Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Κανόνες
Δεύτερη σειρά κανόνων (Α΄ - ΛΖ΄)
Συλλογή τριάντα επτά κανόνων του αγίου Νικηφόρου και των συν αυτώ πατέρων σχετικά με τα μυστήρια, τον μοναχικό βίο, την εξομολόγηση και τα επιτίμια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δεύτερη σειρά κανόνων (Α΄ - ΛΖ΄)
Συλλογή τριάντα επτά κανόνων του αγίου Νικηφόρου και των συν αυτώ πατέρων σχετικά με τα μυστήρια, τον μοναχικό βίο, την εξομολόγηση και τα επιτίμια.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΝΙΚΗΦΟΡΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ, ΚΑΝΟΝΕΣ Ἐκ τῶν ἐκκλησιαστικῶν αὐτοῦ διατάξεων καὶ τῶν σὺν αὐτῷ ἁγίων Πατέρων. Αʹ. Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.
Βʹ. Ὁ δίγαμος οὐ στεφανοῦται· ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἔτη δύο· ὁ δὲ τρίγαμος ἕτη πέντε. Γʹ. Ὁ ἐξ ἀνάγκης ἐπ’ ὀλίγον χρόνον ἐν τῷ νάρθηκι τῆς Ἐκκλησίας καταμονὴν ποιησάμενος, οὐ κατακρίνεται· ἐὰν δὲ χρονίσῃ, αὐτὸς μὲν μετ’ ἐπιτιμίων ἐκβληθήσεται, ὁ δὲ ναὸς ἀπολήψεται τὰ οἰκεῖα.
Δʹ. Τῶν ἀδιαθέτως τελευτώντων, χρὴ δέχεσθαι τὰς ὑπὲρ αὐτῶν γινομένας εὐποιίας· εἴγε καὶ ζῶντες πρόθεσιν εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι. Εʹ. Ἐὰν φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Πέμπτῃ, ἢ τῇ μεγάλῃ Παρασκευῇ, οὐχ ἁμαρτάνομεν οἵνου τηνικαῦτα μεταλαμβάνοντες καὶ ἰχθύων.
Ϛʹ. Ὁ ἔχων εὐχὴν ἡγουμένου πρεσβύτερος ὤν, χειροτονεῖ ἀναγνώστην καὶ ὑποδιάκονον ἐν τῇ ἰδίᾳ μονῇ. Ζʹ. Ἐάν τις ἐν ἀσωτίᾳ ἔζησε μέχρις ἐτῶν εἴκοσι, ἢ καὶ ἐπέκεινα, εἶτα φανῇ ποιῶν ἔργα ἀρετῆς, οὐ χρὴ αὐτὸν χειροτονεῖσθαι. Τὸ γὰρ ἱερὸν ἀμόλυντον εἶναι δεῖ.
Ηʹ. Οἱ ἀπὸ παλλακίδος ἢ διγάμων ἢ τριγάμων τικτόμενοι παῖδες, ἐὰν ἄξιον ἱερωσύνης ἐπιδείξωνται βίον, χειροτονοῦνται. Θʹ. Δεῒ μεταδιδόναι τῆς θείας κοινωνίας τῷ ἀσθενοῦντι, ἀποθανεῖν κινδυνεύοντι, κἂν μετὰ τὸ γεύσασθαι βρώσεως.
Ιʹ. Χρὴ χάριν ἀσπασμοῦ κλίνειν γόνυ ἐν Κυριακῇ, καὶ ἐν ὅλῃ τῇ Πεντηκοστῇ· οὐ μὴν τὰς ἐξ ἔθους γονυκλισίας ποιεῖν. ΙΑʹ. Οὐχ ἁμαρτάνει τις ὑπὲρ τριῶν ἀνθρώπων μίαν προσκομίζων προσφοράν, ἢ μίαν ἅπτων κανδήλαν.
ΙΒʹ. Ὅτι οὐ χρὴ σφραγῖδα ποιεῖν ἐν τῇ εὐχῇ τοῦ Σκευοφυλακίου, ἐπὶ τὸ ἅγιον ποτήριον. ΙΓʹ. Ὅτι οὐ χρὴ ἄνευ θερμοῦ λειτουργῆσαι πρεσβύτερον, εἰ μὴ κατὰ πολλὴν περίστασιν, καὶ εἰ οὐδαμῶς εὑρίσκεται θερμόν.
