Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η περσική προέλαση και οι ρωμαιοπερσικές διπλωματικές επαφές

Η κατάληψη της Αιγύπτου, η προέλαση των Περσών ως τη Χαλκηδόνα, οι επαφές του Ηρακλείου με τον στρατηγό Σάιτο και η αποτυχημένη πρεσβεία στον Χοσρόη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 4

Χοσρόης δὲ ὁ τῶν Περσῶν βασιλεὺς κατὰ Ῥωμαίων ἐπεστράτευσεν, ἡγεμόνα τῶν Περσικῶν στρατευμάτων Σάϊτον ἐπιστείλας, ὃς ἐλθὼν τήν τε Ἀλεξάνδρειαν παραλαμβάνει καὶ τὴν ὅλην Αἴγυπτον, καὶ πᾶσαν τὴν ἀνατολικὴν μοῖραν κατεδῄου τε καὶ αἰχμαλώτους πλείστους ἦγε καὶ ἄλλους ἀνῄρει. τὴν Χαλκηδόνα οὖν μετὰ ταῦτα καταλαμβάνει, καὶ περιεκάθητο ταύτῃ χρόνον ἱκανόν, ἠξίου τε τὸν βασιλέα εἰς ὁμιλίαν λόγου παραγενέσθαι. ὁ δὲ διεπεραιοῦτο πρὸς αὐτὸν σὺν ἄρχουσί τε καὶ στρατῷ καὶ τῇ βασιλικῇ δορυφορίᾳ. τοῦτον Σάϊτος ἰδὼν ἐξανέστη τῆς καθέδρας καὶ τῇ γῇ προσρίψας ἑαυτὸν προσκυνεῖ. ὁ δὲ ἐκ τοῦ ἀκατίου ἐν ᾧ ἐπέπλει προσεφώνει αὐτῷ τὸ χαῖρε καὶ χαρίσμασιν ἠμείβετο.

Σάϊτος δὲ αὐτῷ ἔλεγεν· “ὦ δέσποτα, ἔδει τὸν βασιλέα Ῥωμαίων καὶ Περσῶν μήτε ἐν διαστάσει εἶναί ποτε, ἀλλ’ ὡς ἀδελφοὺς γνησίους τὰς πολιτείας ἑαυτῶν διοικεῖσθαι ἕκαστον· οὐδὲ γάρ ἐστι βασιλεία ἑτέρα ταύταις ὁμοία.” ὁ δὲ τῶν λόγων τὸ προσηνὲς ἀμειβόμενος ἔφη αὐτῷ· “τί οὖν πράσσειν ὀφείλομεν;” ὁ δὲ ἐπομνύμενος ἔλεγεν ὅτι· “καὶ θέλω καὶ σπεύδω τὰς πολιτείας ἐν εἰρήνῃ καθίστασθαι, ἐπεὶ καὶ Χοσρόης οὕτω γε βούλεται. εἴ τι οὖν μοι πείθεσθε, συνεκπέμποιτέ μοι ὡς αὐτὸν τοὺς πρεσβευσομένους. πεισθείη δ’ ἂν ἐμοὶ καὶ αὐτὸς εἰρήνην διαιωνίζουσαν κρατύναι μεθ’ ὑμῶν.” Ὁ δὲ ὑπέσχετο δώσειν, καὶ ἐν οἷς ἐβουλεύετο συνῄνουν ὅ τε ἱεράρχης καὶ οἱ ἐν τέλει. καὶ ἤδη ἐξελέγοντο Ὀλύμπιος ἔπαρχος πραιτωρίων, Ἀναστάσιός τε ὁ τῶν πραγμάτων τῆς μεγίστης ἐκκλησίας οἰκονόμος, Λεόντιος ὁ τῆς πόλεως ἔπαρχος, οὓς παραλαβὼν Σάϊτος ἐκ Χαλκηδόνος ἀπῇρεν καὶ πρὸς τὰ τῶν Περσῶν ἤθη ἐχώρει. καὶ μέχρι μὲν τῶν μεθορίων τῆς Ῥωμαϊκῆς ἀρχῆς μετὰ τιμῆς ἦγε καὶ θεραπείαν πᾶσαν ἀπένεμεν, τῇ Περσικῇ δὲ εἰσβαλὼν σιδήροις ἐδέσμει καὶ δεσμώτας πρὸς Χοσρόην ἀπήγαγε. Χοσρόης δὲ ἐπεὶ ἔγνω ὅτι Σάϊτος Ἡράκλειον ὡς βασιλέα ἐτίμησε, καὶ οὐκ αἰχμάλωτον λαβὼν πρὸς αὐτὸν ἀπήγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ τὰ τῆς ἐλπίδος ἔκειτο) μεγάλα τε ἠγανάκτει κατ’ αὐτοῦ καὶ εἰς ἀσκὸν αὐτὸν ἀποδείρας τὴν δορὰν εἶχε, καὶ οὕτως ἀθλίως ἐτελεύτα.

τοὺς δὲ Ῥωμαίων πρεσβευτὰς ἰδίᾳ διαστείλας ἕκαστον ἐν φρουραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα.