Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ανάρρηση του Κωνσταντίνου Ε', ο εμφύλιος πόλεμος και οι στρατιωτικές επιτυχίες

Ο γάμος του Κωνσταντίνου Ε', η στάση του Αρταβάσδου, η ανακατάληψη της πόλης, ο μεγάλος λοιμός και οι νικηφόρες εκστρατείες στη Μικρά Ασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 8

Ἐν ᾧ δὲ οὕτω ταῦτα ἐπράττετο, ἐκπέμπει ὁ βασιλεὺς πρὸς τὸν τοῦ ἔθνους τῶν Χαζάρων ἡγούμενον, καὶ τὴν αὐτοῦ θυγατέρα μεταπέμπεται καὶ τῷ υἱῷ Κωνσταντίνῳ εἰς γυναῖκα κατηγγύησε. χρόνου δὲ μεταξὺ παρελθόντος σεισμὸς ἐνσκήπτει κατὰ τὸ Βυζάντιον, μεθ᾽ οὗ καὶ πόλεσιν ἑτέραις καὶ χώραις ἰσχυρῶς ἐπιφύεται. καὶ ἤδη ἄλλους τε πολλοὺς οἴκους καὶ ἱεροὺς ναοὺς καὶ στοὰς ἀθρόον ἐπικαταβάλλει, ἐκ πρώτων βάθρων αὐτῶν ἔστιν οὓς τούτων ἀνατρέψας, καὶ τὸν θεῖον νεὼν ὃν τῆς ἁγίας Εἰρήνης ἐπώνυμον καλοῦσι κατέσεισεν, ὃς πλησιαίτατα τῆς μεγάλης ἐκκλησίας ἵδρυται. μεθ᾽ ὃν καὶ ὁ Ἀρκαδίου τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο. διέμεινε δὲ τὰ τοῦ σάλου ἄχρι καὶ εἰς ἐνιαυτὸν ὅλον· διὸ πλεῖστοι τῆς πόλεως προϊόντες καὶ ἔξω τειχῶν αὐλιζόμενοι ἐν καλύβαις κατέμενον.

Λέων δὲ 〈μετὰ〉 τέσσαρα καὶ εἴκοσι ἔτη τῆς βασιλείας μεταλλάττει τὸν βίον ὑδέρῳ χαλεπῷ περιπεσών, διάδοχον δὲ τῆς ἀρχῆς τὸν υἱὸν Κωνσταντῖνον καταλιμπάνει. Ἀρτάβαζος δέ, ὃς γαμβρὸς Κωνσταντίνου ἐπ᾽ ἀδελφῇ ὑπῆρχεν, ἅμα τῷ περιόντι λαῷ (στρατηγὸς δὲ τοῦ Ὀψικίου λαοῦ ἐτύγχανεν) καὶ τοῖς δυσὶν υἱέσιν, ὧν ὁ μὲν ἕτερος Νικήτας θάτερος δὲ Νικηφόρος ἐκέκλητο, κατὰ τὸ λεγόμενον τοῦ Δορυλαίου πεδίον ηὐλίζετο. καὶ δὴ τυραννίδα εὐθὺς κατ᾽ αὐτοῦ μελετᾷ, τὸν τοῦ πενθεροῦ θάνατον πυθόμενος· καὶ ὅρκοις τὸν ὑπὸ χεῖρα κατεδέσμει λαὸν αὐτῷ μὲν εὔνουν ἔσεσθαι, ἕτερον δὲ εἰς βασιλέα μὴ δέχεσθαι. Κωνσταντῖνος δὲ τῆς βασιλείας κρατήσας ἀπόμοιράν τινα στρατοῦ ἐπιλεξάμενος τῆς πόλεως ἔξεισι καὶ τὸ πεδίον ὃ Κρασὸς προσαγορεύεται καταλαμβάνει καὶ Ἀρταβάζῳ ἐσήμαινεν ἥκειν πρὸς αὐτόν, ὡς ἂν ἅμα τῶν πολεμίων χάριν βουλεύσοιντο. ὁ δὲ ἤδη ὥρμα, οὐ βουλῆς ἕνεκεν, ἀλλὰ τῆς βασιλείας αὐτὸν καθαιρήσων.

