Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η δεύτερη βασιλεία του Ιουστινιανού Β' και η κρίση έως την ανάρρηση του Λέοντος Γ'

Η ανακατάληψη του θρόνου από τον Ιουστινιανό Β', η πτώση και η θανάτωσή του, καθώς και οι βραχύβιες βασιλείες του Φιλιππικού, του Αναστασίου Β' και του Θεοδοσίου Γ'.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 8

Ἡράκλειον δὲ τὸν ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον δὲ συλλαβὼν ἕβδομον ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα, ἔτι δὲ καὶ Λεόντιον σιδήροις πεδήσας κατέσχεν ἐν εἱρκτῇ· μετὰ δὲ ταῦτα ἱππικὸν ἐπιτελέσας ἀγῶνα, θάτερον μὲν ἐκ δεξιῶν θάτερον δὲ ἐξ ἀριστερῶν πρὸς τοῖς ποσὶν αὐτοῦ πατεῖσθαι ῥίψας ἐπὶ ὥρας βραχείας, μετὰ ταῦτα ἐκπέμπει ἐν τῷ καλουμένῳ Κυνηγίῳ τμηθῆναι τὰς κεφαλάς. τὸν δὲ Βουλγάρων ἄρχοντα Τέρβελιν ἔξω τείχους Βλαχερνῶν σκηνούμενον πολλὰ φιλοφρονησάμενος, τέλος παραγενόμενον πρὸς αὐτὸν χλανίδα τε περιβάλλει βασιλικὴν καὶ Καίσαρα ἀναγορεύει, καὶ συμπάρεδρον ποιησάμενος προσκυνεῖσθαι σὺν αὐτῷ ὑπὸ τοῦ λαοῦ ἐκέλευε, καὶ πλεῖστα παρασχόμενος δῶρα πρὸς τὰ ἑαυτοῦ ἐξέπεμπε. Καλλίνικον δὲ τὸν τῆς πόλεως ἱεράρχην, ὡς δυσφημήσαντα αὐτὸν ἐπὶ τῇ τοῦ Λεοντίου ἀναγορεύσει, τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξέπεμψε, Κῦρον ἀντ᾽ αὐτοῦ εἰς τὴν ἱερωσύνην προχειρισάμενος τὸν ἐν Ἀμάστριδι ἐγκλειστὸν γενόμενον, προσημάναντα αὐτῷ ἐκεῖσε παριόντι τὴν τῆς δευτέρας βασιλείας κατάστασιν.

πολύν τε φόνον καὶ κάκωσιν ἐν τοῖς ὑπηκόοις ἐποιεῖτο· τοὺς μὲν γὰρ εἰς ἄρχοντας προβαλλόμενος αὐτίκα ἑτέρους ὄπισθεν ἐκπέμπων ἀνῄρει, οὓς δὲ ἐν δείπνῳ συγκαλῶν δόλῳ ἀπέκτεινεν, ἄλλους ἐν τῷ βυθῷ σάκκοις ἐμβαλὼν ἀπέρριπτε, καὶ συνελόντα εἰπεῖν, ὠμότητι πολλῇ καὶ θηριώδει γνώμῃ πρὸς τὸ ὑπήκοον διακείμενος. ἐν τούτοις δὲ μεταστέλλεται ἀπὸ Χαζαρίας Θεοδώραν τὴν ἑαυτοῦ γαμετὴν καὶ Τιβέριον τὸν ἐξ αὐτῆς τεχθέντα αὐτῷ υἱόν, καὶ στέφει αὐτοὺς εἰς βασιλέας. μετὰ τοῦτο λύει τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην, καὶ στρατεύματα πλεῖστα διά τε γῆς καὶ θαλάσσης πρὸς τοῖς Θρᾳκῴοις μέρεσι διαγαγὼν πρὸς τῇ Ἀγχιάλῳ πόλει ὡς πολεμήσων αὐτοὺς παραγίνεται. ἀφυλάκτως δὲ τοῦ λαοῦ πρὸς τὰ ἐκεῖσε πεδία ἐπὶ κομιδῇ χόρτου σκεδαννυμένου ἐπιπίπτουσιν ἀθρόως οἱ Βούλγαροι καὶ πολλοὺς αὐτῶν διαφθείρουσι, πολλοὺς δὲ καὶ αἰχμαλώτους εἷλον. καὶ Ἰουστινιανῷ ἐν τῇ πόλει Ἀγχιάλῳ ἀπολειφθέντι ἐπὶ τρισὶν ἡμέραις προσεδρεύουσιν. ὁ δὲ νυκτὸς ναυσὶν ἐπιβὰς φυγῇ ἐκεῖθεν ἀπέπλευσε καὶ εἰς Βυζάντιον ἐπανάγεται.

Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διάλεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσοντας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συνάψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰουστινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέλευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ᾽ αὐτῶν, καὶ τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον. ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες, ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν Σαρακηνῶν ἤθη ἀπῴχοντο.

ἐξ ἐκείνου λοιπὸν πλείστη τοῖς ἐχθροῖς παρρησία ἐδέδοτο ἀδεῶς τὰς Ῥωμαίων καταληΐζεσθαι χώρας, οὐδενὸς τούτοις ἰσχύοντος ἀντιτάττεσθαι, καί τινα τούτων ἀποδασμὸν εἰς τριάκοντα ἄνδρας περιιστάμενον ἄχρι Χρυσοπόλεως κατελθεῖν (παραθαλάσσιον χωρίον ἀντικρὺ Βυζαντίου πρὸς ἥλιον ἀνίσχοντα ἱδρυμένον), καὶ τοὺς μὲν αὐτόσε οἰκήτορας ἀποσφάξαι, τὰς δὲ πορθμίδας ἐμπρῆσαι ναῦς.

Ἰουστινιανὸς δὲ ἐν μνήμῃ ἔχων περὶ τῆς γενομένης αὐτῷ πρὸς Ἀψίμαρον παρὰ τῶν ἐν Χερσῶνι διαβολῆς, ναῦς πολὺ πλείστας καὶ διαφόρους συναγείρας, ἐμβιβάσας παρ᾽ αὐτοῦ ἄχρις εἰς ἑκατὸν χιλιάδας ἀριθμὸν ἀνδρῶν, εἰδότας ἔκ τε τῶν στρατιωτικῶν καταλόγων, ἔτι δὲ καὶ τοῦ γεωργικοῦ καὶ τῶν βαναυσικῶν τεχνῶν τῶν τε ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοῦ τῆς πόλεως δήμου, Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺς τῶν ἄλλων ἀρχοντιῶν λαοὺς ξίφεσιν ἀνηλωκέναι, Ἡλίαν δὲ τὸν αὐτοῦ δορυφόρον σὺν αὐτῷ ἀπιόντα ἄρχοντα Χερσῶνος ἐγκαταστῆσαι, ἔτι δὲ καὶ Βαρδάνην Ἀρμένιον τῷ γένει ἐξόριστον ἐκεῖσε καταλιπεῖν.

Στέφανος δὲ διὰ τῆς Ποντικῆς θαλάσσης πρὸς τὰ ἐκεῖσε περαιωθεὶς τὰ προστεταγμένα ἐπλήρου, μειράκιά τινα ὀλίγα τῷ συνόντι αὐτῷ λαῷ ὡς δῆθεν αἰχμάλωτα περιποιήσας. Τονδοῦνον δὲ τὸν Χερσῶνος ἄρχοντα καὶ Ζωῗλον πρωτοπολίτην λεγόμενον καὶ ἑτέρους ἄνδρας τεσσαράκοντα τῶν ἐμφανεστέρων δεσμώτας σὺν γυναιξὶ καὶ παισὶ πρὸς Ἰουστινιανὸν ἔπεμψεν, ἄλλους τε τῶν πρωτευόντων Χερσῶνος ἄνδρας ἑπτὰ ξυλίνοις ὀβελοῖς προσαρτήσας ἐπὶ πυρὸς διώπτησε. τοὺς δὲ τῶν ἑτέρων προστατεύοντας πολισμάτων ἄνδρας ἄχρι καὶ εἰς εἴκοσι ἀκατίῳ ἐμβαλὼν καὶ προσδήσας λίθους [τε] τούτῳ πλείστους τῷ βυθῷ παραδέδωκεν. Ἰουστινιανὸς δὲ φιλανθρωπότερον τὸν Στέφανον διατεθέντα παρὰ τὰ διατεταγμένα αὐτῷ νομίσας διὰ τὴν τῶν μειρακίων περιποίησιν, σπουδαιότερον ἐπανήκειν πρὸς αὐτὸν ἐκέλευσεν. αὐτὸς δὲ κατὰ τὰ προσταχθέντα ἐκεῖθεν ἀπάρας μηνὸς Ὀκτωβρίου ἐνισταμένου χειμῶνι μεγάλῳ καὶ ναυαγίῳ περιπίπτει, εἰς τρεῖς καὶ ἑβδομήκοντα χιλιάδας τῶν καταποντισθέντων ἀριθμηθέντων, ὧν τὰ πτώματα ἐξ Ἀμάστριδος πόλεως μέχρις Ἡρακλείας ὑπὸ τῆς θαλάσσης ἀπερρίπτετο. ἐφ᾽ οἷς οὐ λυπηθεὶς ἀλλὰ καὶ λίαν περιχαρὴς γενόμενος Ἰουστινιανὸς πάλιν βουλεύεται ἕτερον ἐκεῖσε ἐκπέμπειν στόλον.

οἱ δὲ τῶν χωρῶν τούτων ἄρχοντες τῆς φήμης αἰσθόμενοι ἑαυτοὺς ὅση δύναμις ἠσφαλίζοντο, πρὸς δὲ τοὺς Χαζάρεις διαπρεσβεύονται ὥστε ἐπὶ φυλακὴν τούτων λαὸν ἀποστέλλειν καὶ περισώζειν τοὺς ἐν αὐτοῖς περιλειφθέντας. ταῦτα Ἰουστινιανὸς μεμαθηκὼς Γεώργιον τὸν πατρίκιον ἀποστέλλει καὶ Ἰωάννην τὸν τῆς πόλεως ὕπαρχον σὺν ἑτέροις ἄρχουσι καὶ στρατῷ ἄχρι τριακοσίων ἀνδρῶν, παραδοὺς αὐτοῖς Τονδοῦνον καὶ Ζωῗλον, ὥστε ἀποκαταστῆσαι αὐτοὺς ταῖς οἰκείαις ἀρχαῖς, Ἡλίαν δὲ ἀγαγεῖν ὡς αὐτόν. τούτων ἐν Χερσῶνι παραγενομένων οἱ τῆς πόλεως μόνους Γεώργιον καὶ τοὺς σὺν αὐτῷ ἄρχοντας ἀξιοῦσιν ἐντὸς γενέσθαι τῆς πόλεως· οὗ γεγονότος τὰς μὲν πύλας ἐπ᾽ αὐτοῖς ἔκλεισαν, Γεώργιον δὲ καὶ Ἰωάννην ξίφει ἀναιροῦσι. τοὺς δὲ ἔξω τοῦ τείχους ἀπολειφθέντας στρατιώτας, ἔτι δὲ καὶ Τονδοῦνον καὶ Ζωῗλον τοῖς ἐκεῖσε προσεδρεύουσι Χαζάροις παραδόντες τῷ χαγάνῳ παρέπεμψαν, οὓς παραλαβόντες οἱ Χάζαροι κατὰ τὴν ὁδὸν ἔκτεινον. οἱ δὲ τῆς πόλεως Χερσῶνος Ἰουστινιανὸν μὲν αἰσχρῶς δυσφημήσαντες καθύβριζον, Βαρδάνην δὲ τὸν ἐκεῖσε ὄντα ἐξόριστον ὡς βασιλέα εὐφήμουν. τούτων αἰσθόμενος Ἰουστινιανὸς καὶ μείζονι θυμῷ ἐξαπτόμενος τὰ μὲν Ἡλία τέκνα τῷ μητρῴῳ κόλπῳ φερόμενα ἀναλίσκει, τὴν δὲ αὐτοῦ γυναῖκα τῷ ἰδίῳ μαγείρῳ ζευχθῆναι ἠνάγκασεν, Ἰνδῷ τῷ γένει καὶ ὅλῳ δυσειδεῖ τυγχάνοντι.

