῳ ἐκκλησίαι βοῶσιν, ὅτι οἱ τοιοῦτοι λόγοι οὐκ ἠκούσθησαν πώποτε· ἀλλ’ οὐδὲ οἱ ἐκ τῆς Κυπρίας νήσου ὁρμώμενοι, ὧν ἐστιν ὁ ἐν ἁγίοις Παῦλος, ὁ γεγονὼς τῶν ἐνταῦθα ἀρχιερεὺς καὶ Κωνσταντῖνος ὁ γεγονὼς κατὰ τὴν αὐτὴν νῆσον ἀρχιεπίσκοπος, ἄνδρες σοφοὶ καὶ ἐλλόγιμοι, καὶ τὰ δόγματα τοῦ ἁγίου Ἐπιφανίου τοῦ τῆς νήσου προεδρεύσαντος ἐπιστάμενοι, οὐκ ἠνέσχοντο τοῦ αὐτοῦ Πατρὸς εἶναι τὰς χρήσεις, ἃς ἐν τῷ ψευδοσυλλόγῳ οἱ συναθροισθέντες αὐτῷ προσήγαγον· ἐν τούτοις ὁ Θεὸς μὴ ἀρεσκόμενος, εὐδόκησεν ἐπιτελεσθῆναι τὴν ἐν Νικαίᾳ τὸ δεύτερον ζʹ ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἧς ἡ κάταρξις κατὰ λόγον καὶ ἐκκλησιαστικὴν ἀκολουθίαν γέγονε παρὰ ἀρχιερέων τὸ τηνικαῦτα κινηθεῖσα·

Παῦλος γὰρ ὁ προῤῥηθεὶς ἀρχιερεὺς τοῦ Βυζαντίου ὀρῶν ὅτι οἱ ἀρχιερεῖς, οἵ τε τῆς πρεσβυτέρας Ῥώμης καὶ τῶν λοιπῶν θρόνων ἀπεσχισμένοι ἧσαν ἐκ τῆς κατ’ αὐτὸν ἀρχιερωσύνης, ἀναθέμασι καὶ καθαιρέσεσι καθυποβάλλοντες, παρῃτήσατο τὸ τῆς ἱερωσύνης ἀξίωμα· καὶ πρῶτον μὲν τοῖς τε βασιλεῦσι παῤῥησίᾳ ἐντυχὼν ἐλάλησε, ὡς πολλοὶ τῶν ἔτι περιόντων αὐτόπται γενόμενοι μαρτυροῦσιν, ὅτι Καὶ ἕως τοῦ νῦν οὐκ ὀρθὴν συνείδησιν ἔχων διετέλουν· ἄρτι δὲ πᾶσιν ὑμῖν διαγορεύω τῆς αἱρέσεως ἐπικρατούσης, ἀναθεματιζόμενος ὑπὸ τῶν λοιπῶν θρόνων, ἐπίσκοπος ὑμῶν εἶναι οὐ δύναμαι· τούτων λαληθέντων μετ’ ὀλίγον τῇ νόσῳ συνεχόμενος, ἐπιλαβόμενος τοῦ θανάτου.

εʹ.

Μετὰ τοῦτον οὖν ὁ ἐν ἁγίᾳ τῇ μνήμῃ Ταράσιος προτραπεὶς εἰς τὸν ἱερατικὸν θρόνον ἐνέστη, τοῖς τε βασιλεῦσι τότε καὶ τῇ συγκλήτῳ καὶ παντὶ τῷ λαῷ τῆς πόλεως λέγων, ὅτι Εἰ μὴ πληροφορίαν λάβω τοῦ γενέσθαι σύνοδον οἰκουμενικὴν συνευρισκομένων ἤδη καὶ τῶν λοιπῶν θρόνων, ἵνα τὸ καινοτομηθὲν σφάλμα ἐν τῇ Ἐκκλησίᾳ διορθωθῇ, εἰς τὴν ἱερωσύνην ἐμαυτὸν οὐκ ἐπιδίδωμι· καὶ παρὰ πάντων τὰ τῆς πληροφορίας δεξάμενος οὕτω προεχειρίσθη ἀρχιερεύς· καὶ Θεοῦ συνεργείᾳ εἰς πέρας ἐκβέβηκε, καὶ σύνοδος ἐννόμως καὶ κανονικῶς ἐτελέσθη, συνευρεθέντων καὶ τοποτηρητῶν, καὶ γραμμάτων συνοδικῶν τῶν ἐν τοῖς λοιποῖς θρόνοις τὴν ἀρχιερωσύνην κεκτημένων· καὶ ὅρος ἀπὸ συνόδου ἐδέχθη παρά τε οἰκουμένῃ πάσῃ, ἐν ᾧ καὶ οἱ βασιλεύοντες σύμψηφοι γεγόνασι· καὶ τὸν τοιοῦτον ὅρον οὐ χρὴ περιεργάζεσθαι· καθάπερ γὰρ αἱ λοιπαὶ οἰκουμενικαὶ ἓξ ἅγιαι σύνοδοι ὅρους οἰκείους ἐξέθεντο, καὶ οὐδεὶς περὶ τούτων ἀντέπεσε· καὶ οἱ κατὰ καιροὺς γὰρ βασιλεύοντες ταῖς ψήφοις τῶν ἱερέων ἑπόμενοι, καὶ ἀπεδέξαντο καὶ ἐκράτυναν· καὶ οὐδεὶς τῶν ὀρθοδοξούντων μετὰ τὴν ἐκφώνησιν [εἰς] ἀμφισβήτησιν κατέστη, ἀλλ’ ὡς ἐκ Πνεύματος ἁγίου σφραγισθέντων τῶν ἐκφωνηθέντων πάντες οἱ Χριστιανοὶ ἐδέξαντο, οὕτω καὶ ἐπὶ τῆς εἰρημένης ζʹ συνόδου ἐπηκολούθησεν, καὶ ὡς ἐκ θείας χάριτος ὁ ὅρος αὐτῆς ἐκδοθεὶς ἀπόδεκτος γέγονεν ἐν πᾶσιν τοῖς πέρασιν· ἄλλως τε δὲ καὶ ἀρχαίαν καὶ προϋπάρχουσαν ἐν τῇ Ἐκκλησίᾳ παράδοσιν ἀνεκαίνισε καὶ ἐκράτυνε, καὶ ἴδιον οὐδὲν ἐκαινοτόμησεν· ἕνεκεν τούτου ἀναμφισβήτητος κατὰ πάντα τρόπον ὁ κατ’ αὐτὴν ὅρος φυλάττεσθαι παρὰ τῶν Χριστιανῶν δικαίως ὀφείλεται.