Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ανάρρηση του Λέοντος Γ' και η πολιορκία της Κωνσταντινούπολης υπό των Σαρακηνών

Η αναγόρευση του Λέοντος Γ', η σωτηρία της πρωτεύουσας από την αραβική απειλή, οι εσωτερικές στάσεις, οι φυσικές καταστροφές και οι απαρχές της εικονομαχικής πολιτικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 8

Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βασιλείας καὶ τῆς πόλεως κατημελεῖτο καὶ διέπιπτε πράγματα, ἔτι μὴν καὶ ἡ τῶν λόγων ἠφανίζετο παίδευσις καὶ τὰ τακτικὰ διελύετο. ἐξ ὧν συνέβαινε καὶ τοὺς πολεμίους τῆς τῶν Ῥωμαίων κατατρέχειν ἀδεῶς πολιτείας, φόνοι τε πολλοὶ καὶ ἀπαγωγαὶ καὶ πόλεων ἁλώσεις. ἐντεῦθεν καὶ οἱ Σαρακηνοὶ ὁρμῶσι κατ᾽ αὐτῆς τῆς βασιλευούσης, διὰ τῆς ἠπείρου στέλλοντες ἐκ διαφόρων ἐθνῶν τῶν ὑπὸ χεῖρα ἱππικά τε καὶ πεζικὰ στρατεύματα ἀριθμοῦ κρείττονα. ὡσαύτως καὶ στόλον πολὺν ἀπέστειλαν ἄχρι καὶ εἰς χιλίας ὀκτακοσίας ναῦς, ἡγεμόνα τούτοις τινὰ καταστήσαντες Μασαλμᾶν τῇ σφῶν διαλέκτῳ καλούμενον. ταῦτα μαθόντες οἵ τε στρατιωτικοὶ καὶ πολιτικοὶ ἄρχοντες καὶ τὴν τοῦ Θεοδοσίου ἀπειρίαν, καὶ ὡς οὐχ ἱκανῶς ἔχει τὰ πρὸς τοὺς πολεμίους ἀντικαθίστασθαι, ἐφίστανται αὐτῷ παραινοῦντες τὴν βασιλείαν παραιτήσασθαι καὶ ἀβλαβῶς ἰδιωτεῦσαι. καὶ αὐτὸς ὑπεχώρει, ἐνιαυτὸν ἕνα ἐν τῇ βασιλείᾳ διαρκέσας. εἶτα εἰς ψῆφον ἐληλυθότων τοῦ βασιλεύσοντος ᾑρέθη Λέων ὁ πατρίκιος, τηνικαῦτα στρατηγὸς ὢν τοῦ τῶν ἀνατολικῶν λεγομένου στρατοῦ. καὶ ὡς ἦν ἔθος βασιλεῦσι, διὰ προπομπίου δοχῆς διὰ τῆς Χρυσῆς καλουμένης πύλης εἰς τὸ Βυζάντιον εἰσελαύνει, καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενος ἐκεῖσε τὸν τῆς βασιλείας ἀνεδήσατο στέφανον.

