Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Κατάλογος Ρωμαίων και Βυζαντινών αυτοκρατόρων

Η διαδοχή των αυτοκρατόρων από τους πρώτους ρωμαϊκούς χρόνους έως τη βυζαντινή περίοδο, περιλαμβάνοντας χρονολογική ανακεφαλαίωση και καταλόγους συζύγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 7

Μετὰ Τιβέριον ἐβασίλευσε Γάϊος ἔτη γʹ μῆνας ιʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Κλαύδιος ἔτη ιγʹ μῆνας θʹ. Γάλβας μῆνα αʹ· καὶ ἐσφάγη ἐν Ῥώμῃ. Νέρων ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ιʹ. καὶ φυγὼν ἑαυτὸν ἔχωσε ζῶντα.

Πέτρος δὲ καὶ Παῦλος ἐπὶ αὐτοῦ ἐμαρτύρησαν καὶ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου ὑπὸ Ἰουδαίων ἐλιθάσθη ἐν Ἱεροσολύμοις. Ὄθων ἐβασίλευσε μῆνας γʹ· καὶ ἑαυτὸν ἀνεῖλε. Βιτέλλιος μῆνας ηʹ. Οὐεσπασιανὸς ἔτη ιʹ [ἀπεγένετο ἐν κήποις Σαλουστιανοῖς]..

Ἐν ἔτει δευτέρῳ τῆς τούτου βασιλείας γέγονεν ἡ ἅλωσις Ἱερουσαλὴμ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Τίτου μετὰ λϛʹ ἔτη τῆς ἀναλήψεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ μῆνας βʹ· καὶ ἐσφάγη ἐν τῷ παλατίῳ.

Δομετιανὸς ἔτη ιεʹ μῆνας εʹ. Καὶ τούτου διωγμὸν κινήσαντος Ἰωάννης ὁ ἀπόστολος Πάτμον οἰκεῖν τὴν νῆσον κατεδικάσθη διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. μετὰ δὲ Δομετιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου καὶ παρέμεινεν ἐν Ἐφέσῳ [μέχρι τῆς Τραϊανοῦ βασιλείας].

Νερούας ἐβασίλευσεν ἔτος αʹ μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ μῆνας ϛʹ. Ἐπὶ τούτου Ἰγνάτιος ὁ θεοφόρος [ἐν Ῥώμη] ἐμαρτύρησεν [θηρίοις βορὰ παραδοθείς]. Ἀδριανὸς ἔτη καʹ. [Ἀπεγένετο ἐν Βαΐαις ὑδρωπιάσας.] Καὶ οὗτος καθελὼν τὰ Ἱεροσόλυμα Αἰλίαν τὴν πόλιν ὠνόμασε. καὶ οὗτος ὑδρωπιάσας ἀπεκτάνθη.

Τίτος Ἀντωνῖνος ὁ ἐπικληθεὶς Εὐσεβὴς σὺν τοῖς παισὶν αὐτοῦ [Αὐρηλίῳ Οὐήρῳ καὶ Λουκίῳ] ἔτη κβʹ μῆνας γʹ. Μάρκος [Αὐρήλιος] ὁ υἱὸς αὐτοῦ ἔτη ιθʹ μῆνας ιαʹ. Ἐπὶ αὐτοῦ Ἰουστῖνος ὁ φιλόσοφος ἐμαρτύρησεν.

Ἀντωνῖνος ὁ καὶ Βῆρος ἔτη ιβʹ. Κώμωδος ἔτη ιγʹ. Αἴλιος Περτίναξ μῆνας ϛʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Σευῆρος ἔτη ιηʹ. Ἐπὶ αὐτοῦ Λεωνίδης ὁ πατὴρ Ὠριγένους [τοῦ κακόφρονος] ἐμαρτύρησε καὶ Ἱππόλυτος ὁ Ῥώμης συγγραφεὺς ἤκμαζε καὶ Γρηγόριος ὁ θαυματουργός [καὶ Κλήμης ὁ Ἀλεξανδρεύς].

