Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Εξωτερικές απειλές, εσωτερική κρίση και οι αμφιλεγόμενες αποφάσεις του Ηρακλείου

Οι επιπτώσεις του λιμού και η αποτραπείσα φυγή του αυτοκράτορα, η συμμαχία με τους Ούννους, η ενέδρα των Αβάρων, η εκποίηση εκκλησιαστικών κειμηλίων και ο άθεσμος γάμος με τη Μαρτίνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 4

Πολλὴ οὖν δυσθυμία καὶ λύπη τούτων ἕνεκε τὸν βασιλέα εἶχε, καὶ διεβουλεύετο πρὸς Λιβύην ἀποίχεσθαι. καὶ προπέμπει χρήματά τε πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς ἐκεῖσε· ὧν τὰ πλεῖστα καταίροντα, ναυαγίῳ περιπεσόντα, βρύχια γέγονεν. οἱ οὖν πολῖται αἰσθόμενοι, ὡς δυνατὰ ἦν, διεκώλυον· ὡς καὶ τὸν ἀρχιερέα Σέργιον ὑποθέσθαι ὅρκοις αὐτὸν ἐπὶ τῆς ἐκκλησίας ἐνέγκαντα καταδεσμῆσαι μὴ μεθίστασθαι τῆς βασιλευούσης. λιμὸς μὲν τηνικαῦτα ἐπεκράτει κατὰ τὴν πόλιν (οὐδὲ γὰρ ἡ Αἴγυπτος αὐτοῖς ἐπεσίτιζε λοιπόν) ὅθεν καὶ τὰ πλεῖστα τῶν βασιλικῶν σιτηρεσίων ἐπελελοίπει. ἐν τούτοις καὶ θάνατος τοῖς ἐν τῇ πόλει ἐπενέμετο.

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν Οὔννων κύριος εἰς τὸ Βυζάντιον εἰσῆλθε, καὶ βασιλέα δέχεσθαι αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ᾔτησε, καὶ διδόναι τὸν διὰ τοῦ θείου λουτροῦ φωτισμόν· καὶ Θεόδωρος, ὁ τοῦ βασιλέως ἀδελφός, ἐκ τῆς ἁγίας κολυμβήθρας ὑπεδέξατο, καὶ ἄρχοντες Ῥωμαίων τοὺς Οὐννικοὺς ἄρχοντας, ὡσαύτως καὶ αἱ τούτων σύζυγοι τὰς ἐκείνων γαμετάς. οὕτω τε φωτισθέντες δώροις βασιλικοῖς ἐτιμήθησαν καὶ ἀξιώματι· πατρίκιον γὰρ τὸν κύριον αὐτῶν πεποίηκε, καὶ πρὸς τὰ αὑτῶν ἀπέπεμπε.

Μετὰ τούτου ὁ τῶν Ἀβάρων ἡγεμὼν περὶ εἰρήνης ὡς Ἡράκλειον ἐπικηρυκεύεται. ὁ δὲ πέμπει Ἀθανάσιον τὸν πατρίκιον, εἶτα μετ’ αὐτὸν καὶ Κοσμᾶν τὴν ἀξίαν κυαίστορα, καὶ αὐτὸν σὺν δώροις πρὸς αὐτόν. ὁ δὲ τὰ πρὸς φιλίαν ὑποκρινόμενος ἔπειθεν αὐτοὺς ὡς φίλος εἴη τοῦ βασιλέως. οὗτοι ἐκεῖθεν ἀναζεύξαντες τὰ τῆς εὐνοίας τοῦ Ἀβάρου τῷ βασιλεῖ δῆλα ἐποίουν. ὁ δὲ ἡσθεὶς βουλεύεται κατὰ τὴν τῆς Θρᾴκης Ἡράκλειαν τὸν χαγάνον δέχεσθαι, καὶ τήν τε θυμελικὴν σκευὴν προεκπέμπει, ὡς καὶ ἱππικὸν ἀγῶνα ἐπὶ τῇ δοχῇ ἐκείνου θεάσασθαι· στολήν τε αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ εὐτρέπισεν. αὖθις προπέμπει Κοσμᾶν καὶ Ἀθανάσιον ἀπαγγελοῦντας χαγάνῳ τὴν τοῦ βασιλέως ἔξοδον. ὁ δὲ ἠσμένιζε, καὶ συντίθεται ἐν Ἡρακλείᾳ καταλαμβάνειν. τοῦ δὲ βασιλέως κατὰ τὴν Σηλυμβρίαν γενομένου ἐφίσταται ὁ χαγάνος τρισὶν ἡμέραις ὕστερον σὺν πλήθει πολλῷ τῶν Ἀβάρων ἐν Ἡρακλείᾳ· ὧν δὴ τοὺς πολλοὺς κατὰ τὰ ὑπερκείμενα τοῦ Μακροῦ Τείχους χωρία διασκεδάννυσι, κρύβδην ἐκεῖσε κατὰ τῶν ὀρῶν χωροῦντας τὰ λάσια, ὡς ἂν κατὰ νῶτον γενόμενοι τοῦ βασιλέως, μέσον αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν ἀποληψάμενοι χειρώσοιντο. οὓς ὁ βασιλεὺς αἰσθόμενος τὴν στολὴν τὴν βασιλικὴν ἀπαμφιέννυται, ἱμάτιον δὲ ἀλλότριον περιθέμενος καὶ τὸν στέφανον τὸν ἑαυτοῦ τῇ ὠλένῃ περιαψάμενος, πρὸς Βυζάντιον ἔφευγεν ἀνὰ κράτος, ἐντεῦθέν τε εἰσελθὼν μόλις διεσώζετο.

οἱ δὲ βάρβαροι ἐπετίθεντο, καὶ ἔξω πρὸ τῆς πόλεως πεδίον τὸ καλούμενον Ἕβδομον καταλαμβάνουσι, καὶ σκεδάννυνται ἄχρι τῆς καλουμένης γεφύρας τοῦ Βαρβύσσου ποταμοῦ, πολλοὺς Ῥωμαίων ἀναιροῦντες, καὶ τὰ τῇδε χωρία πικρῶς κατεδῄουν, τήν τε βασιλικὴν ἐσθῆτα καὶ τὰς στολὰς παραλαμβάνουσιν, ἔτι δὲ καὶ τὰ θυμελικὰ ὄργανα, πάντας τε τοὺς ταῦτα διακομίζοντας καὶ τῶν δημοτῶν τοὺς συνόντας αὐτοῖς. ὁ δὲ ἀριθμός φασι τῶν ἁλόντων παρ’ αὐτοῖς αἰχμαλώτων, οὓς δὴ κατὰ τὴν Ἀβάρων γῆν ἀπεκόμισαν ἀνδρῶν τε καὶ γυναικῶν, εἰς διακοσίας καὶ ἑβδομήκοντα χιλιάδας, ὥς τινες διαδράντες ὡμολόγησαν, συνήκετο.

Κατὰ δὲ τὸν αὐτὸν χρόνον ἄγεται Ἡράκλειος εἰς γυναῖκα Μαρτῖναν τὴν ἀνεψιάν, θυγατέρα Μαρίας ἀδελφῆς αὐτοῦ γνησίας, ἣν ἔσχεν ἐκ Μαρτίνου τοῦ πρὸ Εὐτροπίου γεγονότος αὐτῆς γαμέτου, ἐξ ἧς καὶ τίκτει δύο υἱούς, Φάβιον, ὃν καὶ νοβελλήσιμον ἐποίησεν (οὗτος δὲ ἦν βλαμμένος τὸν αὐχένα, ὡς μὴ δύνασθαι ἐπ’ οὐθετέρῳ αὐτὸν μέρει περιστρέφειν) καὶ Θεοδόσιον, καὶ αὐτὸν ὄντα κωφόν. διήλεγχον δὲ αὐτοῦ τὴν περὶ τῇ ἀνεψιᾷ παρανομίαν ἐφ’ ἱππικοῦ ἀγῶνος καὶ οἱ τοῦ πρασίνου χρώματος δημόται, καὶ κωλύειν τὴν συναφὴν ἐπειρῶντο τὴν ἄθεσμον, οἱ δὲ τοῦ ἀντικειμένου χρώματος συνῄνουν τε καὶ συνέπραττον. [καὶ] Σέργιος δέ, ὁ κατὰ τὸ Βυζάντιον μυσταγωγός, γράμμασιν αὐτὸν ἐνουθέτει καὶ ἐλιπάρει τὴν πρὸς τὸ γύναιον τοῦτο κοινωνίαν ἀπαρνήσασθαι. ὁ δὲ αὐτῷ ἀπελογεῖτο ὡς· “εὖ μὲν ἔχει τὰ παρὰ σοῦ λεγόμενα. ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ καὶ φίλῳ, ἤδη ἀποδέδωκας. ἐφ’ ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆς πράξεως.” κατὰ δὲ τὸν αὐτὸν καιρὸν διεπιπράσκοντο τὰ τῶν ἐκκλησιῶν κειμήλια καὶ εἰς ὑπαγωγὴν φόρων τοῖς βαρβάροις ἐξενεμήθη.