Ὁ δὲ τῶν Σαρακηνῶν λαὸς πλεῖστα τῶν Ῥωμαίων καθελὼν πολίσματα καταλαμβάνει τὴν Πέργαμον καλουμένην πόλιν, καὶ ἤδη τῆς πρὸς αὐτὴν πολιορκίας εἴχοντο. καὶ ταύτην αἱροῦσιν ἐξ αἰτίας τοιᾶσδε. ἔκ τινος δαιμονικῆς ἐπινοίας οἱ τῆς πόλεως ἔνδον πρωτοτόκον κόρην λαβόντες ἐγκυμονοῦσαν καὶ ἤδη πρὸς τὸ τεκεῖν ἐγγίζουσαν, καὶ ταύτην τε ἀνέτεμον καὶ τὸ ἐν αὐτῇ βρέφος ἄραντες ἐπὶ λέβητος ὕδατι ἑψοῦσιν, ἐφ᾽ οὗ οἱ πρὸς τὸ πολεμεῖν τοῖς ἐχθροῖς παρασκευαζόμενοι τὰς χειρίδας τῶν δεξιῶν χειρῶν κατεβάπτισαν. ἐκεῖθέν τε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ κατελάμβανεν· αἱ γὰρ χεῖρες αὐτῶν ἐφάπτεσθαι ὅπλου διείργοντο, καὶ ἀπρακτούντων οἱ πολέμιοι τὴν πόλιν εἷλον ἀμαχητί. ἐκεῖθεν ἄραντες οἱ Σαρακηνοὶ πρὸς τῷ στενῷ τῆς Ἀβύδου καταλαμβάνουσι καὶ εἰς τὰ ἐπὶ Θρᾴκης ἀντιπεραιοῦνται. καὶ πλεῖστα ταύτης ἑλόντες πολίσματα ἐπὶ τὴν βασιλεύουσαν ἀφίκοντο καὶ χάρακα ταύτῃ περιβάλλουσι καὶ τῆς πολιορκίας εἴχοντο, τρισκαιδεκαμηνιαῖον χρόνον ἐν τῇ προσεδρίᾳ διανύσαντες, ἰδέας μηχανημάτων ὡς πλείστας προσενεγκόντες. ἐν τούτῳ καταλαμβάνει καὶ ὁ τῶν Σαρακηνῶν στόλος, οὗ ἡγεῖτο Σολιμᾶν ὀνόματι Ἀράβων φωνῇ καλούμενος.

ἐν ᾧ δὲ τῶν ὑπὸ τὸ Βυζάντιον πόρων ἀνήγοντο, αἱ κατόπιν ἰοῦσαι ναῦς, οἷάπερ νωτοφυλακοῦσαι καὶ φόρτῳ πολλῷ βεβαρημέναι ἔκ τε στρατιωτῶν πλήθους καὶ ὅπλων, καὶ ἅμα μικροῦ πνεύματος ἀντιπνεύσαντος καὶ τοῦ ῥείθρου εἰς τοὐπίσω ἄγεσθαι βιαζομένου, σχολαιότερον ὑπέπλεον. ταύτας ὁ βασιλεὺς θεασάμενος διήρεσιν ἐπιβὰς καὶ διέκπλους ποιησάμενος πυρὶ κατέφλεξεν, οὔσας τὸν ἀριθμὸν εἴκοσι. ὁ δὲ λοιπὸς ἅπας στόλος τῷ Θρᾳκικῷ προσπλεύσας Βοσπόρῳ τῷ λιμένι τῷ καλουμένῳ Σωσθενίῳ προσορμίζεται καὶ αὐτοῦ διεχείμαζεν. ἐν ᾧ συμβέβηκε χειμῶνα μέγιστον γενέσθαι, ὥστε μηδαμῶς γῆν ὀφθῆναι ἐκ πληθύος τῆς κατενεχθείσης χιόνος ἄχρις εἰς τὰς ἑκατὸν ἡμέρας· ἐξ οὗ πλῆθος οὐκ ὀλίγον ἀνδρῶν τε καὶ ἵππων καὶ καμήλων καὶ λοιπῶν ζῴων ἀπέβαλον. ἔαρος δὲ ἐπιγενομένου ἐπικαταλαμβάνει καὶ ἕτερος τῶν Σαρακηνῶν στόλος πλεῖστος ἐξ Αἰγύπτου, οὗ ἡγεῖτο Σοφιὰμ ὄνομα ἄρχων, φόρτον ἄγων ἐν ταυτῷ σίτου τε πλείστου καὶ ὅπλων. ὀλίγου δὲ διελθόντος χρόνου καὶ ἕτερος ἐφίσταται στόλος ἐκ τῶν περὶ Ἀφρικὴν ἀναχθείς, ὅπλων τε πολλῶν καὶ δαπανημάτων καταγέμων, οὗ ὑπῆρχεν ἡγεμὼν Ἰέζιδος Σαρακηνῶν ὄνομα.

