Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η συνοδική τάξη και η καταδίκη του σχίσματος

Παράθεση του συνοδικού όρου, αυστηρός έλεγχος των ετεροδιδασκαλούντων και σχισματικών κληρικών με βάση πατερικές μαρτυρίες, και ορισμός του τρόπου επιστροφής των μετανοούντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 5

ϛʹ. Ταύτης οὖν τῆς ἱερᾶς συνόδου αἰσίως καὶ θεοπρεπῶς τελεσθείσης, οἱ μετὰ ταῦτα εἰς ἱερωσύνης ἀξίωμα προχειρισθέντες, τῷ ὑπ’ αὐτὴν ἐκτεθέντι ὅρῳ στέργοντες ἰδιοχείρως κατὰ τὴν παραδεδομένην ἀρχῆθεν συνήθειαν τῇ Ἐκκλησίᾳ, τοὺς οἰκείους σταυροὺς προτάξαντες ὑπέγραψαν· ὧν εἰσι καὶ νῦν οἱ ἑαυτοὺς τοῦ τῆς Ἐκκλησίας πληρώματος ἀποῤῥήξαντες καὶ ἀπαλλοτριώσαντες καὶ τοῖς ἐν τῇ αὐτῇ συνόδῳ ἀναθεματισμοῖς ἑαυτοὺς καθυποβάλλοντες· ἔχει δὲ τὰ ἐκτεθέντα οὕτως· «Πιστεύοντες εἰς ἕνα Θεὸν τὸν ἐν Τριάδι ὑμνούμενον, τὰς ἁγίας εἰκόνας ἀσπαζόμεθα· καὶ οἱ μὴ οὕτως ἔχοντες, ἀνάθεμα ἔστωσαν· καὶ οἱ μὴ οὕτως φρονοῦντες, πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν· ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ ἐπακολουθοῦμεν· ἡμεῖς τοὺς θεσμοὺς τῶν Πατέρων φυλαττόμεθα· ἡμεῖς τοὺς παρατιθέντας ἢ ἀφαιροῦντας, ἐκ τῆς καθολικῆς Ἐκκλησίας ἀναθεματίζομεν· ἡμεῖς τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθυποβάλλομεν· τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τὰς θείας Γραφὰς ῥήσεις τὰς κατὰ τῶν εἰδώλων εἰς τὰς σεπτὰς εἰκόνας, ἀνάθεμα· τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας εἴδωλα, ἀνάθεμα, ἀνάθεμα.»

Ταῦτα οἱ ἀρτίως ἑαυτοὺς τῆς Ἐκκλησίας ἀποσχίσαντες καθωμολόγησαν διὰ τῶν οἰκείων ὑπογραφῶν καὶ εἰ ἀρνοῦνται τὴν ὁμολογίαν αὐτῶν, τοὺς ἰδιοχείρους αὐτῶν σταυροὺς πατοῦσι, καὶ τοῖς προκειμένοις ἀναθέμασιν ἑαυτοὺς καθυποβάλλουσι, καὶ οὐδαμῶς ἐν τῇ Ἐκκλησίᾳ ἵστανται· ἐπεὶ δὲ καὶ τὸ δόγμα τῆς πίστεως ἐν ᾧ ἐχειροτονήθησαν ἠρνήσαντο, ἀνάγκη αὐτοὺς καὶ τὴν χειροτονίαν ἀρνήσασθαι, καὶ εἶναι καθῃρημένους, ὡς ἑτεροδιδασκαλοῦντας· καὶ διὰ τοῦτο οὐ χρὴ αὐτοὺς εἰς διαλέξεις ἢ εἰς ἀντιλογίας πρὸς ἱερατικὸν ἄνδρα ἔρχεσθαι· ἢ γὰρ συζητῶν μετ’ αὐτῶν περὶ δογμάτων ἐκκλησιαστικῶν, τοῖς αὐτοῖς ἀναθέμασι ἑαυτὸν περιβάλλει.