Κωνσταντῖνος δὲ τὰ τῆς τυραννίδος πυθόμενος, καὶ Βίσηρον τὴν ἀξίαν πατρίκιον προϋπαντήσαντα καὶ τῷ ξίφει τῶν ἀντιπάλων πεσόντα αἰσθόμενος, καὶ ὡς τὸ βασιλικὸν ἐσκευαγώγουν στρατόπεδον εἰσιδών, αὐτὸς πρὸς τῇ χώρᾳ τῶν ἀνατολικῶν καλουμένῃ φυγὰς ἐνθένδε ἀπιὼν τὴν σωτηρίαν τὴν ἑαυτοῦ περιεποιήσατο. καὶ αὐτοὶ εὐνοϊκῶς ὑποδεξάμενοι ἐνωμότους αὐτῷ συνθήκας δεδώκεσαν ὡς μέχρις αἵματος ὑπὲρ αὐτοῦ ἀνελέσθαι τὸν κίνδυνον, καὶ Ἀρτάβαζον αἰσχρῶς δυσφημοῦντες καθύβριζον. μεταστέλλονται γοῦν καὶ Σισίννιον τὸν πατρίκιον καὶ σύμφωνα καθίστων ἅμα τῷ ὑπ᾽ αὐτὸν στρατηγουμένῳ τῶν Θρᾳκησίων λεγομένῳ λαῷ, καὶ ἅπαντες κατὰ Ἀρταβάζου ὠμῶς ἐχώρουν. Θεοφάνης δέ, ὃν Μονώτιον ἐκάλουν, τὴν τοῦ μαγίστρου ἀξίαν διέπων καὶ τὴν βασιλέως χρείαν εἰς Βυζάντιον ἀποπληρῶν, Ἀρταβάζῳ προσέθετο καὶ βασιλέα ἀνεκήρυττε, καὶ Βυζαντίους ἀνέπειθεν ὡς Κωνσταντῖνος τεθνήκει. τὸν δὲ υἱὸν Νικηφόρον τοὔνομα κατὰ τὴν Θρᾴκην τότε στρατηγοῦντα μεταπέμπεται καὶ σὺν τῷ περὶ αὐτὸν στρατῷ πρὸς φυλακὴν τῆς πόλεως ἐγκαθίστησι. τῶν βασιλικῶν δὲ ὑπηρετῶν οὓς μὲν ἀπετύφλου οὓς δὲ καὶ ἑτέρως κατῄκιζε. καὶ Ἀρτάβαζος εὐθὺς τῷ συνόντι ἅμα λαῷ τῇ πόλει ἐφίσταται καὶ αὐτίκα τῶν ἁγίων ἀνίστη τὰ ἱερὰ ἀπεικονίσματα.

τούτου δὲ κατόπιν ἰὼν Κωνσταντῖνος τὴν Χρυσόπολιν καλουμένην καταλαμβάνει· ἐπίνειον δὲ τοῦτο ἀντικρὺ Βυζαντίου πρὸς τῇ Ἀσιάτιδι γῇ διακείμενον. κἀνταῦθα βραχὺν διατρίψας χρόνον ὑπενόστει καὶ πρὸς τὴν πόλιν ἣν Ἀμόριον καλοῦσι διεχείμαζε. τῷ δὲ ἑξῆς ἐπιγενομένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει, τὸν δ᾽ αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρατεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία ἐσιαίνετο πικρῶς. καθ᾽ ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αὐτῷ συμμίξας κραταιῶς ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦσαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς πρὸς τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας ἐπὶ τὸ Βυζάντιον ᾤχετο. Νικήτας δὲ ὁ αὐτοῦ υἱὸς κατὰ Κωνσταντίνου τὴν ὁρμὴν ἐποιεῖτο. ὁ δὲ πρός τι χωρίον αὐτῷ μάχῃ προσβαλών, Μωδρινὴν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορευόμενον, αὐτὸν μὲν Νικήταν ἐτρέψατο, τοῦ δὲ συνόντος λαοῦ πλείστους ἀναιρεῖ. ἐντεῦθεν ἐν μεγίσταις συμφοραῖς τὰ Ῥωμαίων διέκειτο, ὁπηνίκα ἡ παρ᾽ ἐκείνοις περὶ τῆς ἀρχῆς ἅμιλλα τὸν ἐμφύλιον Χριστιανοῖς ἀνερρίπισε πόλεμον.

