Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία
Ανατροπή του Φωκά και εδραίωση του Ηρακλείου
Η άφιξη του Ηρακλείου στην Κωνσταντινούπολη, η εκτέλεση του Φωκά, η ανακήρυξη του νέου αυτοκράτορα και η απομάκρυνση του Κρίσπου σε μοναστήρι.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανατροπή του Φωκά και εδραίωση του Ηρακλείου
Η άφιξη του Ηρακλείου στην Κωνσταντινούπολη, η εκτέλεση του Φωκά, η ανακήρυξη του νέου αυτοκράτορα και η απομάκρυνση του Κρίσπου σε μοναστήρι.
ΧΡΟΝΟΓΡΑΦΙΚΟΝ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ Μετὰ τὴν Μαυρικίου τοῦ βασιλέως ἀναίρεσιν Φωκᾶς, ἐπεὶ ταύτην κατειργάσατο, τῆς βασιλείας ἐπιλαμβάνεται· ὑφ’ οὗ ἐπὶ τοσοῦτον κακώσεως Χριστιανοῖς ἤλασε τὰ πράγματα ὡς παρὰ πολλοῖς ᾄδεσθαι ὅτι Πέρσαι μὲν τὴν Ῥωμαίων ἀρχὴν ἐκτὸς κατεπόνουν, Φωκᾶς δὲ ἔνδον χείρω τούτων ἔπραττεν. διὸ οἱ περὶ τὴν Λιβύην στρατηγοῦντες τῷ μεγίστῳ διαστήματι τὸ θαρρεῖν ἔχοντες, ἅμα δὲ καὶ παρὰ Μαυρικίου τὰ τῆς στρατηγείας ἐγχειρισθέντες (δύο δὲ ἤστην ἀδελφώ, Ἡράκλειος καὶ Γρηγόριος), οὗτοι κοινῇ βουλευσάμενοι τοὺς ἑαυτῶν υἱεῖς πρὸς τὸ Βυζάντιον ἐκπέμπουσιν, ὡς τὸν προφθάσαντα τούτων τῆς βασιλείας, εἰ δυνατόν, ἐπιλήψεσθαι. καὶ Ἡράκλειον μὲν τὸν Ἡρακλείου παῖδα πλείστῳ καθοπλίσαντες στόλῳ ἔκ τε τῶν Ἄφρων καὶ Μαυρουσίων πληρώσαντες, πλοῒ ἐκπέμπουσιν, Νικήταν δὲ τὸν υἱὸν Γρηγορίου ἱππικῇ στρατιᾷ πολλῇ περιβαλόντες διὰ τῆς ἠπείρου ἀπέστελλον. δεξιᾷ δὲ τύχῃ χρησάμενος καὶ πνεύμασιν ἐπιφορωτάτοις ἀπαχθεὶς Ἡράκλειος προφθάζει Νικήταν εὐπλοΐσας εἰς Βυζάντιον, καὶ ἤδη τῇ πόλει προσεπέλαζεν.
Κρίσπος δὲ ὁ τοῦ Φωκᾶ γαμβρός, ὃς ἦν τὴν ἀξίαν τῆς πόλεως ἔπαρχος, μεγάλα ἐν τοῖς βασιλείοις δυνάμενος, ἐπεὶ ἀπεχθάνετο Φωκᾷ, περιυβρισμένος παρ’ αὐτοῦ διὰ τὴν τῆς οἰκείας εἰκόνος καθαίρεσιν, ἥν ποτε οἱ τῶν ἀντιθέτων χρωμάτων δημόται τῇ τοῦ Φωκᾶ συμπεριέγραψαν εἰκόνι, δόλῳ αὐτὸν μετήρχετο, καὶ πονεῖν ὑπὲρ αὐτοῦ ἔπειθεν, καὶ Ἡράκλειον ἐπ’ ἀπωλείᾳ τῇ ἑαυτοῦ ἥκειν ἀπισχυρίζετο, συνήργει δὲ Ἡρακλείῳ καὶ τὰ ὑπὲρ αὐτοῦ εἰς τὰ μάλιστα ἔπραττεν. οἱ οὖν περὶ τὸν Φωκᾶν θεασάμενοι ὅτι καὶ οἱ τῆς πόλεως ἐστασίαζον—ἤδη γὰρ καὶ οἱ τοῦ πρασίνου χρώματος δημόται τὰ περὶ τὴν Καισαρείου τὸ πῦρ ὑφῆπτον καὶ τὸν ἔπηλυν βασιλέα ἀνευφήμουν—ἐπικειμένους δὲ αὐτοῖς κραταιῶς καὶ τοὺς ἐκ τῶν Ἡρακλείου στρατευμάτων, καταλιπόντες αὐτοὺς ἀνεχώρουν. Φώτιος δέ τις ὄνομα, ὃς παρ’ αὐτοῦ εἰς τὴν σύζυγον ἐπεβουλεύθη ποτέ, ἐπελθὼν εἰς τὸ παλάτιον μετὰ πλήθους στρατιωτῶν, κατέσχεν τε αὐτόν, καὶ τὴν βασιλικὴν ἀπαμφιάσας ἐσθῆτα καὶ περίζωμα μέλαν αὐτὸν περιθέμενος, τάς τε χεῖρας περιηγμένας εἰς τοὐπίσω ἀποδήσας, πλοίῳ ἐμβαλὼν πρὸς Ἡράκλειον δεσμώτην ἀπήγαγεν. ὃν ἰδὼν ἔφη· “οὕτως, ἄθλιε, ἐδιοίκησας τὴν πολιτείαν;” ὁ δέ· “σὺ μᾶλλον” ἔφη “κάλλιον ἔχεις διοικῆσαι.”