ΙΔʹ. Τὸν ἀθετήσαντα μοναχὸν τὸ σχῆμα, καὶ πάλιν ἐπιστρέψαντα, δεῖ πάλιν ἐνδύειν αὐτὸν ἣν ἀπεδύσατο μοναχικὴν στολήν, χωρὶς τῶν τεταγμένων εὐχῶν. ΙΕʹ. Δεῖ τὰς μοναζούσας εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, καὶ ἅπτειν κηρὸν καὶ κανδήλαν, καὶ κοσμεῖν αὐτὸ καὶ σαροῦν.
ΙϚʹ. Οὐ χρὴ τοὺς μοναχοὺς τῇ μεγάλῃ Παρασκευῇ ἔργα γεωργικὰ μετιέναι, καὶ προφάσει τούτων εἰς οἶνον καταλύειν καὶ ἔλαιον. Ταῦτα γὰρ γαστριμαργίας εἰσὶν ἐπιτηδεύματα. ΙΖʹ. Διὰ τρεῖς αἰτίας ἐφεῖται τῷ μοναχῷ τῆς ἰδίας ἀναχωρεῖν μονῆς· ἐὰν ᾗ ὁ ἡγούμενος αἱρετικός· ἐὰν εἴσοδος γυναικῶν εἰς τὴν μονὴν γίνηται· καὶ ἐὰν παιδία κοσμικὰ ἐν τῷ κοινοβίῳ μανθάνωσιν.
ΙΗʹ. Ἄτοπον γὰρ τὰ ἐν τῇ μονῇ πραττόμενα, δι’ αὐτῶν δημοσιεύεσθαι. ΙΘʹ. Τοὺς ὄντας ἐν ἐπιτιμίοις μοναχούς, χρὴ συνεσθίειν τοῖς λοιποῖς καὶ συνεύχεσθαι· μετέχειν δὲ καὶ εὐλογίας, ἤτοι κατακλαστοῦ, ἅμα τῇ αὐτῶν ἐξομολογήσει.
Κʹ. Τῇ τῶν ἁγίων ἀποστόλων νηστείᾳ, καὶ τῇ τοῦ ἁγίου Φιλίππου, χρὴ τοὺς ἐν τῇ μονῇ καθημένους μοναχούς, τετράδος καὶ παρασκευῆς ἅπαξ πρὸς ἑσπέραν σιτεῖσθαι· τοὺς δὲ ἐργαζομένους, μετὰ τὴν ἕκτην γεύεσθαι ὥραν, καὶ ἑσπέρας δειπνεῖν.
ΚΑʹ. Ἐὰν φθαρῇ μονάστρια ὑπὸ βαρβάρων ἢ ἀτάκτων ἀνδρῶν, καὶ ἦν ὁ προτοῦ βίος αὐτῆς ἄμεμπτος, εἰς τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται· εἰ δὲ ὁ πρώην αὐτῆς βίος μεμολυσμένος ἦν, τὸ τῆς μοιχείας ἐπιτίμιον ἐκπληροῖ.
ΚΒʹ. Ὁ τὸ μοναχικὸν ἐνδὺς σχῆμα, φόβῳ στρατείας ἢ ἄλλῃ τινὶ πανουργίᾳ, ὡς δῆθεν τούτου καταγελῶν, καὶ τοῦτο μετὰ τὴν ἀνάγκην ἢ τὴν ὑπόκρισιν ἀποθέμενος, εἰς τεσσαρακοστὰς τρεῖς ἡμερῶν ἐπιτιμᾶται, καὶ οὕτω τῇ ἁγίᾳ πρόσεισι κοινωνίᾳ.
ΚΓʹ. Μοναχοῦ πρεσβυτέρου νέου μοναστρίαις ὑπηρετοῦντος, καὶ μεταδιδόντος αὐταῖς, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ. ΚΔʹ. Ὅτι οὐ χρὴ τὸν ἡγούμενον τὸ κουκούλιον τοῦ μαθητοῦ ἐκβάλλειν, καὶ διώκειν αὐτόν. ΚΕʹ. Τὸν ἀθετήσαντα τὸ ἅγιον σχῆμα, καὶ μὴ διορθούμενον, οὐ χρὴ ὑπὸ στέγην ἄγειν, ἢ χαίρειν λέγειν αὐτῷ.
