Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Κανόνες

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Συμπληρωματικοί κανόνες και ειδικές διατάξεις

Διάφοροι κανόνες που ρυθμίζουν ζητήματα σχετικά με ναούς αιρετικών, τη μοναχική πειθαρχία, τα αντιμήνσια, το έκτακτο βάπτισμα και επιμέρους θέματα νηστείας και καθάρσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 3

ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ Τοῦ παναγιωτάτου Νικηφόρου πατριάρχου Κωνσταντινουπόλεως καὶ οἰκουμενικοῦ, ἐκ τῶν ἐκκλησιαστικῶν τούτου συντάξεων. {κλησιαστικῶν τούτου συντάξεων.} Καν. Αʹ. Τὰς ἐκκλησίας τὰς ὑπὸ αἱρετικῶν ἐνθρονιασθείσας, παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατὰ ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντας ἐν μέσῳ σταυρόν· ἐν δὲ τῷ θυσιαστηρίῳ, μήτε εἰσέρχεσθαι, μήτε θυμιᾷν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἢ λύχνον ἅπτειν.

Ϛʹ. Ὅτι δεῖ τὸν ἀθετοῦντα μοναχὸν τὸ ἅγιον σχῆμα, καὶ πάλιν ἐπιστρέφοντα, κατηχεῖσθαι ὑπὸ τῶν ἀδελφῶν τὰ δέοντα, ἀλλ’ οὐχὶ ἐκ τῶν Κατηχήσεων, ἀλλ’ ἕκαστος ἐξ ὧν ἐπιχορηγεῖται ὑπὸ τοῦ Κυρίου λόγων· καὶ ψάλλειν τὸν κατανυκτικὸν κανόνα τοῦ πλαγίου ἤχου· καὶ τιθέναι τὰ ἱμάτια αὐτοῦ ἐν τῷ θυσιαστηρίῳ ὑποκάτω τῆς ἁγίας τραπέζης, ὡς ἐπὶ τοῦ σχήματος· καὶ ἀπὸ τοῦ Εὐαγγελίου τῆς λειτουργίας κουρεύειν αὐτὸν τὸν ἡγούμενον· καὶ ἐνδύειν τὸ σχῆμα μηδὲν ἐκφωνοῦντα.

Θʹ. Τὸν μὴ νηστεύοντα Τετράδα καὶ Παρασκευὴν ἱερέα, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ, κἂν δοκῇ ὀρθόδοξος εἶναι· τὸ γὰρ ἐκ μέρους εὐσεβεῖν, καὶ ἐκ μέρους κοινοῦσθαι, βέβηλον. ΙϚʹ. Ὅτι δεῖ τοὺς ἐργαζομένους μοναχοὺς τῇ ἁγίᾳ Τεσσαρακοστῇ τὴν θʹ ὥραν γεύσασθαι ἄρτου βραχέος, καὶ τῇ ἑσπέρᾳ δειπνεῖν.

ΙΖʹ. Ὅτι οὐ χρὴ ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ τοὺς μοναχοὺς ἐργασίαν ποιεῖν, καὶ προφάσει τοῦ ἔργου, καταλύειν εἰς οἶνον καὶ ἔλαιον· ταῦτα γὰρ γαστριμαργίας ἐπιτηδεύματα. ΙΘʹ. Πόσα κεφάλαια ἐκβάλλουσι τὸν μοναχὸν ἀπὸ τῆς μονῆς; Πρῶτον μέν, εἰ ἔστιν ὁ ἡγούμενος αἱρετικός· δεύτερον, εἰ ἔστιν εἴσοδος γυναικῶν ἐν τῇ μονῇ· τὸ δὲ τρίτον, ἐὰν παιδία μανθάνωσι κοσμικὰ ἐν τῷ κοινοβίῳ· ἄτοπον γὰρ τοῦτο, τὸ δημοσιεύεσθαι τὰ ἐν τῇ μονῇ καλῶς πραττόμενα· ὥς φησι τὸ Εὐαγγέλιον· Μὴ σαλπίσητε ἔμπροσθεν ὑμῶν, ὅταν εὖ ποιῆτε.

ΚΘʹ. Τὴν Τεσσαρακοστὴν τῶν ἁγίων Ἀποστόλων, ἤτοι τὴν νήστιμον αὐτῶν, χρὴ νηστεύειν, Τετράδι καὶ Παρασκευῇ, τοὺς ἐργαζομένους, ἕως ὥρας ἕκτης, καὶ οὕτως γεύεσθαι, καὶ τὴν θʹ ὥραν ἀριστᾷν· ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Φιλίππου, ὥραν ἕκτην γεύεσθαι, καὶ ἑσπέρας δειπνεῖν· τοὺς δὲ ἐν τῇ μονῇ, ἅπαξ ἕως ἑσπέρας.