ἕτερον δὲ πάλιν μέγαν στόλον ἀποστέλλει, ἡγεῖσθαι τούτου προχειρισάμενος Μαῦρον τὸν πατρίκιον, προστάξας τὴν μὲν πόλιν Χερσῶνος καταστρέψασθαι καὶ ἅπαντας τοὺς ἐν αὐτῇ ἀφειδῶς κατακτεῖναι. ὁ δὲ πρὸς Χερσῶνα περαιωθεὶς τοῦ ἔργου εἴχετο. λαοῦ δὲ Χαζάρων ἐξαπιναίως ἐπιπεσόντος ἡ μὲν πόλις περιεσώζετο, Βαρδάνης δὲ ὡς τὸν κύριον τῶν Χαζάρων φυγὰς ᾤχετο. Μαῦρος δὲ ὁ πατρίκιος πρὸς μὲν τὴν πολιορκίαν ἀμηχανήσας, παλινοστεῖν δὲ πρὸς Ἰουστινιανὸν δεδιώς, συμφρονεῖ τῇ πόλει Χερσωνιτῶν. καὶ Ἰουστινιανὸν μὲν ἀπηναίνοντο, Βαρδάνην δὲ ὡς βασιλέα εὐφήμουν, Φιλιππικὸν αὐτὸν μετονομάσαντες. καὶ πρὸς τὸν Χάζαρον διαπρεσβεύονται τοῦτον ὡς αὐτοὺς ἀπεσταλκέναι. ὁ δὲ ὅρκοις ἐμπεδοῖ τὸ Ῥωμαϊκὸν πλῆθος περὶ τῆς Βαρδάνου σωτηρίας χρήματα αὐτοὺς πραξάμενος, κατ᾽ ἄνδρα ἑκατὸν νομίσματα εἰληφώς. Ἰουστινιανὸς δὲ χρόνου παρερχομένου ὑπώπτευεν ὡς καὶ παρ᾽ αὐτῶν ἠθετημένος εἴη. διὰ τοῦτο αἱρεῖται Τέρβελιν τὸν ἄρχοντα τῶν Βουλγάρων καὶ τηνικαῦτα συμμαχεῖν αὐτῷ. ὁ δὲ πέμπει πρὸς αὐτὸν ἄνδρας ὡς τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ Δαματρῦ ἱδρύσασθαι παρεκέλευεν.

αὐτὸς δὲ τούς τε ἄρχοντας ἑαυτοῦ καὶ στρατὸν ὁπλίτην ἕτερον παραλαβὼν πρὸς τοῖς Ποντικοῖς ἐξέδραμε χωρίοις, ἄχρι παραθαλασσίου κώμης Γιγγιλίσσου ὀνομαζομένης, ὥστε ἀναμανθάνειν οἷα τὰ ἐν Χερσῶνι αὐτῷ πεπραγμάτευτο. ἐπὶ χρόνον δέ τινα ἐκεῖσε διατρίψας καὶ θεασάμενος τὸν τοιοῦτον στόλον σὺν τῷ Φιλιππικῷ βασιλεύοντι πρὸς Βυζάντιον καταίροντα, πρὸς τὸν καταλειφθέντα αὐτῷ λαὸν κατὰ τὸν Δαματρὺν παλινοστεῖ. Φιλιππικὸς δὲ πολέμου ἐκτὸς εἰς τὴν πόλιν εἰσῄει, καὶ αὐτίκα Ἡλίαν σὺν ὁπλίτῃ λαῷ κατὰ Ἰουστινιανοῦ ἀποστέλλει. καὶ αὐτὸς τῷ μὲν συνόντι Ἰουστινιανῷ πλήθει ὅρκοις τὰ τῆς σωτηρίας ἐβεβαίωσε καὶ τὸν τῶν Βουλγάρων λαὸν σώους ἐπανήκειν ὑπέσχετο, αὐτοῦ δὲ Ἰουστινιανοῦ τὴν κεφαλὴν ἐκτέμνει, ἤδη ἔτος ἕκτον ἀνύσαντος ἐν τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ, καὶ πρὸς Φιλιππικὸν ἐκπέμπει. ὁ δὲ ταύτην δεξάμενος πρὸς τοῖς ἑσπερίοις τόποις ἄχρι Ῥώμης ἀπέστελλε. Μαῦρον δὲ τὸν πατρίκιον καὶ Ἰωάννην τὸν βασιλικὸν δορυφόρον, ἐπίκλην Στροῦθον, κατὰ Τιβερίου τοῦ υἱοῦ Ἰουστινιανοῦ ἐξέπεμψεν, ὃν καταλαμβάνουσιν ἐν τῷ θυσιαστηρίῳ καταφυγόντα τοῦ ἱεροῦ τῆς πανάγνου θεομήτορος τοῦ ἐν Βλαχέρναις ὄντος, ἐν ᾧ εἰσπηδήσας Ἰωάννης ἀφέλκεται τῆς ἱερᾶς ἐξημμένον τραπέζης, μήτε τὰ ἐκ τοῦ θυσιαστηρίου εὐλαβηθεὶς μήτε τοῖς πολλοῖς δάκρυσιν Ἀναστασίας τῆς αὐτοῦ μάμμης εἴξας· παρῆν γὰρ καὶ αὐτὴ τῷ ἐγγόνῳ συγκινδυνεύουσα.

