Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)
Κατάλογοι επισκόπων και πατριαρχών Κωνσταντινουπόλεως
Σειρά καταλόγων με τους προκαθημένους της Εκκλησίας του Βυζαντίου και της Κωνσταντινουπόλεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατάλογοι επισκόπων και πατριαρχών Κωνσταντινουπόλεως
Σειρά καταλόγων με τους προκαθημένους της Εκκλησίας του Βυζαντίου και της Κωνσταντινουπόλεως.
Ἀνδρέας ὁ ἀπόστολος. Στάχυς ἐν Ἀργυροπόλει ἔτη ιϛʹ. Ὀνήσιμος ἔτη ιδʹ. Πολύκαρπος ἔτη ιηʹ. Πλούταρχος ἔτη ιϛʹ. Σεδεκίων ἔτη θʹ. Διογένης ἔτη ιεʹ. Ἐλευθέριος ἔτη ζʹ. Φίλιξ ἔτη εʹ. Πολύκαρπος ἔτη ιζʹ.
Ἀθηνόδωρος ἔτη δʹ. Εὐζώϊος ἔτη ϛʹ. Λαυρέντιος ἔτη ιαʹ μῆνας ϛʹ. Ὀλύμπιος ἔτη γʹ μῆνας ϛʹ. Περτίναξ ἔτη ιθʹ. Ὀλυμπιανὸς ἔτη ιαʹ. Μάρκος ἔτη ιγʹ. Κυριλλιανὸς ἔτη ιϛʹ. Καστῖνος ἔτη ζʹ. Τίτος ἔτη λʹ μῆνας ϛʹ.
Δομέτιος ὁ ἀδελφὸς Πρόβου τοῦ βασιλέως ἔτη κδʹ μῆνας ϛʹ. Πρόβος ὁ Δομετίου υἱὸς ἔτη ιβʹ. Ἔτη πατριαρχῶν Κωνσταντινουπόλεως. Μητροφάνης, ὁ ἀδελφὸς Πρόβου, ὁ Δομετίου υἱὸς πρῶτος πατριάρχης Κωνσταντινουπόλεως ἔτη ιʹ.
Ἀλέξανδρος δεύτερος ἔτη κγʹ. Παῦλος ὁ ὁμολογητὴς γʹ. ἔτη ιʹ. καὶ ἐξεβλήθη. Εὐσέβιος ὁ Νικομηδείας ἔτη ιβʹ. ἀρειανός. Παῦλος ὁ ὁμολογητὴς μετὰ θάνατον Εὐσεβίου πάλιν ἐγκαθίδρυται καὶ παραχρῆμα ἐκβέβληται.
Μακεδόνιος ὁ πνευματομάχος ἔτη ιʹ καὶ ἐξεβλήθη. Εὐδόξιος πρότερον μετατεθεὶς ἐκ Γερμανικείας εἰς Ἀντιόχειαν ἔτη ηʹ. Δημόφιλος ἔτη ιβʹ μῆνας εʹ. Εὐάγριος ὑπὸ Εὐσταθίου Ἀντιοχείας χειροτονηθεὶς εὐθέως εἰς ἐξορίαν ἐπέμφθη.
Γρηγόριος ὁ Θεολόγος προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ἔτη ιβʹ. Νεκτάριος ἔτη ιϛʹ μῆνας γʹ. Καὶ ὅσοι ἐπίσκοποι ἐν Βυζαντίῳ ἀπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων. αʹ Ἀνδρέας ὁ ἀπόστολος ἐν Βυζαντίῳ τὸν λόγον κηρύξας, εὐκτήριον οἶκον πέραν ἐν Ἀργυροπόλει δειμάμενος, χειροτονεῖ ἐπίσκοπον τῆς αὐτῆς πόλεως Στάχυν, οὗ μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
βʹ Στάχυς ὁ αὐτὸς ἔτη ιϛʹ. γʹ Ὀνήσιμος ἔτη ιδʹ. δʹ Πολύκαρπος ἔτη ιηʹ. εʹ Πλούταρχος ἔτη ιϛʹ. ϛʹ Σεδεκίων ἔτη θʹ. ζʹ Διογένης ἔτη ιεʹ. ηʹ Ἐλευθέριος ἔτη ζʹ. θʹ Φίλιξ ἔτη εʹ. ιʹ Πολύκαρπος ἔτη ιζʹ.