οὗτοι, ὥς φασι, τὴν ἐκ τοῦ ἐσκευασμένου παρὰ Ῥωμαίοις πυρὸς ὑφορώμενοι βλάβην, τὸν οὖν Βυζάντιον πόρον ἀπογνόντες τοῖς πρὸς Βιθυνίαν μέρεσι προσέσχον, ὁ μὲν πρὸς τὸν καλούμενον λιμένα Καλοῦ ἀγροῦ, ὁ δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὸν βασιλέα εὐφήμουν. ἐφ᾽ οἷς ἀναθαρσήσας ὁ βασιλεὺς πυρφόρους ναῦς κατὰ τῶν τοιούτων στόλων ἐξέπεμψε καὶ πάσας αὐτῶν τὰς ναῦς ἐνέπρησεν. ἐκεῖθεν λαφυραγωγήσαντες καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς ὅπλων καὶ δαπανημάτων καταφορτισθέντες πρὸς βασιλέα ὑπέστρεφον.

Τούτῳ τῷ χρόνῳ Σέργιος ὁ πατρίκιος ὁ τῆς Σικελίας στρατηγὸς καὶ οἱ τὰ ἑσπέρια οἰκοῦντες, τὰ περὶ τὸ Βυζάντιον καὶ τὸν βασιλέα αὐτὸν ἀπογνόντες τῆς γενομένης τῶν πολεμίων χάριν κατ᾽ αὐτῶν ἐφόδου, ἴδιον στέφουσι βασιλέα τῶν ὑπηρετῶν τινα Σεργίου, Βασίλειον τοὔνομα, υἱὸν γεγονότα Γρηγορίου τὸ ἐπίκλην Ὀνομαγούλου, Τιβέριον αὐτὸν ὀνομάσαντες. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς Παῦλον τὸν πατρίκιον στρατηγὸν Σικελίας προβάλλεται ἅτε πιστὸν καὶ οἰκεῖον ὑπάρχοντα καὶ τακτικῶν ἔμπειρον, καὶ πρὸς Σικελίαν ἐκπέμπει. οὗ τινος ἐκεῖσε καταλαβόντος Σέργιος φυγὰς ἐκεῖθεν οἴχεται καὶ πρὸς Λογγουβάρδους γίνεται, Παῦλος δὲ ἐν τῇ νήσῳ λαὸν περιαθροίσας τὰ βασιλέως ὑπαναγινώσκει γράμματα, δι᾽ ὧν εἰς πίστωσιν ἐλθόντες τόν τε βασιλέα εὐφήμησαν καὶ Βασίλειον καὶ τοὺς ὑπ᾽ αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους αὐτῷ παραδεδώκασιν. ὁ δὲ τούτους παραλαβὼν Γεώργιόν τινα καὶ ἑτέρους ἀνεῖλε καὶ τούτων τὰς κεφαλὰς πρὸς τὸν βασιλέα ἀνέπεμψε, τοὺς δὲ ἄλλους σὺν πληγαῖς καὶ αἰκίαις πολλαῖς, ὧν δὲ καὶ τὰς ῥῖνας ἐκτεμών, ὑπερορίαις παρέπεμψε. Σέργιος δὲ τῆς ἑαυτοῦ σωτηρίας λόγον αἰτήσας πρὸς τὸν Παῦλον ἐκομίσθη. ἐντεῦθεν τὰ τῆς ἑσπέρας πράγματα ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ κατέστη.

Μετὰ τοῦτο τίκτεται υἱὸς τῷ βασιλεῖ, ὃν ἐπωνόμασε Κωνσταντῖνον. πεντεκαιδεκάτῃ δὲ τοῦ ἐπεισιόντος μηνὸς Αὐγούστου πάντα τά τε ἱππικὰ καὶ πλόϊμα τῶν Σαρακηνῶν ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς ἀποβαλόντες ὑπό τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθείσας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς τὴν Κύπρον σκεδασθεισῶν, ἑτέρων δὲ καὶ αὐτάνδρων τῷ βυθῷ παραδοθεισῶν. Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει τοιάδε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπίκλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ᾽ αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τοῖς κατὰ γνώμην συμπράξειεν, ἀναπείσῃ δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κωνσταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσώην πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγεμόνα, καὶ Θεόκτιστον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ᾽ οὓς ἐβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἑτοίμους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ ὡς βασιλέα ὑποδέχεσθαι.