οἷα γὰρ καὶ ὅσα συμβαίνειν τοῖς τοιούτοις εἴωθε τὰ δεινότατα, ὡς καὶ τὴν φύσιν ἑαυτὴν ἐπιλανθάνεσθαι καὶ καθ᾽ ἑαυτῆς ἵστασθαι (καὶ τί γὰρ δεῖ τἆλλα λέγειν;), πολλοὺς ἂν ἐν πείρᾳ καθεστηκέναι. ἐν τούτοις καθυπέρτερος Κωνσταντῖνος γενόμενος πρὸς τὰ Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε τοῦ μεγίστου λιμοῦ τοὺς Βυζαντίους κατατείνοντος πολλοὺς μὲν συνέβαινε διαφθείρεσθαι, ἄλλους ὑπὲρ τειχῶν ἑαυτοὺς ἔξω ῥίπτειν βιαζομένους. οἱ δὲ καὶ δώροις ἔπειθον τοὺς ἐπὶ τῶν πυλῶν φύλακας κρύβδην ἐξιέναι τῆς πόλεως. Κωνσταντῖνος δὲ ἅπαντας εὐμενῶς ἐδέχετο καὶ περιεποιεῖτο μάλιστα. αὖθις οὖν Νικήτας ἐπιστρατεύει καὶ μέχρι Χρυσοπόλεως παραγίνεται. Κωνσταντῖνος δὲ πάλιν αὐτῷ ἐπιτίθεται καὶ κατὰ τὴν Νικομηδέων καταλαμβάνει πόλιν, καὶ αὐτὸν μὲν χειρωσάμενος σιδήροις ἐδέσμει, Μαρκελλίνου δὲ τοῦ συνόντος αὐτῷ ἀρχιερέως τῆς Γαγγρηνῶν μητροπόλεως τὴν κεφαλὴν ἐξέτεμε. κἀκεῖθεν ἐπανελθὼν παραλαμβάνει τὸ Βυζάντιον. Ἀρτάβαζος δὲ ἀποδρὰς πρὸς τὴν ἐν Βιθυνίᾳ Νίκαιαν πόλιν διασώζεται, καὶ τοὺς ἐν αὐτῇ ἀνέπειθεν ὡς ἥκοι στρατολογήσων καὶ δύναμίν τινα ἐκεῖ περιβαλλόμενος. ἐξ ὧν ὀλίγους στρατιώτας προσλαβὼν ἐπὶ τὸ φρούριον τὸ λεγόμενον Πουζάνης ἀπιὼν ἐγκατακλείεται.

Κωνσταντῖνος δὲ ἀπόμοιραν εἰς δίωξιν αὐτοῦ ἐκπέμψας αὐτόν τε χειροῦται, καὶ σὺν τοῖς υἱέσιν αὐτοῦ δεσμώτας ἐπὶ ἀγῶνος ἱππικοῦ ἕλκων θριαμβεύει ἐκεῖθέν τε ἐν εἱρκτῇ τηρεῖσθαι ἀσφαλῶς παραδέδωκεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Σισίννιος ὁ πατρίκιος τυραννίδα ἐφωράθη κατὰ Κωνσταντίνου μελετήσας, ἐφ᾽ ᾗ διαγνωσθεὶς τοὺς ὀφθαλμοὺς ἐκκόπτεται. μετὰ ταῦτα δὲ καὶ Ἀρτάβαζος καὶ οἱ αὐτοῦ υἱοὶ τῇ αὐτῇ τιμωρίᾳ ᾐκίσθησαν.