Ἀντωνῖνος υἱὸς Σευήρου ἐβασίλευσεν ἔτη ζʹ. καὶ ἐσφάγη [μεταξὺ Βαιῶν καὶ Ἐδέσης]. Μακρῖνος ἔτος αʹ. καὶ ἐσφάγη. Ἀντωνῖνος Γάβαλος ἔτη δʹ. καὶ ἐσφάγη ἐν τῇ Ῥώμῃ. Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ. καὶ ἐσφάγη [ἐν Μογοντιακῷ].

Μάξιμος ἔτη γʹ. καὶ ἐσφάγη [ἐν Ἀκυλίᾳ]. Γορδιανὸς ἔτη ϛʹ. καὶ ἦγξεν ἑαυτὸν ἐν Ἀφρικῇ. Φίλιππος ἔτη ζʹ. καὶ ἐσφάγη ἐν κήποις [Τιβεριανοῖς]. Δέκιος ἔτος αʹ μῆνας γʹ. καὶ ἐσφάγη ἐν τῷ φόρῳ. Ἐπὶ αὐτοῦ ἐμαρτύρησεν ὁ ἅγιος Βαβυλᾶς ἐν Ἀντιοχείᾳ [καὶ ἄλλοι δὲ κατὰ πᾶσαν χώραν, καὶ οἱ ἑπτὰ παῖδες ἐν Ἐφέσῳ].

Γάλλος καὶ Βουλουσιανὸς ἔτος αʹ μῆνας δʹ. Οὐαλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ. καὶ ἐσφάγησαν [ὁ μὲν οὖν Οὐαλεριανὸς ἐσφάγη ἐν Περσίδι, ὁ δὲ Γαϊανὸς ἐν Μεδιολάνῳ]. Κλαύδιος ἔτος αʹ μῆνας θʹ. [ἀπεγένετο ἐν Σιρμίῳ.] Αὐρηλιανὸς ἔτη εʹ μῆνας ϛʹ. καὶ ἐσφάγη [ἐν Καινῷ Φρουρίῳ].

Τάκιτος μῆνας ϛʹ. καὶ ἐσφάγη ἐν Πόντῳ. [Ἐφ᾽ οὗ ὁ ἅγιος Χαρίτων ὡμολόγησε.] Πρόβος ἔτη ϛʹ μῆνας δʹ. καὶ ἐσφάγη [ἐν Σιρμίῳ]. Κάρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη βʹ. καὶ ἐσφάγησαν [καὶ ὁ μὲν οὖν Κάρος ἐν Μεσοποταμίᾳ τελευτᾷ, ὁ δὲ Καρῖνος ἐσφάγη ἐν πόλει Νουμερίᾳ τῆς Θρᾴκης].

Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἔτη κʹ. [Ἐπὶ τούτου ὁ ἅγιος Πέτρος Ἀλεξανδρείας ἐμαρτύρησε καὶ ἄλλοι πολλοὶ κατὰ πᾶσαν ἐπαρχίαν.] Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τελευτῆς Διοκλητιανοῦ ἔτη ͵εψϙϛʹ ἀπὸ δὲ τοῦ πάθους τοῦ κυρίου ἕως τῆς ἀρχῆς Διοκλητιανοῦ ἔτη σοϛʹ.

Κωνσταντῖνος, ὁ τῆς ἁγίας Κωνσταντῖνος ὁ μέγας ἔτη λα Ἑλένης υἱὸς ἐβασίλευσεν ἔτη λαʹ. Τῷ ιβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἡ πρώτη σύνοδος γέγονε τῶν τιηʹ πατέρων τῶν ἐν Νικαίᾳ, ἔτους τιηʹ ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Γίνονται οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς ἔτη ͵εωλϛʹ. Τελευτᾷ δὲ ἐτῶν ξεʹ· κατέλιπε δὲ τρεῖς υἱοὺς Κώνσταν καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον· ἐν μὲν τῇ Ῥώμῃ Κώνσταν, ἐν δὲ τῇ νέᾳ Ῥώμῃ Κωνσταντῖνον, ἐν Ἀντιοχείᾳ δὲ Κωνστάντιον.