καὶ τοῦτον εἰς τὴν τοῦ ὑπερκειμένου τείχους τὴν καλουμένην τῶν Καλλινίκων ζῴου ἀλόγου δίκην μαχαίρᾳ ἀποσφάττουσιν, ἐν τῷ ἱερῷ τῶν θείων Ἀναργύρων τῶν καλουμένων τῶν Παυλίνης ταφῆναι προστάξαντες. μεθ᾽ ὃν συλλαμβάνονται καὶ Βαρασβακούριον καὶ τοὺς λοιποὺς Ἰουστινιανοῦ ἄρχοντας, καὶ πάντας ξίφει ἀναιροῦσι.

Φιλιππικὸς δὲ ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια διέπων ἐφαίνετο, τοὺς δὲ ἐν τῇ ἕκτῃ οἰκουμενικῇ συνόδῳ πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ᾽ αὐτῶν ἐνθέως δογματισθέντα δύο τοῦ σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ ἀποδεχόμενος, συλλήπτορα εὑρίσκων Ἰωάννην τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους.

Ἐν τούτοις τῶν Βουλγάρων ὁπλίτης ὅμιλος ἀθρόως τοὺς ἐν τῷ Θρᾳκικῷ Βοσπόρῳ οἰκοῦντας ἐπεισπίπτει· καὶ λαὸν πλεῖστον τῶν ἐγχωρίων καὶ τῶν ἐκ Βυζαντίου διαπερώντων τέρψεως καὶ ἡδυπαθείας ἕνεκεν ἀναιροῦσιν, ἄλλους τε ᾐχμαλώτευσαν καὶ ἄργυρον ὡς πλεῖστον καὶ σκεύη οὐκ ὀλίγα παρ᾽ αὐτῶν προσκτησάμενοι· ἀδείας δὲ αὐτοῖς προσγενομένης καὶ πρὸς τῷ χερσαίῳ τείχει τῆς πόλεως σκεδάννυνται, ἄχρι καὶ τῆς Χρυσῆς καλουμένης πύλης προεκδραμόντες. ἐκεῖθεν ὑπονοστήσαντες πολλὰ τὰ ἐπὶ Θρᾴκης χωρία καταληΐζονται. μετὰ δὲ ταῦτα καὶ τὸ τῶν Σαρακηνῶν ἔθνος τὴν Ῥωμαίων κατέθεον χώραν, καὶ τὰ πλεῖστα μέρη διεκτρέχοντες πλείστην ὅσην βλάβην ἀνθρώπων τε καὶ κτηνῶν ἐποιοῦντο, τήν τε Μήδειαν καὶ ἕτερα πολίσματα συμπαραλαμβάνουσι. Φιλιππικὸς δὲ γενέθλιον τῆς πόλεως ἡμέραν ἐπιτελέσας καὶ ἁμιλλητήριον τῶν ἵππων ἀγῶνα ἐπιδειξάμενος, εἶτα τοῖς φίλοις συμποσιάσας εἰς ὕπνον κατὰ τὸν μεσημβρινὸν τῆς ἡμέρας καιρὸν ἐτράπετο. συμβαίνει δέ γε αὐτῷ τὰ τῆς ἐπιβουλῆς ἐντεῦθεν.