Ταῦτα οὕτω τὰ τῆς ἰδίας ἀρχῆς διαθεὶς Κωνσταντῖνος μετὰ χρόνον οὐ πολὺν κατὰ τὴν χώραν τῶν Σαρακηνῶν ἐκστρατεύει, ὧν εἷλε πόλιν Γερμανίκειαν τῆς Εὐφρατησίας χώρας. εἰσπίπτει δὲ κατὰ τὴν βασιλεύουσαν καὶ τὰς κύκλῳ χώρας†, καὶ καθ᾽ οὓς τόπους τὸ φθοροποιὸν ἐπεφύετο πάθος, ἅπαν ἀνθρώπων γένος ἐπινεμόμενον διώλλυέ τε καὶ ἄρδην ἐξηφάνιζε. διεσώθη δ᾽ ἄν τις θείᾳ πάντως βουλήσει, ὅστις ὡς πορρωτάτω τούτων τῶν χωρῶν ἀπέδρα. ἐπετείνετο δὲ τὰ τῆς φθορᾶς μάλιστα περὶ τὸ Βυζάντιον. τεράστια δ᾽ οὖν καὶ δείματα ἐξαπίνης ἐφαίνετο· (τύποι σταυροειδεῖς ἔν τε ταῖς τῶν ἀνθρώπων στολαῖς καὶ τῶν ἱερῶν ἐσθημάτων ἐπανατέλλοντες, θύραις τε ὡσαύτως καὶ τοῖς τῶν θυρῶν σταθμοῖς,) ἃ δὴ φαινόμενα φρίκην μεγάλην καὶ ἀπορίαν πᾶσιν ἐνέτικτεν ὡς παραχρῆμα τὸν ὄλεθρον μηνύοντα ἔσεσθαι. ὥσπερ δὲ ἐξεστηκότες τῷ δέει οἱ ἄνθρωποι καὶ φαντασιούμενοι ἐδόκουν αὑτοῖς ὡς ξένοις τισὶ συνοδεύειν καὶ εἰδεχθέσιν ἀνθρώποις, καὶ εἶτα ὡς γνωρίμοις δῆθεν τοῖς ἐντυγχάνουσι προσαγορεύοντες, καὶ τὰ πρὸς τὴν ὁδὸν ὡμιλημένα ἑτέροις ἔπειτα ἀφηγούμενοι· καὶ ἄλλοι φάσμασί τισιν ἐκδειματούμενοι ἑώρων ξίφεσιν ἀλλήλους τινὰς βάλλοντας. καὶ δὴ οὕτω τὰ πλεῖστα ἐξέβαινεν. οὐδὲ οἷοί τε ἦσαν οἱ περισωζόμενοι τῶν ἀποιχομένων ταφῇ παραδιδόναι τὰ σώματα καὶ τὴν ὁσίαν ἐπ᾽ αὐτοῖς ποιεῖσθαι, ὀλιγοστοὶ μάλα πλείστους ἄγαν ἐκκομίζοντες.

διὸ μηχανὰς ἔκ τινος περινοίας κατεσκεύαζον, σεσαγμένοις τοῖς ἀχθοφόροις ζῴοις σανίδας ἐπιστρωννύντες καὶ ἐπὶ μέγα τι χωρίον ἀπευρύνοντες τὸ μηχάνημα, οὕτω τε τὰ πλεῖστα τῶν πτωμάτων ἀκόσμως καὶ ὡς ἂν ἔτυχεν ἐπετίθεσαν. ἤδη δὲ καὶ ἅμαξαι πρὸς τὴν ἐκφορὰν τοῦ πλήθους τῶν νεκρῶν φορούμεναι ὑπηρέτουν, τῶν ὑποζυγίων αὐτοῖς μὴ ἐπαρκεῖν ἔτι δυναμένων. ἐπιλελοίπασι δὲ εἰς ἅπαξ καὶ οἱ τάφοι, ὥστε καὶ τὰς ἀνύδρους τῶν δεξαμενῶν νεκρῶν ἐμπλησθῆναι σωμάτων. ἄρουραι δὲ ἀνετέμνοντο καὶ ἀμπελῶνες διωρύσσοντο καὶ κῆποι διεσκάπτοντο πρὸς τὴν τῶν ἀπείρων σωμάτων ταφὴν καινοτομούμενοι. ἐξ ὧν συνέβαινε τοὺς πλείονας τῶν οἴκων κατακλείστους πάμπαν γίνεσθαι. παρέτεινε δὲ τὰ τῆς θραύσεως μέχρις ἐνιαυτοῦ, καὶ ἐξ ἐκείνου ἐνεδίδου τὰ πλεῖστα, καὶ κατὰ μικρόν, ὥσπερ τὴν ἀρχὴν ηὔξανεν, οὕτω δὴ καὶ ἐλώφησεν ἡ φθορά. ταῦτα ἐκρίνετο τοῖς ὀρθὰ φρονεῖν εἰδόσιν ἐκ θείας ἐπισκήπτειν ὀργῆς, ἡνίκα ὁ τότε ἀθέως καὶ δυσσεβῶς κρατῶν, καὶ ὅσοι αὐτῷ συνῄνουν τῷ ἀθέσμῳ φρονήματι, τὰς χεῖρας ἐπαφεῖναι κατὰ τῶν ἁγίων ἀπεικονισμάτων εἰς ὕβριν τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν.

Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥωμαίοις ἐξουσίας λαῶν πλήθη μετάγων. ὑπὸ δὲ τοῦτον τὸν χρόνον στόλον ἐκπέμπει κατὰ τῆς τῶν Σαρακηνῶν χώρας, οὗ ἡγεῖτο ὁ τηνικαῦτα στρατηγῶν τῶν Κιβυραιωτῶν καλουμένου στρατοῦ. καθορμίζεται δὲ ὁ στόλος κατὰ τὴν Κύπρον νῆσον. ἔνθα αὐτίκα μάλα κατῇρεν ἐκ τῆς Ἀλεξάνδρου πόλεως καὶ τῶν Σαρακηνῶν πλόϊμον. ὅπερ ὁ στρατηγὸς προαισθόμενος ἐξαπιναίως εἰσπίπτει κατ᾽ αὐτοῦ πυρί τε διαφλέξας τὰς ναῦς τὰ αὐτῶν σφετερίζεται ἅπαντα, καὶ κατὰ κράτος ἑλὼν τοὺς πολεμίους πρὸς Κωνσταντῖνον ὑπενόστει.

Μετὰ ταῦτα τίκτεται τῷ βασιλεῖ υἱός, ὃν Λέοντα ἐπωνόμασε. τηνικαῦτα καὶ ἐν Συρίᾳ σεισμὸς μέγας γίνεται καὶ ὄλεθρος ἐκεῖθεν ἐφίσταται μέγιστος. αἱ μὲν γὰρ τῶν ἐκεῖ πόλεων ἐπὶ μέγα ἡ γῆ περὶ αὐταῖς ἔχανεν, αἱ δὲ παρὰ μέρος τοῦτο πεπόνθεισαν. ἄλλαι τῶν ὑψηλῶν ἀποκινηθεῖσαι χώρων πρὸς τὰ ὑποκείμενα πεδία σὺν τείχεσιν αὐτοῖς καὶ οἰκήμασι σῶοι κατεσύρησαν, μέχρι σημείων ἓξ [καὶ] τῆς οἰκείας μεταστᾶσαι ἱδρύσεως, ἢ μικρῷ πρός. ἤδη δέ τινες ἔφασαν τὴν γῆν θεάσασθαι τὴν κατὰ τὴν Συρίαν Μεσοποταμίας ῥαγεῖσαν ἐπὶ σημείοις δύο βύθιον ἑτέραν ἀναβράσαι κάτωθεν γῆν ὥσπερ ἀμμώδη καὶ λευκοτάτην, συναναδοθῆναι δὲ ταύτῃ ἡμίονον θήλειαν ἀνθρωπείᾳ φωνῇ τὴν τῶν Ἀράβων κατάλυσιν προαναφωνοῦσαν. οὐ πολὺ γὰρ τὸ μεταξύ, καὶ τῆς ὑπερέκεινα ἐρήμου ἔθνος ἐπιφυὲν πλήθη τούτων πολλὰ ἀμαχὶ διεχειρίσατο.

Μετὰ δὴ ταῦτα στέφει Κωνσταντῖνος τὸν υἱὸν Λέοντα εἰς βασιλέα καὶ εὐθὺς κατὰ Σαρακηνῶν ἐκστρατεύει. καὶ γενόμενος κατὰ τὴν Μελιτηναίων πόλιν ταύτην πολιορκίᾳ εἷλε, λαὸν πολὺν δοριάλωτον καὶ πλεῖστα σκῦλα ἐκεῖθεν ἀπενεγκάμενος. ἐν τούτῳ δὲ ἐτελεύτα καὶ Μαρία ἡ Αὐγούστα ἡ αὐτοῦ γαμετή. ὅπερ δὲ μετ᾽ ὀλίγον συνέβαινε μνήμης ἄξιον, οὐ παραδραμεῖν δίκαιον. συνηνέχθη γὰρ τηνικαῦτα θέαμα φορεβὸν καὶ τεράστιον ξένον ἐξ ἀερίου γενέσθαι συμπτώματος, ὅπερ περὶ λύχνων ἁφὰς κατάρξαν διὰ πάσης ἐφαίνετο νυκτός, ἔκπληξιν καὶ δέος μέγα τοῖς θεωμένοις ἐμποιοῦν ἅπασιν. ἐδόκει γὰρ αὐτοῖς ὡς οἱ ἀστέρες ἅπαντες τοῦ τεταγμένου αὐτοῖς οὐρανίου χώρου παρακινούμενοι κατὰ γῆς ἐφέροντο. οἱ δὲ περίγειοι γενόμενοι ἀθρόον διελύοντο, ἥκιστα τὴν οἱανοῦν βλάβην ποιησάμενοι πώποτε. φασὶ δὲ πολλοὶ ὡς διὰ πάσης τῆς οἰκουμένης τὸ τοιοῦτον ἐξαίσιον διεδείκνυτο θέαμα.