Οὗτος ἐποίησεν ὑπατείας δέκα. Οὗτοι δὲ ἐβασίλευσαν ἔτη κδʹ. Ἰουλιανὸς ἐβασίλευσεν ἔτη βʹ μῆνας ϛʹ· ἀνῃρέθη δὲ ἐν Περσίδι. Ἰουβιανὸς μῆνας θʹ. Οὐαλεντινιανὸς ὁ μέγας καὶ Οὐάλης ἔτη ιʹ μῆνας θʹ. Ἐπὶ Ἰουλιανοῦ ἐμαρτύρησεν ὁ ἅγιος Δωρόθεος ὑπὸ ἀρειανῶν.

Γρατιανὸς καὶ Οὐαλεντινιανὸς ὁ νέος καὶ σὺν αὐτοῖς Θεοδόσιος ὁ μέγας ἔτη ιϛʹ. Ἐφ᾽ οὗ ἡ δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει τῶν ρνʹ ἁγίων πατέρων. Ἀρκάδιος υἱὸς Θεοδοσίου ἐβασίλευσεν ἔτη ιγʹ μῆνας γʹ.

Θεοδόσιος υἱὸς Ἀρκαδίου ἔτη μβʹ μῆνας βʹ. Ἐφ᾽ οὗ ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος γέγονε τῶν ςʹ ἁγίων πατέρων καὶ ἡ δευτέρα, ἡ λῃστρική. Μαρκιανὸς καὶ Οὐαλεντινιανὸς ἐβασίλευσαν ἔτη κθʹ. Ἐφ᾽ ὧν ἡ τετάρτη σύνοδος ἡ ἐν Χαλκηδόνι τῶν χλʹ ἁγίων πατέρων γέγονε.

Λέων ὁ μέγας ἐβασίλευσεν ἔτη ιϛʹ. Λέων ὁ μικρὸς ἔτος αʹ. Ζήνων ἔτη ιζʹ. Τῷ κʹ ἔτει τῆς αὐτοῦ βασιλείας γέγονεν ἡ πρώτη ἁγία σύνοδος τῶν τιηʹ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ τῶν Βιθυνῶν, ἔτους τιηʹ ἀπὸ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνανθρωπήσεως· ἀπὸ δὲ τοῦ τιμίου πάθους καὶ τῆς ἐνδόξου ἀναστάσεως αὐτοῦ ἔτη σπεʹ.

Γίνονται οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς ἔτη ͵εωλϛʹ. Τελευτᾷ δὲ Κωνσταντῖνος ἐτῶν ξεʹ, ὥς φασιν, βασιλεύσας ἔτη λαʹ καταλιπὼν υἱοὺς τρεῖς, Κώνσταν καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον. καὶ ἐν μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ Κώνσταν βασιλέα, ἐν δὲ τῇ νέᾳ Ῥώμῃ Κωνσταντῖνον, ἐν Ἀντιοχείᾳ δὲ Κωνστάντιον.

Οὗτος ἐποίησεν ὑπατείας δέκα. Οὗτοι μετὰ Κωνσταντῖνον ἐβασίλευσαν ἔτη κδʹ. Ἰουλιανὸς ἔτη β ....... ἐσφάγη ἐν Περσίδι. Ἰουβιανὸς μῆνας θʹ. Οὐαλεντινιανὸς ὁ μέγας καὶ Οὐάλης ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιʹ μῆνας θʹ.