ιαʹ Ἀθηνόδωρος ἔτη δʹ. Οὗτος ἕτερον οἶκον κτίσας ἐν τοποθεσίᾳ ἐπιλεγομένῃ Ἐλαίᾳ ἐκεῖ τὰς συνάξεις ἐποιεῖτο. ιβʹ Εὐζώϊος ἔτη ιϛʹ. ιγʹ Λαυρέντιος ἔτη ιαʹ μῆνας ϛʹ. ιδʹ Ἀλύπιος ἔτη ιγʹ μῆνας ϛʹ. ιεʹ Περτίναξ ὑπατικὸς τῆς ἐν Ῥώμῃ συγκλήτου ἔτη ιθʹ.
Οὗτος ἑτέραν ἐκκλησίαν ἀνίστησιν ἐν παραθαλασσίῳ ἐπιλεγομένῳ Συκαῖς, Εἰρήνην τὸν οἶκον προσαγορεύσας. ιϛʹ Ὀλυμπιανὸς ἔτη ιαʹ. ιζʹ Μάρκος ἔτη ιγʹ. ιηʹ Κυριακὸς ἔτη ιϛʹ. ιθʹ Καστῖνος ἔτη ζʹ. Οὗτος ἐν Βυζαντίῳ ἐν τῷ ἐπιλεγομένῳ Πετρίῳ εὐκτήριον τῆς ἁγίας Εὐφημίας ἤγειρε τότε μαρτυρησάσης.
κʹ Τίτος ἔτη λεʹ μῆνας ϛʹ. καʹ Δομέτιος ὁ ἀδελφὸς Πρόβου τοῦ βασιλέως ἔτη κδʹ μῆνας ϛʹ. κβʹ Πρόβος υἱὸς τοῦ αὐτοῦ Δομετίου ἔτη ιβʹ. Οὗτοι πάντες ἐπίσκοποι πρὸ τῆς τοῦ μεγάλου Κωνσταντίνου ἀναδείξεως ἐν τῷ Βυζαντίῳ.
Αὐτοῦ δὲ παραγενομένου ἐν τῷ Βυζαντίῳ διὰ τὸν πρὸς Λικίνιον πόλεμον εὗρεν ἐπίσκοπον Μητροφάνην. κγʹ Μητροφάνης υἱὸς τοῦ προγεγραμμένου Δομετίου ἀδελφὸς δὲ Πρόβου καὶ ἀδελφόπαις Πρόβου τοῦ βασιλέως ἔτη ιʹ.
κδʹ Ἀλέξανδρος ἔζησεν ἔτη ϙηʹ καὶ ἐπισκόπησεν ἔτη κγʹ. κεʹ Παῦλος ὁ ὁμολογητὴς ἔτη γʹ. ἐκβληθεὶς ὑπὸ Κωνσταντίου. κϛʹ Εὐσέβιος ἀρειανὸς ἀντεισήχθη, ὁ πρότερον Βηρύτου ἔπειτα Νικομηδείας ἔτη ιβʹ. κζʹ Μακεδόνιος πρεσβύτερος τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, ὁ πνευματομάχος ἔτη βʹ.
κηʹ Εὐδόξιος ἀρειανός, πρότερον Γερμανικείας, ἔπειτα Ἀντιοχείας ἔτη ιʹ. κθʹ Δημόφιλος ἀρειανός, πρότερον Βεροίης τῆς Θρᾴκης ἔτη ιαʹ μῆνας εʹ. λʹ Εὐάγριος ὀρθόδοξος χειροτονηθεὶς ὑπὸ Εὐσταθίου τοῦ Ἀντιοχείας παρευθὺ καὶ ἐξωρίσθη ὑπὸ Οὐάλεντος.