τὰ γραφέντα οὖν εὐθὺς τῷ βασιλεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χειροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. καὶ Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς κεφαλὰς ἐξέτεμε, τοὺς δ᾽ ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ δημεύσας ἐξορίαις ἀπέπεμψεν. Ἀρτέμιος δὲ ἅμα Σισιννίῳ τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις Ἡρακλείας καταλαμβάνει, σὺν αὐτοῖς δὲ καὶ ἅπερ ἦγον ἐκ Θεσσαλονίκης ἀκάτια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι. γράφει δὲ Βουλγάροις ὁ βασιλεὺς ὡς τὴν εἰρήνην μᾶλλον ἀσπάσοιντο καὶ τοὺς ἐχθροὺς προδοῖεν. οἱ δὲ εἰς ἀπολογίαν κατέστησαν συγγνώμην αἰτήσαντες καὶ τὰ πρὸς εἰρήνην ὑπισχνούμενοι. καὶ τὸν μὲν Ἀρτέμιον σὺν τῷ ἀρχιερεῖ Θεσσαλονίκης καὶ ἄλλους πλείστους δεσμώτας πρὸς βασιλέα πέμπουσι, καὶ Σισιννίου τοῦ πατρικίου τὴν κεφαλὴν ἐκτεμόντες ὡσαύτως στέλλουσιν οὕτω τε πρὸς τὴν ἑαυτῶν ἀπεχώρουν. Ἀρτέμιον δὲ σὺν τῷ ἀρχιεπισκόπῳ παραλαβὼν ἐν τῷ λεγομένῳ κυνηγίῳ ἀπέτεμεν. ἱππικὴν δὲ ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας αὐτῶν ἐκτεμὼν καὶ δημεύσας ὑπερορίαις κατεδίκασε.

Ταῦτα οὖν καταπραξάμενος προσκαλεῖται Γερμανὸν τὸν τηνικαῦτα ἀρχιερέα πέμπτῃ καὶ εἰκάδι τοῦ Μαρτίου μηνὸς τῆς τρίτης ἰνδικτιόνος, τῇ σωτηρίῳ τοῦ Χριστοῦ ἀναστάσει, ἐν τῷ Τριβουναλίῳ λεγομένῳ δεκαεννέα ἀκουβίτων, στέφει τὸν υἱὸν Κωνσταντῖνον εἰς βασιλέα.

Οἷον δὲ κατὰ τοὺς χρόνους ἐκείνους περὶ τὰς νήσους τῆς τε Θήρας καὶ Θηρασίας καλουμένας συμβέβηκεν, αἳ πρὸς τῷ Κρητικῷ πελάγει κεῖνται, παραδραμεῖν οὐκ ἄξιον. θέρους ὥρας ἐνεστηκυίας συνηνέχθη τὸν θαλάττιον βυθὸν πλεῖστον ὅτι καπνώδη ἀτμὸν ἐξερεύγεσθαι, ἐξ οὗ ἐπὶ πολὺ πυκνουμένου τοῦ ἀέρας πῦρ ἐξαφθῆναι, καὶ μετὰ τὸ πῦρ λίθους κισσιρώδεις διεκβρασθῆναι εἰς πλῆθος μέγιστον, ὥστε εἰς εἶδος νήσου τοὺς λίθους συστῆναι, ἑνωθῆναί τε τὴν γὴν τῇ Ἱερᾷ καλουμένῃ νήσῳ, ἣν δὴ καὶ αὐτήν φασι τῷ ὁμοίῳ τρόπῳ τοῦ βυθίου ἀναδοθῆναι χώρου, καθάπερ καὶ τὰς ῥηθείσας λόγος Θήραν καὶ Θηρασίαν νήσους. τῷ ἀπείρῳ δὲ πλήθει τῶν ἀναδιδομένων λίθων ἀνὰ πᾶσαν κατεστορέσθαι τὴν ἐκείνῃ θάλασσαν, ἐνθένδε τε ἀφικέσθαι ἄχρις Ἀβύδου καὶ τῆς Ἀσιάτιδος παραθαλασσίου. ὑπεκκαίεσθαι δὲ τὸ προσπελάζον ῥεῖθρον ὡς μηδὲ θιγγάνειν αὐτοῦ τινὰ ἱκανῶς ἔχειν.