Ἐπὶ Οὐάλεντος ἐμαρτύρησεν ὁ ἅγιος Δωρόθεος ἐν Ἀλεξανδρείᾳ θηρίοις βορὰ παραδοθεὶς ἐν κυνηγίῳ ὑπὸ ἀρειανῶν. Γρατιανὸς καὶ Οὐαλεντινιανὸς ὁ νέος υἱοὶ Οὐαλεντινιανοῦ καὶ σὺν αὐτοῖς Θεοδόσιος ὁ μέγας ἔτη ιϛʹ.

Ἔτει βʹ τῆς τούτου βασιλείας ἡ δευτέρα σύνοδος τῶν ἐν Κωνσταντινουπόλει ρνʹ ἁγίων πατέρων γέγονεν. Ἀρκάδιος καὶ Ὀνώριος υἱοὶ αὐτοῦ ἔτη ιγʹ μῆνας γʹ. Θεοδόσιος ὁ νέος ἔτη μβʹ μῆνας βʹ. Ἐφ᾽ οὗ ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος τῶν ςʹ ἁγίων πατέρων γέγονε καὶ ἡ δευτέρα, ἡ λῃστρική, ἧς ἐξῆρχεν ὁ δυσσεβὴς Διόσκορος.

Μαρκιανὸς καὶ Οὐαλεντινιανὸς ἔτη κθʹ. Ἐφ᾽ οὗ ἡ ἐν Χαλκηδόνι τετάρτη ἁγία σύνοδος τῶν χλʹ ἁγίων πατέρων ἐγένετο. Λέων ὁ μέγας ἔτη ιϛʹ. Λέων ὁ μικρὸς συμβασιλεύσας τῷ πατρὶ ἔτος αʹ τελευτᾷ. Ζήνων ἔτη ιζʹ, μετὰ [τοῦ τυράννου] Βασιλίσκου βʹ.

Ἀναστάσιος ἔτη κζʹ μῆνας δʹ. Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ ἡμέρας κγʹ. Ἰουστινιανὸς [ὁ μέγας] ἐβασίλευσεν ἔτη ληʹ μῆνας ζʹ. Ἐφ᾽ οὗ ἡ πέμπτη σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει. Ἰουστῖνος ἀνεψιὸς Ἰουστινιανοῦ ἔτη ιβʹ μῆνας ιʹ ἡμέρας κʹ.

Τῷ ζʹ ἔτει αὐτοῦ ἐπληρώθη κύκλος αʹ τοῦ ἁγίου πάσχα ἐτῶν φλβʹ, ἐξότε ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐσταυρώθη [ἰνδ. ϛʹ] ἔτους ἀπὸ κτίσεως κόσμου ͵ϛξεʹ. Τιβέριος ἐβασίλευσεν ἔτη εʹ. Μαυρίκιος ἔτη κʹ μῆνας δʹ. [ἐσφάγη.] Φωκᾶς ἔτη ηʹ. [ἐσφάγη.] Ἡράκλειος μετὰ τοῦ υἱοῦ αὐτοῦ ἔτη λαʹ.

Ἔτους γʹ τῆς βασιλείας αὐτοῦ ὁ Πέρσης [Χοσρόης] πλεῖστον μέρος τῆς Ῥωμαίων παρέλαβε πολιτείας καὶ τὰ Ἱεροσόλυμα καὶ τοὺς σεβασμίους τόπους ἐνέπρησε πλήθη τε λαῶν ᾐχμαλώτευσε σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις ξύλοις εἰς Περσίδα ἀπήγαγεν· ἔτει δὲ αὐτοῦ ιβʹ Χοσρόης [ὁ Πέρσης] ἀνῃρέθη καὶ ἡ αἰχμαλωσία ἀνεκλήθη, καὶ ὁ ζωοποιὸς σταυρὸς τοῖς ἰδίοις τόποις ἀπεκατέστη [ἀνεγερθεῖσιν].