ΝϚʹ. Ἐὰν πρεσβύτερός ἐστιν, ἢ διάκονος, ἢ ἀναγνώστης καθῃρημένος, καὶ εὑρεθῇ μοναχός, εὐλογεῖ τὴν τράπεζαν. ΞϚʹ. Ἐάν τις ἀθετήσῃ τὸ ἅγιον σχῆμα, καὶ οὐ διορθοῦται, τὴν δὲ ὀρθοδοξίαν κρατῇ, οὐ χρὴ τὸν τοιοῦτον ὑπὸ στέγην ἄγειν, οὔτε συνεσθίειν, ἢ χαίρειν λέγειν.

Τοῦ πατριάρχου Νικηφόρου. Ὁ δημοσίου κλοπῆς ἑαλωκὼς περὶ τὰ κεφαλαιώδη κλέμματα, οὐχ ἱερᾶται· ἀλλὰ καὶ ὁ ἱερωθείς, καὶ τῷ τοιούτῳ περιπεσών, καθαιρεῖται.

Τοῦ αὐτοῦ. Τὰ ἀντιμίνσια, ἔνθα ἂν χρεία γένηται τούτων, ἀκωλύτως παραπέμπονται, καὶ οὐ περιγράφονται ἐν τῇδε τῇ ἐνορίᾳ ἢ ἐκείνῃ, ἀλλὰ καὶ ὑπερόρια γίνονται, καθὰ καὶ τὸ θεῖον μύρον. Καλοῦνται δὲ οὕτως, ὡς ἀντιπρόσωπα καὶ ἀντίτυπα τῶν πολλῶν μίνσων, τῶν καταρτιζόντων τὴν ἁγίαν καὶ Δεσποτικὴν τράπεζαν.

Κυρίως δὲ ἐπ’ ἐκείναις τῶν τραπεζῶν τίθενται. ἃς καθιέρωσις οὐχ ἡγίασεν.

Ὁ ιδʹ τοῦ πατριάρχου Νικηφόρου. Δεῖ τὰς μοναζούσας εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, καὶ ἅπτειν κηρὸν καὶ κανδήλας, καὶ κοσμεῖν τὸν ναόν· κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει. Ὡσαύτως καὶ διάκονος. Καὶ λαϊκὸς δέ, ἐὰν εὑρεθῇ εἰς τόπον, μὴ ὄντος ἱερέως.

Τοῦ αὐτοῦ. Ἐὰν γυνὴ γεννήσῃ, καὶ ἔστιν ἐν κινδύνῳ τὸ παιδίον, ἀπὸ ἡμερῶν τριῶν ἢ πέντε· τὸ μὲν παιδίον φωτισθήτω, ἄλλη δὲ γυνὴ βεβαπτισμένη καὶ καθαρὰ θηλάσει αὐτό· ἡ δὲ μήτηρ αὐτοῦ μὴ εἰσέλθῃ εἰς τὸν κοιτῶνα, εἰς ὃν τὸ παιδίον ἀνάκειται, μέχρι τῶν μʹ ἡμερῶν, ἕως ἂν καθαρθῇ τελείως, καὶ λάβῃ εὐχὴν παρὰ τοῦ ἱερέως, μήτε μὴν ἅψηται τοσύνολον αὐτοῦ.

Τοῦ αὐτοῦ. Ἐὰν τελεία γυνὴ γενομένη Χριστιανὴ μετὰ μίαν ἢ δύο, ἢ ὅσας δήποτε ἡμέρας μέχρι τῶν ἑπτά, ἴδη τὰ ἔθιμα αὐτῇ, ἐν τῷ οἴκῳ αὐτῆς κοινωνήσει. Εἰς δὲ τὴν ἐκκλησίαν οὐ μὴ εἰσέλθῃ, ἕως οὗ καθαρισθῇ.

Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ὅτι δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ Τετράδι τῆς τυροφάγου καὶ τῇ Παρασκευῇ, καὶ μετὰ τὴν τῶν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπου ἂν εὑρεθῶσιν. Ἀνατρέπει δὲ καὶ οὗτος ὁ κανὼν τοῦ Ἰακώβου τὸ δόγμα καὶ τὴν τῶν Τετραδιτῶν αἵρεσιν.