Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Χριστολογική θεμελίωση των εικόνων και έκκληση για νέα σύνοδο

Έλεγχος των χριστολογικών κακοδοξιών του Ευσεβίου Παμφίλου, ανασκευή των δοκητικών αντιλήψεων υπέρ του περιγραπτού του Χριστού και αίτημα συγκλήσεως συνόδου για την ειρήνευση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 5

Ὅτι δὲ ὁ Παμφίλου Εὐσέβιος ἐν πολλοῖς συγγράμμασιν αὐτοῦ δείκνυται Ἀρειανὸς γνήσιος, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἐπιστολῇ αὐτοῦ, ἐν ᾗ τὴν τῶν ἱερῶν εἰκόνων ἀπαγόρευσιν ποιεῖται, εὑρίσκεται σαφῶς τὸν Υἱὸν τοῦ Θεοῦ δεύτερον λέγειν Θεὸν καὶ κτίσμα καὶ ὑπηρέτην τοῦ Πατρός· ὡσαύτως δὲ καὶ τὴν ἀνθρωπίνην μορφήν, ἣν ἔλαβεν ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὑπὲρ ἡμῶν ἀνακεκρᾶσθαι τῇ κατ’ αὐτὸν θεότητι, καὶ μεταβεβλῆσθαι ὅλην δι’ ὅλου δοξάζει· ἅπερ εἰσὶν ἐναντία παντάπασιν τῷ τῆς καθολικῆς Ἐκκλησίας φρονήματι· φαίνεται δὲ καὶ μετὰ χρόνους τινὰς τοῦ θανάτου αὐτοῦ παρά τινων Πατέρων συνοδικῶς ὡς Ἀρειανὸς τῆς Ἐκκλησίας ἐκβαλλόμενος, μετὰ ἑτέρων ὁμοίως αἱρετικῶν, ἐπιτιμηθέντων καὶ τῶν τὰς μνήμας αὐτῶν ἐπιτελούντων, Κρινάτω οὖν πᾶς Χριστιανὸς τῶν ὀρθοδοξούντων εἰ δεκτός ἐστιν ἐν τῇ Ἐκκλησίᾳ οὗτος τὰς τοιαύτας βλασφημίας κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τοῦ Θεοῦ ἐκχέων· εἰ δέ τι καὶ ἐπαινεῖται, καθάπερ Ὠριγένης καὶ ἄλλοι πολλοὶ τῶν ἕξω τῆς Ἐκκλησίας ὄντων· τούτων οὕτως ἐχόντων, οὐδεὶς τῶν εὖ φρονούντων οὔτε ἀπορίαν καταψηφιεῖται τῆς Ἐκκλησίας, οὔτε ἔγκλημα καὶ ἁμάρτημα ἐπὶ τὰς κεφαλὰς τῶν ἑαυτοὺς ἑκουσίως τῆς Ἐκκλησίας ἀποσχιζόντων· εἰ Θεοῦ συγχωρήσει ἐπιμένοι τὰ τῆς διαστάσεως κατὰ τὸν ἑαυτοῦ θεσμὸν καὶ κανόνα· ὡς δ’ ἀνωτέρω ἐλέχθη, σύνοδον οἰκουμενικὴν ἐπικαλεῖται ἡ Ἐκκλησία πρὸς τὸ πᾶσαν φιλονεικίαν ἐκποδὼν γενέσθαι, καὶ τὴν εἰρήνην χάριτι καὶ εὐδοκίᾳ Θεοῦ βραβευθῆναι ἐν αὐτῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΕΤΕΡΑ ΑΠΟΔΕΙΞΙΣ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΕΙΚΟΝΩΝ. Τὸν ἕνα Χριστὸν ὁμολογοῦμεν ἀόρατον καὶ ὁρατόν, ἀκατάληπτον καὶ καταληπτόν, ἀπερίγραπτον καὶ περιγραπτόν, ἀπαθῆ τε καὶ παθητόν, ἄγραπτον καὶ γραπτόν· καὶ ἀναθεματίζομεν τοὺς ἐναντίον φρονοῦντας, ὁμόφρονας καὶ συνίστορας, ὑφ’ ὧν ὁ τῆς θείας ἐνανθρωπήσεως λόγος κατὰ φαντασίαν γεγονέναι καὶ δόκησιν ἐδοξάζετο· διὰ τῆς ἀναιρέσεως τῆς εἰκόνος τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν, ἐναναιρουμένης καὶ τῆς ἀληθεστάτης αὐτοῦ καὶ θεοφόρου σαρκὸς καὶ μορφῆς· διχῶς γὰρ νοούμενον πᾶν τὸ μηδαμῶς εἰκονίζεσθαι πεφυκός, ἢ ὡς μὴ ὄν, ἢ ὡς ὂν μέν, ἥκιστα δὲ καταλαμβανόμενον, ὡς ἀόρατόν τε καὶ κρύφιον, ὁπότερον ἄν τις ἐπὶ Χριστοῦ τοῦ πάντων ἡμῶν Θεοῦ καὶ Σωτῆρος δοξάσει, οὐκ ἀσεβὴς φωραθήσεται προδηλότατον;

Τὸ μὲν γάρ, τὸ μὴ γεγονέναι κατὰ ἀλήθειαν ἄνθρωπον τὸν Ἐμμανουὴλ διαδείκνυσι· τὸ δέ, γεγονέναι μέν, ἐξεστηκέναι δὲ τῶν ἀνθρωπίνων ἰδιοτήτων, καὶ τὴν προσληφθεῖσαν ἀποβαλέσθαι σάρκα, καὶ πρὸς τὴν θείαν ἀκαταληψίαν, πάντη τε καὶ αὖθις ἀναδραμεῖν· ὅπερ ἀλλότριόν ἐστι πασῶν τῶν θεοπνεύστων Γραφῶν, αἳ καὶ πάλιν αὐτὸν ἐληλυθέναι [φασὶ] κριτὴν δηλονότι τῶν ὅλων κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως θεαθησόμενον, ὃν τρόπον ἐθεάθη τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀποστόλοις εἰς οὐρανοὺς ἀναλαμβανόμενος· τῆς δὲ Μανιχαϊκῆς δόξης καὶ δυσσεβείας τὸ τοιοῦτόν ἐστιν ἀνάμεστον φρενοβλαβοῦς· καὶ περὶ αὐτοῦ τὸ τοῦ θείου Δαβὶδ προσφθέγγεται λόγιον τὸ φάσκον, Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, τὴν ἀποβολὴν καὶ ἀπόθεσιν αἰνιττόμενον τοῦ Κυριακοῦ δηλαδὴ καὶ θεοφόρου σώματος.