Οἱ δὲ Σαρακηνοὶ ἤρξαντο τῆς τοῦ παντὸς ἐρημώσεως τῷ ͵ϛρκϛʹ ἔτει ἰνδ. ζʹ. Κωνσταντῖνος, υἱὸς Ἡρακλείου, ἐβασίλευσεν ἔτη κηʹ. Οὗτος ἐν Σικελίᾳ ἀνῃρέθη. [Ἐφ᾽ οὗ τὸ πλεῖστον μέρος τῆς πολιτείας ὑπὸ Σαρακηνῶν ἠρημώθη].

Κωνσταντῖνος ἔκγονος Ἡρακλείου ἐβασίλευσεν ἔτη ιζʹ. Ἐφ᾽ οὗ τὸ Βυζάντιον ὑπὸ τῶν Σαρακηνῶν ἐπολιορκήθη καὶ ἡ ἕκτη σύνοδος τῷ ιγʹ αὐτοῦ ἔτει γέγονεν ἐν Κωνσταντινουπόλει. καὶ κατὰ Σαρακηνῶν ἠνδραγάθησε, κωλύσας αὐτοὺς [τῆς κατὰ Ῥωμαίων ἐφόδου] καὶ πτοήσας ἱκανῶς.

Ἰουστινιανός, υἱὸς αὐτοῦ, ἐβασίλευσεν ἔτη ιʹ. Λεόντιος ἔτη γʹ. Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ. Ἰουστινιανὸς τὸ δεύτερον ἔτη ϛʹ. Φιλιππικὸς [ὁ καὶ Βαρδάνιος] ἔτη βʹ. Ἀναστάσιος ὁ καὶ Ἀρτέμιος ἔτη βʹ.

Θεοδόσιος ἔτος αʹ. Λέων ὁ καὶ Κόνων ἐβασίλευσεν ἔτη κεʹ μῆνας γʹ ἡμέρας ιδʹ. Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη λαʹ μῆνας βʹ ἡμέρας κεʹ. Λέων υἱὸς Κωνσταντίνου ἔτη εʹ. Κωνσταντῖνος υἱὸς Λέοντος σὺν τῇ μητρὶ Εἰρήνῃ ἔτη ιʹ μῆνας βʹ ἡμέρας βʹ.

Τούτων ἔτει ηʹ γέγονεν ἡ ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδος τῶν τνʹ πατέρων. Κωνσταντῖνος μόνος ἔτη ϛʹ μῆνας θʹ ἡμέρας ηʹ. Ἀνηγορεύθη ἐν τῷ φόρῳ διὰ τῆς σάκρας αὐτοῦ. Εἰρήνη μήτηρ αὐτοῦ πάλιν ἔτη εʹ μῆνας βʹ ἡμέρας ιβʹ.

Νικηφόρος ἐβασίλευσεν ἔτη ηʹ μῆνας θʹ. Σταυράκιος υἱὸς αὐτοῦ μῆνας βʹ. Μιχαὴλ γαμβρὸς αὐτοῦ ἔτος αʹ μῆνας θʹ ἡμέρας ιαʹ. Λέων ἔτη ζʹ μῆνας εʹ ἡμέρας ιδʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Μιχαὴλ ἔτη ηʹ μῆνας θʹ ἡμέρας θʹ.

Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τελευτῆς Μιχαὴλ ἔτη ͵ϛτληʹ. Θεόφιλος ἔτη ιβʹ μῆνας γʹ ἡμέρας κʹ. Μιχαὴλ υἱὸς αὐτοῦ σὺν Θεοδώρᾳ μητρὶ καὶ Θέκλᾳ ἀδελφῇ ἔτη ιδʹ. Μιχαὴλ μόνος ἔτη ιβʹ, συμβασιλεύσας Βασιλείῳ ἔτος αʹ. καὶ ἐσφάγη.