Ταῦτά φασιν ἀκούσαντα τὸν βασιλέα ὑπολαμβάνειν θείας ὀργῆς εἶναι μηνύματα, καὶ ἥτις αἰτία ταῦτα κεκίνηκε διασκέπτεσθαι. ἐντεῦθεν λοιπὸν κατὰ τῆς εὐσεβείας ἵσταται καὶ τῶν ἱερῶν εἰκονισμάτων μελετᾷ τὴν καθαίρεσιν ὡς ἐκ τῆς τούτων ἱδρύσεώς τε καὶ προσκυνήσεως γεγονέναι οἰόμενος τὸ τεράστιον, κακῶς εἰδώς. ἐκδιδάσκειν δὲ τὸν λαὸν τὸ οἰκεῖον ἐπεχείρει δόγμα. πολλοὶ γοῦν τὴν ὕβριν τῆς ἐκκλησίας ἀπωλοφύροντο. διὸ δὴ καὶ οἱ τὴν Ἑλλάδα καὶ τὰς Κυκλάδας νήσους οἰκοῦντες οὐ προσιέμενοι τὸ δυσσέβημα πρὸς τὸν βασιλέα διαστασιάζουσι, καὶ πλεῖστον στόλον ἀθροίσαντες Κοσμᾶν τοὔνομα ἐφ᾽ ἑαυτοῖς βασιλεύουσι. καὶ πρὸς τὴν βασιλεύουσαν ἧκον· οἷς συμμίσγουσι πολέμῳ οἱ τῆς πόλεως καὶ πολλὰς τῶν περὶ αὐτὸν νηῶν ἐνέπρησαν. οἱ δὲ τὴν ἧτταν θεασάμενοι τῷ βασιλεῖ προσφεύγουσι. τῶν δὲ περὶ αὐτὸν ἀρχόντων τις Ἀγαλλιανὸς ὄνομα, ταῦτα θεασάμενος καὶ τῆς σωτηρίας ἑαυτοῦ ἀπογνούς, σὺν τῇ πανοπλίᾳ ἑαυτὸν τῷ βυθῷ παραδέδωκε. Κοσμᾶς δὲ καὶ ἕτερός τις Στέφανος συλληφθέντες τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῷ δὲ ἐπιγενομένῳ θέρει πάλιν ἱππικὰ στρατεύματα τῶν Σαρακηνῶν πλεῖστα τῆς Ῥωμαίων ἀρχῆς κατέθεον, ὧν ἡγοῦντο Ἄμερος καὶ Μαυίας ὀνομαζόμενοι Σαρακηνοί· καὶ καταλαμβάνουσι πρὸς τὴν προκαθεζομένην τῆς Βιθυνίας πόλιν Νίκαιαν καλουμένην· ἐπί τινα χρόνον τῆς πολιορκίας ἐχόμενοι τέλος ἄπρακτοι ἀπεπέμποντο.

Μετὰ δὴ ταῦτα ὁ βασιλεὺς ἀθροίζει πλεῖστον λαὸν τῆς πόλεως περὶ τὰ βασίλεια, καὶ συγκαλεῖ τὸν τότε τῆς πόλεως ἀρχιερέα Γερμανόν, καὶ συγγράφειν κατὰ τῆς καθαιρέσεως τῶν εἰκόνων τῶν ἁγίων ἠνάγκαζεν. ὁ δὲ παρῃτεῖτο καὶ τὴν ἱερωσύνην ἀπέβαλεν, λέγων ὡς “ἄνευ οἰκουμενικῆς συνόδου ἔγγραφον πίστιν οὐκ ἐκτίθεμαι”. ἐκεῖθεν ἐπὶ τὸν πατρικὸν οἶκον γενόμενος αὐτοῦ τὸν τῆς ζωῆς βιοτεύων διετέλεσε χρόνον. μετ᾽ αὐτὸν δὲ προχειρίζονται ἀρχιερέα Ἀναστάσιον κληρικὸν τῆς μεγάλης ἐκκλησίας τυγχάνοντα. ἐξ ἐκείνου τοίνυν πολλοὶ τῶν εὐσεβούντων, ὅσοι τῷ βασιλείῳ οὐ συνετίθεντο δόγματι, τιμωρίας πλείστας καὶ αἰκισμοὺς ὑπέμενον.