εὐθὺς οὖν ἐπιτρέπει ἀποτμηθῆναι αὐτοῦ ἐν τῷ πλοίῳ τὴν κεφαλήν, τόν τε ὦμον τὸν δεξιὸν σὺν τῇ χειρὶ ἐκκοπῆναι καὶ τῶν αἰδοίων ἐκτμηθῆναι καὶ κοντοῖς ἀναρτηθῆναι, οὕτω τε αὐτὸν συρέντα σὺν Δομνητζιόλῳ τῷ αὐτοῦ ἀδελφῷ, Βουνούσῳ τε καὶ Λεοντίῳ, τῷ τῶν βασιλικῶν χρημάτων ταμίᾳ, κατὰ τὴν Βοὸς λεγομένην ἀγορὰν πυρίκαυτον γενέσθαι.
Μετὰ τοῦτο εὐγνωμόνως παρά τε Σεργίου τοῦ τῆς πόλεως ἱεράρχου καὶ τῆς λοιπῆς πληθύος εἰσδέχεται. καὶ εὐθὺς Κρίσπον, εἰς τὴν βασιλείαν προτρέπεται, φάσκων οὐ τῆς βασιλείας ἕνεκεν ἐληλυθέναι, τιμωρήσασθαι δὲ μᾶλλον τὸ Μαυρικίου αἷμα καὶ τῶν αὐτοῦ τέκνων. ὁ δὲ οὐκ ἐδέχετο. τέλος ὑπὸ τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου Ἡράκλειος βασιλεὺς ἀνακηρύσσεται καὶ ὑπὸ τοῦ ἀρχιερέως στέφεται.
Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει τῶν ἐν Καππαδοκίᾳ στρατευμάτων. καὶ ἐπεὶ φήμη διέτρεχεν ὡς Πέρσαι κατὰ Ῥωμαίων ἐπιστρατεύουσιν, Ἡράκλειος τοῦ Βυζαντίου ἀπάρας πρὸς Κρίσπον ἐν Καισαρείᾳ παραγίνεται, ὡς δὴ αὐτῷ τῶν πολεμίων ἕνεκεν βουλευσόμενος. ὁ δὲ νοσεῖν προσεποιεῖτο, καὶ τὸν βασιλέα οὐκ ἐδόκει δέχεσθαι, καὶ πάλιν παραγενόμενον μόλις ἐδέχετο ἐν σχήματι ἀρρώστου ἀνακλινόμενος· εἶτα ἠκούετο ὡς καὶ διελοιδορεῖτο αὐτῷ. ὁ δὲ τὸ πρᾶγμα συνῆκε, καὶ τὴν ὕβριν τέως ἤνεγκε, καὶ ἤδη ἐκαιροφυλάκει. ἀλλ’ ἔδοξέ πως γνησιώτερον διαλέγεσθαι ὑπὲρ τοῦ δεῖν πονεῖν ὑπὲρ ἀλλήλων τῆς πολιτείας χάριν. ὁ δὲ ὥσπερ ἐπιχλευάζων ὑπεκρίνετο, ὡς οὐκ ἐξὸν βασιλεῖ καταλιμπάνειν τὰ βασίλεια καὶ ἐν τοιαύταις ἐκστρατείαις παραγίνεσθαι. ἐν τούτοις τίκτεται παῖς τῷ βασιλεῖ Ἡράκλειος, ὃν καὶ Κωνσταντῖνον ὠνόμασε. τότε παραγίνεται καὶ Νικήτας ὁ πατρίκιος ἐν Κωνσταντινουπόλει. διὰ ταῦτα Ἡράκλειος ἐν τοῖς βασιλείοις ἐπεισέρχεται, καὶ Νικήταν μετὰ τιμῆς μεγάλης ὥσπερ ἀδελφὸν γνήσιον καὶ ὁμότιμον δέχεται, ὡς ἦν αὐτοῖς συντεταγμένον ἐκ Λιβύης ἀπαίρουσι. Κρίσπος δὲ εἰσέρχεται εἰς Βυζάντιον, ὡς τῇ εἰσόδῳ Νικήτα συγχαρισόμενος. σκήπτεται δὲ ὁ βασιλεὺς βαπτίζειν τῷ θείῳ λουτρῷ τὸν υἱόν, υἱοθετεῖσθαι δὲ αὐτὸν ὑπὸ Κρίσπου. ὁ δὲ ἐπὶ τούτοις εἰσέρχεται εἰς τὸ παλάτιον.
Ἡράκλειος δὲ ἀθροίσας τὸν ἐκ τῆς συγκλήτου βουλῆς καὶ τὸν ἄλλον ὅμιλον τὸν τῆς πόλεως ἅμα Σεργίῳ τῷ ἱεράρχῃ λέγεται εἰπεῖν πρὸς αὐτούς· “ὁ ὑβρίζων βασιλέα τίνι προσκρούει;” τοὺς δὲ φάναι· “τῷ θεῷ τῷ ποιήσαντι αὐτὸν βασιλέα.” καὶ πρὸς Κρίσπον εἶπεν. ὡσαύτως καὶ αὐτὸς ἀπεφήνατο τὸ δοκοῦν ὀρθῶς. τὸν δὲ οὐκ εἰδότα τὸ πρᾶγμα λέξαι, οὐδὲ φιλανθρωπίας τὸν τοιοῦτον ἀξιωθήσεσθαι. λέγει ὁ βασιλεύς· “τί σοι ἔπταισα ὅτι καὶ τὴν βασιλείαν ἐξευτέλισας;” ἀναμιμνήσκοντα ἤδη ἅπερ ἐν Καισαρείᾳ ἐπὶ τῇ νόσῳ ἐδραματουργεῖτο· “οὐχὶ καὶ βασιλεῦσαί σε πρότρεψα;” καὶ ἅμα λαβόντα τόμον, κατὰ τῆς κεφαλῆς τοῦτον παίων ἔλεγεν· “ὡς γαμβρὸν οὐκ ἐποίησας, φίλον πῶς ἂν ἐποίησας;” εὐθὺς δὲ ἐπέτρεψεν εἰς κληρικοῦ σχῆμα τὴν κεφαλὴν κείρασθαι καὶ τὸν ἀρχιερέα τὴν εὐλογίαν ἐπιθεῖναι. ἐξελθόντα δὲ αὐτὸν τοῖς μετὰ Κρίσπου στρατιώταις εἰπεῖν (βουκελλαρίους δὲ τούτους ἐπιχωρίῳ διαλέκτῳ ἐκάλουν)· “ὁ παπᾶς Κρίσπος ἕως τοῦ νῦν ὑπηρέτας αὑτοῦ εἶχεν ὑμᾶς, ἡμεῖς δὲ σήμερον οἰκιακοὺς τῆς βασιλείας ὑπηρέτας.” προσθεῖναι δὲ αὐτοῖς καὶ τὸ σιτηρέσιον ἐκέλευσεν καὶ πρώτους καλεῖσθαι ἐν τοῖς ἐκστρατεύμασιν· αὐτούς τε ἀσμένως ταῦτα δεξαμένους τὸν βασιλέα ἐπευφημῆσαι ἅμα τῇ ἄλλῃ πληθύϊ. μετὰ τοῦτο Κρίσπον περιορίζει εἰς τὸ λεγόμενον τῆς Χώρας μοναστήριον, ὃς ζήσας ἐνιαυτὸν ἐτελεύτησεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.