Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Χρονογραφία από τη Δημιουργία έως τη Βαβυλώνια αιχμαλωσία

Η γενεαλογία των πατριαρχών, ο κατακλυσμός, οι Κριτές και οι βασιλείς του Ισραήλ και του Ιούδα μέχρι την καταστροφή της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 7

Νικηφόρου πατριάρχου Κωνσταντινουπόλεως χρονογραφικὸν σύντομον. Ἀδάμ, πρῶτος ἄνθρωπος, γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σὴθ καὶ ἐπέζησεν ἔτη ψʹ μέχρι τοῦ Μαλελεήλ· ὁμοῦ ἔζησεν ἔτη ϡλʹ. Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνὼς καὶ ἐπέζησεν ............. ἔτη ϡιβʹ.

Ἐνὼς γενόμενος ἐτῶν ρϙʹ ἐγέννησε τὸν Καϊνὰν καὶ ἐπέζησεν ἔτη ψιεʹ μέχρι νγʹ ἔτους Μαθουσάλα· ὁμοῦ ἔζησεν ἔτη ϡεʹ. Καϊνὰν γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ καὶ ἐπέζησεν ἔτη ψμʹ μέχρις παʹ ἔτους Λάμεχ· ὁμοῦ ἔζησεν ἔτη ϡιʹ.

Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ψλʹ μέχρι μηʹ ἔτους Νῶε· ὁμοῦ ζήσας ἔτη ωϙεʹ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνὼχ καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις πεʹ ἔτους Νῶε· ὁμοῦ ζήσας ἔτη ϡξβʹ.

Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα καὶ ἐπέζησεν ἔτη ςʹ καὶ μετετέθη ἐν ἔτει λγʹ τοῦ Λάμεχ. ................ ..... ὁμοῦ ζήσας ἔτη ϡξθʹ κατ᾽ αὐτὸν τελευτᾷ τὸν κατακλυσμόν. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε.

Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ· καὶ ἐπέζησε μέχρι τοῦ κατακλυσμοῦ ἔτη ρʹ. Ἔτους χʹ Νῶε ὁ κατακλυσμὸς ἐγένετο καὶ ἐπέζησε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως του κατακλυσμοῦ κατὰ τοὺς οʹ ἔτη ͵βσμβʹ.

Μετὰ δὲ τὸν κατακλυσμὸν ἔτους βʹ Σήμ, υἱὸς Νῶε, ...... .... γεννᾷ τὸν Ἀρφαξὰδ καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Καϊνάν, ὥς τινες εἶπον· παρὰ γὰρ τοῖς οʹ οὐκ ἐμφέρεται.

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ ὁμολογητοῦ χρονογραφία σύντομος ἀπὸ Ἀδὰμ μέχρι τῶν χρόνων Μιχαὴλ καὶ Θεοφίλου. Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σὴθ καὶ ἐπέζησεν ἔτη ψʹ.

Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς. Ἐνὼς γενόμενος ἐτῶν ρϙʹ ἐγέννησε τὸν Καϊνάν. Καϊνὰν γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεήλ. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ.

Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ γεννᾷ τὸν Λάμεχ. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ· γεννᾷ τὸν Νῶε. Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. καὶ ἐπέζησε μέχρι τοῦ κατακλυσμοῦ ἔτη ρʹ.

Ἔτους χʹ Νῶε ὁ κατακλυσμὸς ἐγένετο. Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ κατὰ τοὺς οʹ ἔτη ͵βσμβʹ, οἷς καὶ ἡ ἀλήθεια ἐπιμαρτυρεῖ καὶ αἱ ἀνέκαθεν πάσαις ταῖς ἐκκλησίαις ἐπικρατήσασαι παραδόσεις. Μετὰ δὲ τὸν κατακλυσμὸν Σήμ, υἱὸς Νῶε, γενόμενος ἐτῶν ρʹ γεννᾷ τὸν Ἀρφαξάδ.

Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Καϊνάν. Καϊνὰν γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σάλα. Σάλα γενόμενος ἐτῶν ρλγʹ γεννᾷ τὸν Ἕβερ. Ἕβερ γενόμενος ἐτῶν ρλγʹ γεννᾷ τὸν Φαλέκ. Φαλὲκ γενόμενος ἐτῶν ρλγʹ γεννᾷ τὸν Ῥαγαῦ.

Ἐν δὲ ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ· διὸ καὶ σημαίνει τὸ Φαλὲκ ὄνομα τῇ Ἑβραίων φωνῇ μερισμόν. καὶ οὗτος πρὸ τοῦ πατρὸς τελευτᾷ· κατὰ τοῦτον ἡ πυργοποιΐα συνέστη καὶ ἀπὸ μιᾶς τῆς πάλαι διαλέκτου πολυφωνία γέγονε καὶ καθ᾽ ἕκαστον ἔθνος τῶν γλωσσῶν διαφορά, ὥς φησιν ἡ θεία γραφή.

Μετὰ δὲ Φαλὲκ Ῥαγαῦ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σερούχ. Σεροὺχ γενόμενος ἐτῶν ρλζʹ γεννᾷ τὸν Ναχώρ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρρα. Θάρρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ. Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τέλους Ἀβραὰμ ἔτη ͵γτι〈δʹ〉, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἔτη ͵αοβʹ.

Ἀβραὰμ ὑπάρχοντος αὐτοῦ οεʹ ἔτους θείου χρησμοῦ ἀξιοῦται καὶ τῆς πρὸς αὐτὸν γενομένης ἐπαγγελίας· ἀφ᾽ ἧς ἐπὶ τὴν διὰ Μωσέως ἐξ Αἰγύπτου πορείαν γίνονται ἔτη υλʹ, ὡς καὶ ὁ ἀπόστολος μαρτυρεῖ λέγων· “διαθήκην 〈προκεκυρωμένην〉 ὑπὸ τοῦ θεοῦ ὁ μετὰ υλʹ ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν”. καὶ αὐτὸς ἐν ἐξόδῳ συνᾴδει Μωσῆς, ἐν οἷς φησιν· “ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν ἐν Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἔτη υλʹ”. [καὶ κατὰ μέρος δὲ οὕτως ἔχει] Ἀβραὰμ γενόμενος ἐτῶν ρʹ γεννᾷ τὸν Ἰσαάκ.

Ἰσαὰκ γενόμενος ἐτῶν ξʹ γεννᾷ τὸν Ἰακώβ. Ἰακὼβ γενόμενος ἐτῶν πζʹ γεννᾷ τὸν Λευΐ. Λευῒ γενόμενος ἐτῶν μεʹ γεννᾷ τὸν Καάθ. Καὰθ γενόμενος ἐτῶν ξʹ γεννᾷ τὸν Ἄμραμ. Ἄμραμ γενόμενος ἐτῶν ογʹ γεννᾷ τὸν Μωσῆν.

Μωσῆς γενόμενος ἐτῶν πʹ ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου. Γίνονται ὁμοῦ τὰ πάντα ἀπὸ πρώτου ἔτους Ἀβραὰμ ἕως ἐπὶ τὴν ἐξ Αἰγύπτου πορείαν ἔτη φεʹ ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ............... ......... ἔτη ͵γχπθʹ κατὰ τοὺς οʹ.

Συνάγεται ὁμοῦ τὰ πάντα ἀπὸ μὲν τοῦ πρώτου ἔτους Ἀβραὰμ ἐπὶ τὴν ἐξ Αἰγύπτου πορείαν ἔτη φβʹ ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἔτη ͵αφπζʹ, ἀπὸ δὲ Ἀδὰμ κατὰ τοὺς οʹ ἔτη ͵γχπθʹ, κατὰ δὲ ἄλλους ͵γωκθʹ. Μετὰ δὲ ταῦτα Μωσῆς καθηγεῖται τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου ἔτη μʹ.

Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτη κζʹ. Πρεσβύτεροι ἔτη κγʹ. Ἀλλόφυλοι ἔτη ηʹ. Γοθονιὴλ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ. Ἀλλόφυλοι ἔτη ηʹ, μεθ᾽ οὓς Ἀὼδ ἐκ φυλῆς Ἐφραὶμ ἔτη πʹ. Ἀλλόφυλοι ἔτη ιηʹ. Δεβόρρα καὶ Βαρὰκ ἔτη μʹ.

Ἀλλόφυλοι πάλιν ἔτη κʹ. Μαδιναῖοι ἔτη ζʹ. Γεδεὼν ἔτη μʹ. Ἀβιμέλεχ ἔτη γʹ. Θωλᾶ ἔτη κγʹ. Ἰαὴρ ἔτη κβʹ. Ἀμμανῖται ἔτη ιηʹ. Ἰεφθάε ἔτη ϛʹ. Ἐσεβὼν ἔτη ζʹ. Ἐλὼν ἔτη ιʹ. Λαβδὼν ἔτη ηʹ. Ἀλλόφυλοι ἔτη μʹ.

Σαμψὼν ἔτη κʹ. Ἡλὶ ὁ ἱερεὺς ἔτη κʹ. καὶ ἀναρχίας ἔτη λʹ. Σαμουὴλ καὶ Σαοὺλ ἔτη μʹ. Δαυὶδ ἔτη μʹ. Ὁμοῦ τὰ πάντα ἀπὸ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἕως Δαυὶδ ἔτη χλʹ. Σολομὼν ἔτη μʹ. Ῥοβοὰμ ἔτη ιζʹ. Ἀβιᾶ ἔτη ϛʹ.

Ἀσᾶ ἔτη μʹ. Ἰωσαφὰτ ἔτη κεʹ. Ἐπὶ αὐτοῦ προφητεύει Μιχαίας, Ἡλίας, Ἐλισσαῖος. Ἰωρὰμ ἔτη ηʹ. Ὀχοζίας ἔτος αʹ. Γοθολία, μήτηρ Ὀχοζίου, ἔτη ζʹ. Ἰωὰς ἔτη μʹ. Ἀμασίας ἔτη κθʹ. Ἀζαρίας ὁ καὶ Ὀχοζίας ἔτη νβʹ.

Ἐπὶ αὐτῶν προφητεύουσιν Ὠσηὲ, Ἀμὼς, Ἡσαΐας, Ἰωνάς, Ἰωήλ. Ἰωάθαμ ἔτη ιϛʹ. Ἄχαζ ἔτη ιϛʹ. Ἐζεκίας ἔτη κθʹ. Μανασσῆς ἔτη νεʹ. Ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Βυζάντιον. Ἀμὼς ἔτη ιβʹ. Ἰωσίας ἔτη λαʹ. [καὶ ἀναρχίας ἔτη λʹ κατὰ τοὺς οʹ, κατὰ δὲ τὸ Ἑβραϊκὸν ἔτη νʹ].

Ἐπὶ τούτου προφητεύουσιν Ἱερεμίας καὶ Σοφονίας καὶ Βαρούχ. Ἰάχαζ μῆνας γʹ. Ἐλιακεὶμ ἔτη ιβʹ. Ἰεχονίας μῆνας γʹ. Σεδεκίας ἔτη ιαʹ. Τοῦτον ἐκτυφλώσας Ναβουχοδονόσωρ [ὁ βασιλεὺς] αἰχμάλωτον ᾖρε καὶ ὁ ναὸς πυρπολεῖται μετὰ μῆνας εʹ ὑπὸ Ναβουζαρδὰν διαρκέσας ἀφ᾽ οὗ ἐκτίσθη ἔτη υλβʹ.