Αὔξει δὲ αὐτῶν τὸ ἔγκλημα, καὶ μείζων ἡ κατάκρισις γίνεται, ὅτι οὐ νεωστὶ ἐπιγνόντες τὰ ζητούμενα, ἀλλ’ ἐκ πλείονος χρόνου πρᾶγμα ἐν τῇ Ἐκκλησίᾳ κεκυρωμένον ἰδόντες καὶ ὑπογράψαντες, ἑκουσίως ἑαυτοὺς τῇ παρανομίᾳ ἐπέῤῥιψαν· καὶ ταῦτα διδάσκαλοι τῶν τῆς Ἐκκλησίας δογμάτων χρηματίσαντες, καὶ ἐν τῇ τοιαύτῃ διδαχῇ χρονίσαντες· καὶ ἑτέρως δὲ καθῃρημένοι τυγχάνουσι παρὰ τῶν θείων κανόνων, ὡς παρασυναγωγὰς ποιοῦντες, καὶ τὰς βασιλικὰς ἀκοὰς διοχλοῦντες· τέλεον δὲ αὐτοὺς ἀποκλείει τῆς πρὸς ἐκκλησιαστικοὺς ἄνδρας ὁμιλίας, καὶ τοῦ ἱερατικοῦ συλλόγου ἐκβάλλει, καὶ ἕτερα μέν τινα, ἐξαιρέτως δὲ τὰ ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ ϛʹ συνόδῳ ἐγκείμενα, καθὼς ἐμφαίνεται ἐν τῇ συνοδικῇ ἐπιστολῇ Ἀγάθωνος πάπα τῆς πρεσβυτέρας Ῥώμης· ἔχει γὰρ ὧδε· «Ὅστις ποτὲ τῶν ἱερέων τὰ ἐν τῇ ὁμολογίᾳ τῆς ἡμετέρας μετριότητος περιεχόμενα ἅμα ἡμῖν εἱλικρινῶς κηρύσσειν ἐπιθυμήσει, περὶ τῇ ἡμετέρᾳ ἀποστολικῇ πίστει, ὡς ὁμόφρονας, ὡς συνιερεῖς, ὡς συλλειτουργούς, ὡς τῆς αὐτῆς πίστεως, καὶ ἵνα ἁπλῶς εἴπωμεν, ὡς πνευματικοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν δεχόμεθα· τοὺς δὲ ταῦτα συνομολογεῖν μὴ θέλοντας, ὡς ἐχθροὺς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὁμολογίας, ἐνόχους εἶναι κρίνομεν τῆς αἰωνίας κατακρίσεως· οὔτε δὲ τοὺς τοιούτους ποτὲ ἐν τῷ συλλόγῳ τῆς ἡμετέρας μετριότητος, εἰ μὴ διορθωθέντας, ἀναδεξόμεθα· μηδὲ παραβῆναι ἡμᾶς τις ἐξ αὐτῶν ὑπολάβοι, ὅπερ προελάβομεν παρὰ τῶν προηγησαμένων ἡμᾶς.»

ζʹ. Μείζονι δὲ αὐτοὺς καταδίκῃ δεσμίους, καὶ θείας ὀργῆς ἐνόχους καθίστησι, καὶ οὐδὲ μετανοίας ἢ σωτηρίας ἀξίους γενέσθαι ἀποφαίνει καὶ τὰ παρὰ τοῦ Ἰωάννου τοῦ τῆς οἰκουμένης λαμπτῆρος, καὶ τὸν τῆς βασιλίδος κοσμήσαντος θρόνον τοῦ Χρυσοστόμου ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς τοῦ θείου ἀποστόλου Παύλου πρώην λεγόμενα, περιέχοντα οὕτως· «Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτως παροξύνει τὸν Θεόν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι· κἂν μυρία ὦμεν ἐργασάμενοι καλά, τῶν τὸ σῶμα αὐτοῦ διατεμόντων οὐκ ἐλάττονα δώσομεν δίκην οἱ τὸ πλήρωμα κατατεμόντες τὸ ἐκκλησιαστικόν· ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουμένης ἐγένετο, καὶ εἰ μὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμῶς τὸ χρήσιμον ἔχει, ἀλλὰ βλάβην πολλήν· ταῦτά μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολμηρόν, πλὴν ἀλλ’ ὅμως ἐφθέγξατο· οὐδὲ μαρτυρίου αἷμα ταύτην φησὶ τὴν ἁμαρτίαν ἐξαλείφειν· εἰπὲ γάρ μοι, τίνος ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν ψυχὴν αὐτοῦ προήκατο ὁ Χριστός;

