Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Υπεράσπιση των συνοδικών αποφάσεων και πατερικές μαρτυρίες

Αναίρεση των ασεβών συγγραμμάτων, επικύρωση της αυθεντίας των κανόνων της Έκτης και της Πενθέκτης Συνόδου, και παράθεση της πατερικής παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 5

θʹ.

Περὶ δὲ τῶν ἀσεβῶς δογματισθέντων παρὰ τοῦ Κωνσταντίνου, καλῶς ἔχειν δοκεῖ μὴ ἐξεῖναι ἐκκλησιαστικῷ ἀνθρώπῳ εἰς ἐξέτασιν καὶ δοκιμασίαν αὐτοῦ ἔρχεσθαι· τῶν γὰρ ἐν τοῖς ἀνοσίοις συγγράμμασιν αὐτοῦ ἐμφερομένων χρήσεων, τὰς μὲν τῶν αἱρετικῶν οὔσας, παντελῶς ἀποπέμπεσθαι· τὰς δὲ οὐκ εὐαγῶς ὑπ’ αὐτοῦ νοηθείσας, ἀπράκτους καὶ ἀργὰς ἀποφαίνειν· ἐὰν δὲ ἐκ τούτων τῶν χρήσεων, τινὰ βιβλία πρακτικὰ εὑρέθησαν περὶ εἰκόνων τι διαγορεύοντα, διὰ τὴν εἰς τὸν εὐσεβέστατον βασιλέα ἡμῶν πληροφορίαν, δέχεσθαι ταῦτα τὴν Ἐκκλησίαν καὶ ἐπιλύεσθαι· εἰ δὲ οὐκ ἐξαρκέσει τὰ τῆς πληροφορίας διὰ τῶν ἐν τῇ Ἐκκλησίᾳ ἱερατικῶν ἀνδρῶν, οὗτοι τῷ ἐκκλησιαστικῷ ἔθει καὶ κανόνι ἐπερειδόμενοι, σύνοδον οἰκουμενικὴν ἀποκαλοῦνται· ὥστε τοὺς τῶν λοιπῶν θρόνων ἀρχιερεῖς καὶ ἱερεῖς ἐπὶ τῇ τῶν τοιούτων βιβλίων ἐξετάσει καὶ δοκιμασίᾳ, καὶ τὰ δοκοῦντα ἐπινεύσει τοῦ θείου Πνεύματος περὶ αὐτῶν ἐκφωνηθῆναι· ὅτι ἀναγκαίως καὶ νῦν φυλάττονται καὶ κρατοῦνται οἱ τῆς ἁγίας ϛʹ συνόδου κανόνες, οὓς ἀφ’ οὗ χάριτι τοῦ θείου Πνεύματος ἐξεφωνήθησαν, ἡ Ἐκκλησία παραλαβοῦσα δι’ αὐτῶν τὰ τῶν ἱερέων μετέρχεται κρίματα· ὑπὲρ γὰρ τὰ ἑκατὸν εἴκοσι ἕτη ἐν αὐτῇ διαπρέπουσιν οἱ τοιοῦτοι κανόνες, ὡς εἰ μὴ ἐν τῇ Ἐκκλησίᾳ ἐχρημάτιζον, πλείστην ὅσην ζημίαν ὑπέμενεν, οὐκ ὀλίγων σφαλμάτων ἐν τῇ ἱερωσύνῃ ἀνευθύνων διαμενόντων· καὶ τὸ ἀξιόχρεων τῶν ἐκθεμένων αὐτοὺς τό τε πλῆθος καὶ τὸ ἀξιόπιστον τῶν προσώπων πᾶσι Χριστιανοῖς ἐμφανὲς καθίσταται· οἵ τε γὰρ κατὰ τὸν χρόνον ἐκεῖνον ἱερώτατοι πατριάρχαι, καὶ ἕτεροι ἕως τῶν διακοσίων καὶ τεσσαράκοντα ἐπισκόπων, οἰκείους κανόνας ἐκφωνήσαντες διὰ τῶν οἰκείων ὑπογραφῶν δηλοῦνται· οἷς σύμψηφος καὶ συνεργὸς γεγονὼς ὁ τηνικαῦτα βασιλεὺς Ἰουστινιανός, καὶ αὐτὸς περὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἡμῶν θρησκείαν εὐσεβῶν, διὰ τῆς ἰδίας ὑπογραφῆς δείκνυται.