λαʹ Γρηγόριος ὁ Ναζιανζοῦ προέστη τῆς ἐκκλησίας ἔτη ιβʹ καὶ ἐπανῆλθε πρὸς τὰ οἰκεῖα. λβʹ Νεκτάριος ἀξιωματικὸς ὑπὸ τῶν ρνʹ πατέρων ἅμα καὶ βαπτίζεται καὶ χειροτονεῖται ἔτη ιϛʹ μῆνας γʹ. λγʹ Ἰωάννης πρεσβύτερος Ἀντιοχείας ὁ Χρυσόστομος ἔτη εʹ μῆνας ϛʹ. τούτου ἐξορισθέντος
λδʹ Ἀρσάκιος πρεσβύτερος, ἀδελφὸς Νεκταρίου ἔτη βʹ. λεʹ Ἀττικὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη κʹ. λϛʹ Σισίννιος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας ἔτη βʹ. λζʹ Νεστόριος ἀνθρωπολάτρης τῆς Ἀντιοχέων πρεσβύτερος ἔτη γʹ μῆνας βʹ. τούτου ἐξορισθέντος ἐν Ὀάσει
ληʹ Μαξιμιανὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη βʹ μῆνας εʹ. λθʹ Πρόκλος ὑπὸ Σισιννίου χειροτονηθεὶς ἐπίσκοπος Κυζίκου καὶ μὴ δεχθεὶς ἐσχόλαζε· μετὰ δὲ τὸν θάνατον Μαξιμιανοῦ χειροτονεῖται ἤτοι μετατίθεται κειμένου τοῦ λειψάνου αὐτοῦ· ἔτη ιβʹ μῆνας γʹ.
μʹ Φλαυιανὸς πρεσβύτερος Κωνσταντινουπόλεως ἔτος αʹ μῆνας ιʹ. τούτου ἐκβληθέντος ὑπὸ Διοσκόρου ἐν τῇ λῃστρικῇ συνόδῳ Ἐφέσου μαʹ Ἀνατόλιος πρεσβύτερος καὶ ἀποκρισιάριος Ἀλεξανδρείας ἔτη ηʹ μῆνας ηʹ. μβʹ Γεννάδιος πρεσβύτερος Κωνσταντινουπόλεως ἔτη ιγʹ μῆνας βʹ.
μγʹ Ἀκάκιος πρεσβύτερος καὶ ὀρφανοτρόφος, αἱρετικὸς ἔτη ιζʹ μῆνας θʹ. μδʹ Φραΐτας πρεσβύτερος τῆς ἁγίας Θέκλης Συκῶν μῆνας γʹ ἡμέρας ιζʹ. μεʹ Εὐφήμιος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ πτωχοτρόφος Νεαπόλεως ἔτη ϛʹ μῆνας ϛʹ. τούτου ἐκβληθέντος ὑπὸ τοῦ βασιλέως Ἀναστασίου
μϛʹ Μακεδόνιος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ σκευοφύλαξ ἔτη ϛʹ. μζʹ Τιμόθεος πρεσβύτερος Κωνσταντινουπόλεως καὶ σκευοφύλαξ ἔτη ϛʹ. μηʹ Ἰωάννης ὁ Καππαδοκίας πρεσβύτερος καὶ σύγκελλος αὐτοῦ ἔτος αʹ. μῆνας ιʹ.
μθʹ Ἐπιφάνιος πρεσβύτερος Κωνσταντινουπόλεως ἐπὶ Ἰουστίνου ἔτη ιϛʹ μῆνας γʹ. νʹ Ἄνθιμος Τραπεζούντων ἐπίσκοπος μῆνας ιʹ. τούτου καθαιρεθέντος ὑπὸ τῆς κατὰ Σευήρου συνελθούσης συνόδου ναʹ Μηνᾶς πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψὼν ἔτη ιϛʹ μῆνας ϛʹ.