ΚϚʹ. Ἐάν τις ἀσθενὴς ᾗ, καὶ ἐπιζητῇ τὸ ἅγιον βάπτισμα, ἢ τὸ ἅγιον σχῆμα, χρὴ διδόναι ἀνυπερθέτως, καὶ μὴ κωλύειν τὴν χάριν. ΚΖʹ. Ὅτι οὐ χρὴ λειτουργῆσαι πρεσβύτερον μοναχὸν ἄνευ μανδύου. ΚΗʹ. Τοὺς ἄδηλα πταίσματα ἐξομολογουμένους, τῆς μὲν κοινωνίας ἀπείργειν δεῖ τὸν δεχόμενον τὴν ἐκείνων ἐξομολόγησιν· εἰς δὲ τὴν ἐκκλησίαν αὐτοὺς εἰσέρχεσθαι μὴ κωλύειν, μηδὲ θριαμβεύειν τὰ κατ’ αὐτούς· ἀλλ’ ἐπιεικῶς τούτους νουθετεῖν, τῇ μετανοίᾳ προσανέχειν καὶ προσευχῇ· καὶ οἰκονομεῖν τὰ προσήκοντα τούτοις ἐπιτίμια, κατὰ τὴν ἑκάστου προαίρεσιν.
ΚΘʹ. Μοιχοὶ καὶ κτηνοβάται καὶ ἀνδροφόνοι, καὶ οἱ τοιοῦτοι, ἐὰν οἴκοθεν τὴν ἰδίαν ἐξομολογήσωνται ἀνομίαν, ἄδηλον τοῖς πολλοῖς ἔτι τυγχάνουσαν, τῆς κοινωνίας μὲν κεκώλυνται, καὶ τὰ ἐπιτίμια δέχονται· εἰς τὴν ἐκκλησίαν δὲ εἰσερχόμενοι, ἵστανται μέχρι τῆς τῶν κατηχουμένων εὐχῆς· ἐὰν δὲ δῆλα τὰ τούτων ὧσι πταίσματα, τότε λοιπὸν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν ἐκπληροῦσι τὰ ἐπιτίμια.
Λʹ. Ἐὰν ἐξομολογήσηται λαϊκὸς τὰ ἑαυτοῦ σφάλματα ἐκ προαιρέσεως, δύναται ποιῆσαι οἰκονομίαν ὁ δεχόμενος. ΛΑʹ. Κατ’ ἐπιτροπὴν τοῦ ἐπισκόπου ποιεῖ σταυροπήγιον καὶ πρεσβύτερος. ΛΒʹ. Ὅτι οὐ χρὴ μεταδιδόναι τοῖς λαμβάνουσι τόκον, ἢ συνεσθίειν αὐτοῖς, ἐπιμένουσι τῇ παρανομίᾳ.
ΛΓʹ. Δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ Τετράδι τῆς τυροφάγου, καὶ τῇ Παρασκευῇ· καὶ μετὰ τὴν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπη ἂν ἐπιχωριάζωσιν· εἰς ἀνατροπὴν τοῦ δόγματος τοῦ Ἰακώβου, καὶ τῆς τῶν Τετραδιτῶν αἱρέσεως.
ΛΔʹ. Εἴ τις παλλακὴν κεκτημένος, οὐ βούλεται ἢ καταλιπεῖν αὐτήν, ἢ εὐλογηθῆναι καὶ μετὰ ἱερολογίας ἔχειν, οὐ χρὴ δέχεσθαι τὰ παρ’ αὐτοῦ προσφερόμενα τῇ ἐκκλησίᾳ, ἧς τοὺς θείους θεσμοὺς διὰ τῶν ἔργων καταφρονῶν ἐνυβρίζει.
ΛΕʹ. Ἐὰν μοναχὸς τὸ ἅγιον ἀποθέμενος σχῆμα κρεωφαγήσῃ καὶ γυναῖκα λάβῃ, δεῖ μὴ ἐπιστρέφοντα τοῦτον, ἀναθέματι καθυποβληθῆναι, καὶ ἄκοντα τὰ μοναχικὰ ἐνδυθῆναι, καὶ μοναστηρίῳ ἐγκατακλεισθῆναι. ΛϚʹ. Οὐ δεῖ τὸν ἅπαξ πορνεύσαντα χειροτονεῖσθαι, εἰ καὶ τοῦ πάθους ἀπέστη· φησὶ γὰρ ὁ μέγας Βασίλειος, «Εἰ καὶ νεκροὺς ἀνιστᾷ ὁ τοιοῦτος, ἱερεὺς οὐ γενήσεται.»
ΛΖʹ. Ὁ Ἀπόστολος λέγων, Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν, οὐχ ὃν ὁ δεῖνα καὶ ὁ δεῖνα εἶδε πορνεύοντα λέγειν δοκεῖ, ἀλλὰ τὸν ὀνομαζόμενον, ἤτοι πᾶσι γινωσκόμενον· τὰ γὰρ ἀναισχύντως πλημμελούμενα, πλείονα τὴν τιμωρίαν ἐφέλκεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.