ιʹ. Πῶς οὖν [οὐ] βλάσφημον, καὶ παράνομον, τὴν τοσαύτην τῶν ἱερέων πληθὺν μὴ ἀποδέχεσθαι, καὶ ἀντὶ ἑνὸς ἱστορικοῦ λογίζεσθαι; τὰ γὰρ πρὸ αὐτῆς γεγονότα ἱστοροῦντες λέγουσιν, ὅτι σεπταὶ ὑπῆρχον αἱ εἰκόνες, καὶ ὅτι Χριστιανοὶ κατησπάζοντο αὐτάς· οὐ γὰρ ἴδιον τότε τύπον παρέδωκαν, ἀλλὰ τὰ ἱστορούμενα καὶ ἐζωγραφημένα καθορῶντες, περὶ αὐτῶν ἐξεφώνησαν, οἰκοδομὴν τῆς Ἐκκλησίας καὶ τῆς χάριτος πλατυσμὸν καὶ προτίμησιν· καὶ ἐμφανίζουσι τοῦτο οἱ προάγοντες θρόνοι. καὶ οἱ κατ’ αὐτοὺς βασιλεῖς καὶ ἱερεῖς ὁμοίως δοξάζοντες· εἰ δὲ λέγουσί τινες κενοφωνοῦντες, ὅτι μετὰ χρόνους τινὰς τῆς ἕκτης συνόδου γέγονεν ἡ τῶν κανόνων τούτων ἐκφώνησις, οὐδεὶς περὶ τοῦτο τῆς Ἐκκλησίας λόγος διαπίπτει· οὐδὲ γὰρ ὁ ἐν τῷ μεταξὺ χρόνος κωλύει αὐτοὺς καλεῖσθαι κανόνας τῆς ἕκτης συνόδου· τὸ γὰρ αἴτιον τῆς τούτων ἀθροίσεως γέγονεν, ἐπειδὴ οὔτε ἡ ἁγία εʹ σύνοδος, οὔτε αὐτὴ ἡ ϛʹ κανόνας ἐξέθεντο· διὰ τοῦτο χρησίμως καὶ ἀναγκαίως συνήχθησαν, καὶ τούτους ἐξεφώνησαν, πρὸς κοινὸν τῆς Ἐκκλησίας ὄφελος· οὐδὲν δὲ οὔτε τῷ ἀριθμῷ οὔτε τῇ ἀξίᾳ ἐλλείπουσι, ἀλλὰ πλεονάζουσιν· ἐν γὰρ τῇ ϛʹ ἁγίᾳ συνόδῳ περὶ τοὺς ἑκατὸν ἑβδομήκοντα ὑπῆρχον Πατέρες, ἐν δὲ τῇ τῶν κανόνων ἐκθέσει, διακόσιοι τεσσαράκοντα.

ιαʹ. Ὅτι καὶ περὶ τῆς προσκυνήσεως τῶν ἱερῶν εἰκόνων χρήσεις πολλαὶ προσηνέχθησαν τῷ εὐσεβεῖ ἡμῶν βασιλεῖ τῶν ἁγίων Πατέρων, δι’ ὧν ἔδει τὴν πληροφορίαν πᾶσι τοῖς ἐντυγχάνουσιν ἀνενδοίαστον γενέσθαι, ὧν τὰ ὁλόκληρα βιβλία ἡ σύνοδος εἶχεν, ὡς οἱ τῶν εὑρεθέντων ἐν αὐτῇ περιόντες σὺν τῇ ἀληθείᾳ μαρτυροῦσιν.