Ἄκουε ταῦτα Παύλου λέγοντος ὅτι Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάσσων ἡ βλάβη τῆς παρ’ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων· ἐκείνη μὲν γὰρ καὶ λαμπροτέραν ἐργάζεται, αὕτη δὲ ταύτην καὶ παρὰ τοῖς ἐχθροῖς καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεμεῖται· μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι παρ’ αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας, ἀκρίτους τούτους μεταβαλλομένους, ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι· ταῦτά μοι πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν.» Καὶ ταῦτα μὲν ὁ διδάσκαλος.

ηʹ. Εἰ δὲ ὁμολογοῦσιν εἰδωλολατρῆσαι πρὸ τοῦ παρόντος καιροῦ, ὡς εἰδωλολάτραι κρινέσθωσαν, καὶ ἔστωσαν κατηχούμενοι, καὶ μετὰ Χριστιανῶν μὴ μιγνύσθωσαν· ἀρκέσει γὰρ αὐτοῖς καὶ τοῦτο εἰ μεταμεληθεῖεν ἐφ’ οἷς ἀβούλως ἐμελέτησάν τε καὶ ἔπραξαν· ὥσπερ εἰ μὴ τὰ κατ’ αὐτοὺς οἰκονομηθῆναι, καὶ τὴν μετάνοιαν αὐτῶν παρὰ τῇ Ἐκκλησίᾳ δεχθῆναι· εἰ δὲ διαμένουσιν ἐν τῇ αὐτῇ αἱρέσει, καὶ ἵσως καὶ ἑτέρους τινὰς ἀμαθεστέρους καὶ ἁπλουστέρους δυνηθῶσιν ἀποβουκολῆσαι, κἂν ὀχλαγωγήσωσι καὶ πλῆθος συνάγωσιν, ἔξω τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλων εἰσίν· εἰ δὲ καὶ πάνυ ὀλίγοι ἐν τῇ ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ διαμείνωσιν, οὗτοί εἰσιν Ἐκκλησία, καὶ τὸ κῦρος καὶ ἡ προστασία τῶν ἐκκλησιαστικῶν θεσμῶν ἐν αὐτοῖς κεῖται· κἂν κακοπαθῆσαι αὐτοῖς ὑπὲρ τῆς εὐσεβείας δεήσοι· ὅπερ ἐστὶν εἰς καύχημα αἰώνιον, καὶ ψυχικῆς σωτηρίας πρόξενον· ὅτι οὐδὲ συζητήσεις περὶ τῶν ἱερῶν εἰκόνων ποιεῖσθαι δεῖ· οὐ γὰρ προσφάτως ἀνεφύη τὸ περὶ αὐτῶν δόγμα, ἀλλ’ ἐκ πλείονος χρόνου ζητηθέν, τὴν κύρωσιν παρὰ τῆς συνόδου ἔλαβε· καὶ πᾶν γὰρ ζήτημα δογματικὸν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἀναφυέν, μετὰ ζήτησιν συνοδικὴν καὶ ἐκφώνησιν πέπαυται, ἀμφιβολίαν δὲ τὴν οἱανοῦν οὐκ ἐπιδέχεται· οὕτως γὰρ ἐπὶ τῶν λοιπῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων γέγονε.