Βασίλειος ἔτη ιηʹ μῆνας ιʹ ἡμέρας κθʹ. Λέων ὁ Ἴσαυρος ἔτη κεʹ μῆνας γʹ ἡμέρας ιδʹ. Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη λδʹ μῆνας βʹ ἡμέρας κεʹ. Λέων ὁ Χάζαρις ἔτη εʹ. Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ μῆνας βʹ ἡμέρας βʹ.

Τούτων ἔτει ηʹ γέγονεν ἡ ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδος τῶν τνʹ ἁγίων πατέρων. Κωνσταντῖνος μόνος ἔτη ϛʹ μῆνας θʹ ἡμέρας ηʹ. Εἰρήνη ἡ μήτηρ αὐτοῦ ἔτη εʹ μῆνας βʹ ἡμέρας ιβʹ. Νικηφόρος ἔτη ηʹ μῆνας θʹ. ἐσφάγη ἐν Βουλγαρίᾳ.

Σταυράκιος ὁ υἱὸς αὐτοῦ μῆνας βʹ. Μιχαὴλ ὁ γαμβρὸς αὐτοῦ ἔτος αʹ μῆνας θʹ ἡμέρας ιαʹ. Λέων ὁ Ἀρμένης ἔτη ζʹ μῆνας εʹ ἡμέρας ιεʹ. ἐσφάγη ἐν τῷ παλατίῳ ἐν τῷ ναῷ τῇς παναγίας θεοτόκου. Μιχαὴλ ἄλλος ἔτη ηʹ μῆνας

θʹ ἡμέρας θʹ. Θεόφιλος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ μῆνας γʹ ἡμέρας κʹ. Θεοδώρα ἅμα τῷ υἱῷ αὐτῆς Μιχαὴλ ἔτη ιδʹ μῆνα αʹ ἡμέρας κβʹ. Μιχαὴλ μόνος ἔτη ιαʹ μῆνα αʹ ἡμέρας θʹ. ἐσφάγη ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος. [Βασίλειος ἔτη ...] Συνάγονται τὰ ἔτη οὕτως, ὡς ὑποτέτακται.

Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦ πύργου Νεβρὼθ ἔτη φκεʹ. Ἀπὸ δὲ τοῦ πύργου ἕως τοῦ Ἀβραὰμ τῶν διχοτομημάτων ἔτη υκεʹ. Ἀπὸ δὲ τῶν διχοτομημάτων ἕως τέλους Ἀβραὰμ ἔτη οϛʹ.

Ὁμοῦ ἔτη ͵γσξηʹ. Ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἔτη υλʹ. Ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς ναοῦ κυρίου ἔτη ψνζʹ. Ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας ἔτη υκεʹ. Ὁμοῦ ἔτη ͵δωπʹ.

Ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου ἔτη τιηʹ. Ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ ἔτη τγʹ, Ὁμοῦ ἔτη ͵εφʹ. Ἀπὸ δὲ Χριστοῦ ἕως Κωνσταντίνου τοῦ μεγάλου ἔτη τιηʹ. Ἀπὸ δὲ Κωνσταντίνου ἕως Θεοφίλου ἰνδ. εʹ ἔτη φλʹ.

Ὁμοῦ ἔτη ͵ϛτνʹ.

Γενεαλογία Οὐαλεντινιανοῦ τοῦ μεγάλου. ►Οὗτος γεννᾷ Γρατιανὸν βασιλέα. Οὐαλεντινιανὸν βασιλέα καὶ Γάλλαν γυναῖκα ἐξ ὧν Πλακιδία γυνὴ Κωνσταντίνου καὶ Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἐν Ῥώμῃ ἐξ ὧν Πλακιδία γυνὴ Ὀλυβρίου βασιλέως Ῥώμης καὶ Εὐδοκία ἣν ἔλαβεν Ὀνώριχος υἱὸς Γηζερίχου ῥηγὸς Οὐανδηλῶν Θεοδοσίου τοῦ μεγάλου.