Γεώργιός τις ὄνομα, τὸ ἐπίκλην Βούραφος, πατρίκιος τυγχάνων καὶ τοῦ Ὀψικίου στρατοῦ ἡγούμενος, πρὸς τῇ Θρᾴκῃ τηνικαῦτα ἐπιδημῶν φυλακῆς ἕνεκα τῆς χώρας διὰ τὴν τῶν Βουλγάρων καταδρομήν, γνώμῃ Θεοδώρου τοῦ πατρικίου τὸ ἐπίκλην Μυακίου πέμπει τῶν ὑπηρετῶν τινά, Ῥοῦφον ὄνομα, σὺν ὀλίγοις στρατιώταις πρὸς τὸ Βυζάντιον τὰ πρὸς τὴν Φιλιππικοῦ ἐπιβουλὴν ἐπιτελέσοντας· ὃς ἀθρόως κατὰ τὰ βασίλεια ἐπεισπίπτει, καὶ τὸν βασιλέα καθεύδοντα καταλαβὼν ἐξανίστησί τε τοῦ ὕπνου καὶ πρὸς τὸν τοῦ ἱπποδρομίου ἐξάγει χῶρον κἀκεῖσε αὐτοῦ τὰς ὄψεις ἀπετύφλωσε, δεύτερον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰς βασιλέα Ἀρτέμιον Φιλιππικοῦ γραμματέα τυγχάνοντα, οὓς τῇ Ἰταλῶν φωνῇ καλοῦσιν ἀσηκρῆτις, ἐπονομάσαντες αὐτὸν Ἀναστάσιον. ὀλίγων δὲ ἡμερῶν διελθουσῶν τυφλοῦσι Θεόδωρον τὸν πατρίκιον, ὡσαύτως καὶ Γεώργιον, καὶ τοῦτον ἐξόριστον ἐν Θεσσαλονίκῃ πέμπουσιν.

Ἀναστάσιος δὲ δι᾽ ἐπιμελείας τὰ πολεμικὰ πράγματα εἶχε καὶ ἄρχοντας ἱκανοὺς πρὸς τὰς τούτων διοικήσεις καθίστη. αἰσθόμενος δὲ ὁ τῶν Σαρακηνῶν βασιλεὺς βουλὰς ἐκίνει ὡς κατὰ τῆς Ῥωμαίων χώρας στρατευσόμενος. ἀποστέλλει δὲ πρὸς αὐτὸν Δανιὴλ τὸν πατρίκιον 〈ἐκ〉 τῆς Σινωπιτῶν ὁρμώμενον πόλεως, ὕπαρχον τηνικαῦτα τῆς βασιλίδος ὑπάρχοντα, ὡς δῆθεν τὰ τῆς εἰρήνης ἐπικηρυκευσόμενον, τῷ ὄντι δὲ διοπτευσόμενον οἷα αὐτοῖς τὰ κατὰ Ῥωμαίων ἐξηρτύετο· ὃς ἐπανήκων ἐπήγγειλε μεγίστην ἔσεσθαι τοῦ ἔθνους διά τε ἱππικῶν καὶ πλοΐμων στρατευμάτων τῆς Ῥωμαϊκῆς πολιτείας καταδρομήν. ὁ δὲ ἀκούσας ἑκάστῳ τῶν ἐν τῇ πόλει † ὡς εἴ τις τῶν ἀναγκαίων εὐπορήσοι ἐπὶ τριετῆ χρόνον διαρκούντων αὐτῷ, μένειν, ὁ δὲ τούτων ὑστερῶν οὗ ἂν βούλοιτο ἀποτρέχειν. τὰ δὲ τείχη τῆς πόλεως ἐπιμελέστερον καινίζει καὶ τὰ πολεμητήρια ὄργανα διασκευάζει, πλεῖστα δαπανήματα τῇ πόλει ἀποθέμενος καὶ ἑτέροις οἷς ἀνῆκε πρὸς πολεμίων ἔφοδον ταύτην κατοχυρώσας. φήμης δὲ γενομένης ὡς ὁ τῶν Σαρακηνῶν στόλος ἀπὸ Ἀλεξάνδρου πόλεως ἐπὶ τὸν Φοίνικα παρεγένετο ναυπηγησίμης ξυλῆς κυπαρισσίνης ἕνεκεν, ἐκλέγεται σκάφη ταχυπλόϊμα, στρατόν τε ἐν αὐτοῖς ἐγκαταλέγει ἐκ τῶν τῆς χώρας τοῦ καλουμένου Ὀψικίου καὶ πρὸς τῇ νήσῳ τῇ Ῥόδῳ ἀποστέλλει. κἀκεῖσε ἀθροισθῆναι καὶ ἄλλα Ῥωμαϊκὰ πλόϊμα συνέταξε.

τούτοις ἡγεμόνα ἐφίστησιν Ἰωάννην διάκονον τῆς μεγάλης ἐκκλησίας καὶ τῶν δημοσίων φόρων λογιστήν, ὃν λογοθέτην γενικὸν οἶδε καλεῖν ἡ συνήθεια, ὑπάρχοντα ἔμφρονά τε καὶ ἔμπειρον καθιστάμενον, ὅστις τὸν ἅπαντα παρέλαβε στόλον. ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος καὶ τὰ ἐντεταλμένα ἀπαγγέλλων καταπειθεῖς εὕρισκε καὶ προθύμους πρὸς τὸν διάπλουν ὑπάρχοντας τοὺς συνειλεγμένους ἅπαντας. μόνοι δὲ οἱ παραγενόμενοι τοῦ Ὀψικίου στρατοῦ τὴν τοιαύτην ὁδοιπορίαν δεδοίκεσαν. στασιάζουσιν οὖν ἐξ αὐτοῦ, καὶ τὸν μὲν βασιλέα Ἀναστάσιον ἐδυσφήμουν, Ἰωάννην δὲ τὸν διάκονον ῥομφαίᾳ ἀναλίσκουσιν. ἐντεῦθεν λοιπὸν οἱ στόλοι σκεδάννυνται, καὶ πρὸς τὰ οἰκεῖα ἀπέπλευσαν ἕκαστοι. αὐτοὶ δὲ ἐπὶ τὴν ἑαυτῶν ἀνιόντες καὶ πρὸς τὸ Ἀδραμύντιον γενόμενοι ἐκεῖσε εὑρίσκουσι Θεοδόσιόν τινα ὄνομα, τῶν δημοσίων φόρων πράκτορα, ἀπράγμονά τινα καὶ ἰδιώτην τυγχάνοντα, καὶ πρὸς τὴν τῆς βασιλείας ἀξίαν προτρέπουσιν. ὁ δὲ φυγὰς ᾤχετο καὶ εἰς ὄρος κατεκρύπτετο. αὐτοὶ δὲ ἐπιδραμόντες καὶ βιασάμενοι βασιλέα τε ἀναγορεύουσι καὶ μεθ᾽ ἑαυτῶν ἄγουσι.

Ταῦτα Ἀναστάσιος μεμαθηκὼς τὸ μὲν Βυζάντιον ἤδη προκατοχυρώσας ἐν τῇ πόλει Νικαίας τῆς κατὰ Βιθυνίαν ἐξέρχεται, κἀκεῖσε ἑαυτὸν κατασφαλίζεται. ὁ δὲ μετὰ Θεοδοσίου στρατὸς συλλαβὼν ἅπαντα τὸν τοῦ Ὀψικίου στρατὸν καὶ πλεῖστα σκάφη ἐμπορικά, [καὶ] κατὰ τὸ ἤδη καὶ πρόσθεν εἰρημένον παραθαλασσίῳ χωρίῳ Χρυσοπόλεως παραγίνεται. ἐκεῖθέν τε ἐφ᾽ ἑκάστου τοῖς ἐκ τῆς πόλεως πόλεμον προσέβαλεν, ἐπὶ μησί τε ἓξ τὰ τῆς μάχης διήρκεσε. καὶ ὁ τοῦ Ἀναστασίου στόλος πρὸς τῷ Νεωρίῳ τῆς πόλεως καλουμένῳ λιμένι κατῇρε, ὁ δὲ τοῦ Θεοδοσίου στόλος ἀδείας ἐπιλαβόμενος διαπορθμεύεται πρὸς τὰ Θρᾳκῷα καὶ τούτων ἐκράτησεν. ἐπὶ προδοσίᾳ δέ τινας ὑποφθείραντες διὰ τῆς πύλης τῆς καλουμένης Βλαχερνῶν τὴν πόλιν εἷλον, καὶ νυκτὸς ἐπιγενομένης εἰς τοὺς οἴκους τῶν πολιτῶν εἰσδραμόντες μεγίστην αὐτοῖς βλάβην εἰργάζοντο. τοὺς δὲ ἐν αὐτῇ ἄρχοντας ἅμα Γερμανῷ τῷ τηνικαῦτα ἱεράρχῃ τῆς πόλεως ἀποστέλλει ὡς τὰ πεπραγμένα αὐτῷ πιστωσόμενος Ἀναστασίῳ. ὁ δὲ τούτους ἤδη λόγον ᾔτησεν ὡς μή τι κακὸν πάθῃ, καὶ τὸ μοναχικὸν περιβαλόμενος σχῆμα πρὸς Θεοδόσιον ᾤχετο· ὁ δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν.