Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Από την περσική κυριαρχία έως τον επίγειο βίο του Χριστού

Ιστορική καταγραφή της περσικής, μακεδονικής και πτολεμαϊκής περιόδου, έως την επικράτηση των Ρωμαίων και τη ζωή του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 7

Ὁμοῦ τὰ πάντα ἀπὸ ἀρχῆς βασιλείας Σολόμωνος ἕως ἁλώσεως Ἱερουσαλὴμ ἔτη υμηʹ. Μετὰ ταῦτα αἰχμαλωσίας Ἰουδαίων τῆς εἰς Βαβυλῶνα καὶ ἐρημίας τοῦ τόπου ἔτη οʹ. ἃ συμπληροῦται κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Περσῶν βασιλέως ὃς τόν τε λαὸν ἀνῆκε τῆς αἰχμαλωσίας καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνενέωσε ναόν.

Πρῶτος μὲν οὖν ἐβασίλευσε Περσῶν Κῦρος ἔτη λʹ. μεθ᾽ ὃν Καμβύσης ἔτη ϛʹ. Δαρεῖος ἔτη λϛʹ. Τούτου οὖν, ὡς εἴρηται, ἐν ἔτει δευτέρῳ ὁ ναὸς ἀνενεώθη. μεθ᾽ ὃν Πρῶτος Περσῶν ἐβασίλευσε Κῦρος ἔτη λʹ. Καμβύσης ἔτη βʹ.

Δαρεῖος ὁ υἱὸς Ὑστάσπου ἔτη λϛʹ. Τούτου ἔτει δευτέρῳ, ὡς ἤδη εἴρηται, ὁ ἐν Ἱεροσολύμοις ἀνενεώθη ναός. Γίνονται οὖν τὰ λοιπὰ Δαρείου ἔτη λδʹ. Ξέρξης ὁ Δαρείου ἔτη κηʹ. Ἀρταβάνης μῆνας ζʹ. Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ.

Τὰ κατὰ τὴν Ἐσθὴρ καὶ τὸν Μαρδοχαῖον ἐπὶ τούτου φασίν. Ξέρξης ἄλλος μῆνας βʹ. Σογδοάνης μῆνας ζʹ. Δαρεῖος ἄλλος ἔτη ιθʹ. Ἀρταξέρξης ὁ Μνήμων ἔτη μʹ. Ἀρταξέρξης ὁ καὶ Ὦχος ἔτη κϛʹ. Ἀρσὴς Ὤχου ἔτη δʹ.

Δαρεῖος Ἀρσάμου ἔτη ϛʹ. Τοῦτον ἀνελὼν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ καθελὼν τὴν τῶν Περσῶν ἀρχὴν ἐβασίλευσεν ἔτη ϛʹ, πρὸ τοῦ καθελεῖν τὸν Δαρεῖον βασιλεύσας, ὥς τινές φασιν, ἔτη ιβʹ. ἐτελεύτησε δὲ ἐν Βαβυλῶνι ἐτῶν λεʹ, [ὡς δὲ ἄλλοι εἶπον λϛʹ. ἐβασίλευσεν οὖν ἔτη ιζʹ].

Ὑπέταξε δὲ βαρβάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. [καὶ ἐτελεύτησεν ἐν Περσίδι βασιλεύων]. Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τελευτῆς Ἀλεξάνδρου ἔτη ͵ερξζʹ. Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξανδρείας ἐβασίλευσαν πρῶτος Πτολεμαῖος ὁ Λάγου ἔτη μʹ. δεύτερος.

Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. Ἐπὶ τούτου αἱ παρ᾽ Ἑβραίοις ἱεραὶ βίβλοι εἰς τὴν Ἑλληνίδα φωνὴν μετεβλήθησαν [καὶ ἐν ταῖς κατὰ Ἀλεξάνδρειαν ἀπετέθησαν βιβλιοθήκαις ἐπὶ Ἐλεάζαρ ἀρχιερέως]. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ.

Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. Τὰ κατὰ τῶν Μακκαβαίων ἐπὶ τούτου γεγένηται. Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ. Πτολεμαῖος ὁ Νεώτερος ἔτη κθʹ. Πτολεμαῖος ὁ Φούσκων ἔτη ιζʹ μῆνας ϛʹ.

Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος ἔτη ιʹ. Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ ἔτη ηʹ. Πτολεμαῖος ὁ Διόνυσος ἔτη λʹ. Κλεοπάτρα Πτολεμαίου ἔτη κβʹ. Τῷ τρίτῳ ἔτει ταύτης πρῶτος ἐμονάρχησε Ῥωμαίων Γάϊος Ἰούλιος Καῖσαρ· ἀφ᾽ οὗ καίσαρες οἱ ἑξῆς βασιλεῖς προσηγορεύθησαν. οὗτος ἐβασίλευσεν ἔτη δʹ μῆνας ζʹ.

Ἀπὸ τούτου ἐβασίλευσε. Καῖσαρ Σεβαστὸς ὁ καὶ Αὔγουστος ἔτη νϛʹ καὶ μῆνας ϛʹ. Ἐντεῦθεν οἱ Ἀντιοχεῖς τοὺς χρόνους αὐτῶν ἀριθμοῦσιν. Οὗτος τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας Κλεοπάτραν ἀνελὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχήν. οἳ ἐβασίλευσαν ἔτη σϙεʹ.

Γίνονται οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως ἀρχῆς βασιλείας Αὐγούστου κατὰ τοὺς ἀκριβεῖς χρονογράφους ἔτη ͵ευνζʹ. [Αὔγουστος οὖν, ὡς εἴρηται, ἐβασίλευσεν ἔτη νϛʹ καὶ μῆνας ϛʹ]. τῷ δὲ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου [καὶ θεοτόκου] Μαρίας ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ πρὸ αἰώνων θεὸς [ἐν Βηθλεὲμ τῆς Ἰουδαίας πρὸ ὀκτὼ καλανδῶν Ἰαννουαρίων ὅ ἐστι Χυὰκ κθʹ, τοῦτ᾽ ἔστι Δεκεμβρίῳ κεʹ]. Κυρίνιος δὲ ὑπὸ τῆς συγκλήτου βουλῆς ἀποσταλεὶς εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων.

Γίνονται οὖν ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ [κατὰ πᾶσαν ἀκρίβειαν] ἔτη ͵εφʹ. Μετὰ Αὔγουστον Ῥωμαίων τρίτος ἐβασίλευσε Τιβέριος ἔτη κγʹ.

Τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας τῆς [σωτηρίου καὶ] εὐαγγελικῆς διδασκαλίας ἄρχεται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. Τῷ δὲ ιθʹ ἔπαθεν ἐν Ἱερουσαλὴμ ὑπὲρ ἡμῶν τὸ σωτήριον πάθος [πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, Φαμενὼθ κθʹ, ὅ ἐστι] Μαρτίῳ κεʹ. [Γίνονται οὖν] ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τοῦ σωτηριώδους πάθους καὶ τῆς ἀναστάσεως [τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ] ἔτη ͵εφλγʹ.