Τούτου ἑτέρα γυνὴ Πλακίλλα ἐξ ὧν Ἀρκάδιος καὶ Ὀνώριος Θεοδόσιος ὁ νέος. Πουλχερία Εὐδοξία γυνὴ Οὐαλεντινιανοῦ. Πλακιδία καὶ Εὐδοκία. Οὗτος ὁ Οὐαλεντινιανὸς ἐξάδελφος ὢν Θεοδοσίου τοῦ νέου ἔλαβε γυναῖκα θυγατέρα αὐτοῦ Εὐδοξίαν ἣν ᾐχμαλώτευσε Γηζέριχος ἐξ ὧν Πλακιδία ἡ κτίσασα τὸν ἅγιον Πολύευκτον, γυνὴ Ἀρεοβίνδου.◄ Ἐκ τούτων ἐτέχθη Ὀλύβριος, ἀνὴρ Εἰρήνης, θυγατρὸς Μάγνας ἀδελφῆς Ἀναστασίου βασιλέως. ἐξ ὧν ἐγεννήθη Πρόβα γυνὴ Πρόβου· καὶ ἐκ τούτων Ἰουλιάνα γυνὴ Ἀναστασίου. ἐξ ὧν Πρόβα γυνὴ Γεωργίου, Ἀρεόβινδος καὶ Πλακιδία, γυνὴ Ἰωάννου τὸ ἐπίκλην Μουστάκωνος.

Καὶ ὅσαι γεγόνασιν Αὐγούσται Ῥωμαίων. Θεοδώρα καὶ Ἑλένη γυναῖκες Κωνσταντίου, πατρὸς Κωνσταντίνου τοῦ μεγάλου. Φαῦστα, γυνὴ Κωνσταντίνου τοῦ μεγάλου. Εὐσεβία Κωνσταντίου. Ἑλένη, θυγάτηρ τοῦ μεγάλου Κωνσταντίνου, Ἰουλιανοῦ τοῦ παραβάτου.

Χαριτὼ Ἰουβιανοῦ. Σεβήρα καὶ Ἰοῦστα γυναῖκες Οὐαλεντινιανοῦ. Δομνῖκα Οὐάλεντος. Γάλλα καὶ Πλακίλλα Θεοδοσίου τοῦ μεγάλου. Εὐδοξία Ἀρκαδίου. Εὐδοκία Θεοδοσίου τοῦ μικροῦ. Πουλχερία Μαρκιανοῦ. Βηρίνα Λέοντος τοῦ μεγάλου.

Ἀρεάδνη Ζήνωνος. Ἀρεάδνη ἡ αὐτὴ Ἀναστασίου. Εὐφημία Ἰουστίνου [πρώτου]. Θεοδώρα Ἰουστινιανοῦ τοῦ μεγάλου. Σοφία Ἰουστίνου. Ἀναστασία Τιβερίου. Κωνσταντῖνα Μαυρικίου. Λεοντία Φωκᾶ. Φλαυία ἡ καὶ Εὐδοκία καὶ Μαρτῖνα Ἡρακλείου. —Κωνσταντίνου. —Ἡρακλωνᾶ. —Κωνσταντίνου. —Ἰουστινιανοῦ. —Λεοντίου. —Ἀψιμάρου. —Ἰουστινιανοῦ. —Φιλιππικοῦ. —Ἀρτεμίου. —Θεοδοσίου.

Μαρία Λέοντος [πρώτου τοῦ Ἰσαύρου]. Εἰρήνη ἡ Χαζάρα Κωνσταντίνου. Μαρία καὶ Εὐδοκία. Εἰρήνη ἡ Ἀθηναία Λέοντος [τοῦ δευτέρου τοῦ Χάζαρι]. Μαρία καὶ Θεοδότη Κωνσταντίνου. Θεοφανὼ Σταυρακίου. Προκοπία Μιχαήλ.