Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Εσωτερική διοίκηση, δικαιοσύνη και δυναστική διαδοχή

Διορισμοί νέων αξιωματούχων, αυστηρή απονομή δικαιοσύνης, επεισόδια κατά την κηδεία της αυτοκράτειρας και η στέψη του διαδόχου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 4

Θεόδωρον δὲ τὸν ἑαυτοῦ ἀδελφόν, κοροπαλάτιον ὄντα τὴν ἀξίαν, ἔξαρχον ἀνατολῆς ἐξέπεμψεν, ὡσαύτως καὶ Φιλιππικὸν τηνικαῦτα κληρικὸν τυγχάνοντα, ὃς μικρὸν ἐπιβιοὺς ἐτελεύτα, καὶ ἐν Χρυσοπόλει τάφῳ παραδίδοται πρὸς τῇ παρ’ αὐτοῦ δωμηθείσῃ ἐκκλησίᾳ.

Ὀλίγου δὲ χρόνου διιππεύσαντος νόσῳ ἐπιληψίας ἡ τοῦ βασιλέως γαμετὴ ἐτελεύτησεν. ἐν ᾧ δὲ τὸ ἑαυτῆς ἐκκομίζεται σῶμα, συνέβηκε τῶν παρακυπτόντων τινὰ ἐπὶ τῇ θέᾳ κόρην βάρβαρον ἀποπτύσαι, καὶ τὸ περίττωμα ἐνεχθῆναι κατὰ τῆς πολυτελοῦς ἐσθῆτος ἐκείνης, ἣ τὸ τῆς βασιλίδος σῶμα περιεκόσμει. ἄγουσιν οὖν οἱ περὶ τὴν ἐκφορὰν τὴν κόρην καὶ πυρίκαυστον κατὰ τὴν λεγομένην τοῦ Βοὸς ἀγορὰν ἐποίησαν. περιεζήτουν δὲ καὶ τὴν αὐτῆς κυρίαν, ὡς καὶ αὐτῇ ὁμοίως χρήσασθαι. ἡ δὲ αἰσθομένη διέφυγεν, τὸ λοιπὸν μὴ ὁραθεῖσα πώποτε.

Ἐν δὲ χώρᾳ τινὶ τῶν περιφανῶν τις ἦν καὶ εὔπορος, οὗ τὸ ἐπώνυμον Βιζουλῖνος, τὴν δὲ ἀξίαν ἣν κανδιδάτος Ῥωμαῖοι καλοῦσι. τούτῳ ἐγειτόνευε γυνή τις χήρα. καὶ μάχης αὐτοῖς περὶ μεθορίων γῆς συμβαινούσης, ἐπιτρέπει τοῖς δούλοις αὐτοῦ ἐπιέναι τοῖς γειτονεύουσιν· οἱ δὲ ξύλοις ἕνα τῶν ἐκείνης υἱῶν ἀναιροῦσιν. αὕτη λαβοῦσα τοῦ τεθνηκότος ἡμαγμένον τὸ ἱμάτιον εἰς Βυζάντιον ὡς Ἡράκλειον παραγίνεται, καὶ ἐπεὶ προϊόντα εἶδεν, εἰσδραμοῦσα τοῦ χαλινοῦ τοῦ ἵππου ἐπιλαμβάνεται, καὶ ἅμα τὸ τοῦ παιδὸς ἱμάτιον ἐπιδεικνῦσα φησὶ πρὸς αὐτόν· “οὕτω γένοιτο τοῖς τέκνοις σου, ἐὰν μὴ τὸ αἷμα τοῦτο ἐκδικήσῃς.” τῶν δὲ περὶ τὸν βασιλέα ἐπιόντων αὐτῇ καὶ πλήττειν ἐπειγομένων αὐτὸς διεκώλυσε, φήσας τῇ γυναικὶ μηκέτι τολμᾶν προσιέναι, ἐπεξιέναι τε τὰ τῆς δίκης ἡνίκα ἂν αὐτῷ δεδογμένον εἴη. ἀπῆλθεν οὖν εὐθὺς μὴ δίκης τυχὸν ὀλολύζον τὸ γύναιον. χρόνος δὲ διήρχετο, καὶ ὁ τὸν φόνον ἐπιτρέψας ἐδεδίει, ὡς καὶ αὖθις τὴν γυναῖκα περὶ τοῦ φόνου τὸν βασιλέα διενοχλεῖν. διὰ τοῦτο εἰς τὸ δημοτικὸν μέρος ἑαυτὸν ἐγκαταμίγνυσι, καὶ ἱππικοῦ ἀγῶνος ἐπιτελουμένου τοῦτον ὁ βασιλεὺς ἐν μέσοις τοῖς δημόταις θεασάμενος τῷ ἐπάρχῳ ἐπιτρέπει φρουρᾷ παραδίδοσθαι.

εἶτα τὴν μητέρα τοῦ φονευθέντος παιδὸς μεταπέμπεται, καὶ ἀσφαλῶς τὰ περὶ τοῦ φόνου ἐξετάσας κελεύει τὸν Βιζουλῖνον ὑπὸ τῶν παίδων αὐτοῦ ξύλοις ἀναιρεθήσεσθαι, ὡσαύτως καὶ τοὺς παῖδας αὐτοῦ ὑπ’ ἀλλήλων κτείνεσθαι.

Ἡράκλειος δὲ τὸν υἱὸν Ἡράκλειον ὑπὸ Σεργίου τοῦ ἀρχιερέως βαπτισθέντα ἀγκάλαις ἐκ τῆς ἁγίας κολυμβήθρας ἐδέξατο, στέφει τε αὐτὸν εὐθὺς βασιλέα σὺν τῇ ἀδελφῇ, καὶ τὴν θυγατέρα Νικήτα τοῦ πατρικίου αὐτῷ κατηγγύησεν· οὗ καὶ στήλην κεχρυσωμένην καθύπερθε τοῦ τετρακιονίου λεγομένου ἔστησεν ἐν τῇ τοῦ Φόρου ἀγορᾷ. καὶ ὧδε μὲν ταῦτα ἔσχε.