νβʹ Εὐτύχιος πρεσβύτερος καὶ μοναχὸς τοῦ ἐν Ἀμασείᾳ μοναστηρίου ἔτη ιβʹ μῆνας βʹ. τούτου ἐκβληθέντος ὑπὸ Ἰουστινιανοῦ τῷ ληʹ ἔτει τῆς αὐτοῦ βασιλείας διὰ τὸν ὑπ᾽ αὐτοῦ γεγονότα περὶ ἀφθάρτου ἴδικτον μὴ καταδέξασθαι
νγʹ Ἰωάννης πρεσβύτερος Ἀντιοχείας ὁ ἀπὸ σχολαστικῶν ἔτη ιβʹ μῆνας ζʹ. νδʹ Εὐτύχιος πάλιν ἐπὶ Ἰουστίνου ἀπεκατέστη καὶ ἐποίησεν ἔτη δʹ μῆνας ϛʹ. νεʹ Ἰωάννης διάκονος Κωνσταντινουπόλεως [ὁ Νηστευτής], ἐπὶ Τιβερίου ἔτη ιγʹ μῆνας εʹ.
νϛʹ Κυριακὸς πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας καὶ οἰκονόμος ἔτη ιαʹ. νζʹ Θωμᾶς διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ σακελλάριος ἔτη γʹ μῆνας εʹ. νηʹ Σέργιος διάκονος τῆς αὐτῆς ἐκκλησίας ἔτη κηʹ μῆνας ζʹ ἡμέρας καʹ.
νθʹ Πύρρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας μοναχὸς καὶ ἄρχων τῶν μοναστηρίων καὶ ἡγούμενος Χρυσοπόλεως· στάσεως δὲ γενομένης αὐτῷ παρῃτήσατο· ἔτη βʹ μῆνας θʹ ἡμέρας θʹ. ξʹ Παῦλος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας [καὶ οἰκονόμος] ἔτη βʹ ἡμέρας κϛʹ.
ξαʹ Πύρρος πάλιν ἀπεκατέστη μῆνας δʹ ἡμέρας κγʹ. ξβʹ Πέτρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας ἔτη βʹ μῆνας ζʹ. ξγʹ Θωμᾶς διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ χαρτοφύλαξ ἔτη βʹ μῆνας ζʹ. ξδʹ Ἰωάννης πρεσβύτερος καὶ σκευοφύλαξ τῆς μεγάλης ἐκκλησίας ἔτη εʹ μῆνας θʹ.
ξεʹ Κωνσταντῖνος διάκονος τῆς αὐτῆς ἐκκλησίας καὶ σκευοφύλαξ [καὶ οἰκονόμος] ἔτος αʹ μῆνας ιαʹ. ἡμέρας ζʹ. ξϛʹ Θεόδωρος πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας, ὀρθόδοξος σύγκελλος καὶ σκευοφύλαξ ἔτη βʹ μῆνας γʹ.
ξζʹ Γεώργιος πρεσβύτερος, σύγκελλος καὶ σκευοφύλαξ ἔτη βʹ μῆνας γʹ. Θεόδωρος πάλιν ἀπεκατέστη ἔτος αʹ μῆνας ιʹ. ξηʹ Παῦλος ἀπὸ λαϊκῶν ἀσηκρήτης ἔτη ϛʹ μῆνας ηʹ. ξθʹ Καλλίνικος πρεσβύτερος καὶ σκευοφύλαξ Βλαχερνῶν ἔτη
ιβʹ. ἐτυφλώθη ὑπὸ Ἰουστινιανοῦ τοῦ ῥινοκοπημένου. οʹ Κῦρος πρεσβύτερος καὶ μοναχὸς ἀπὸ τῆς νήσου Ἀμάστριδος ἔτη ϛʹ. καὶ ἐξεβλήθη ὑπὸ Φιλίππου. οαʹ Ἰωάννης διάκονος καὶ χαρτοφύλαξ τοῦ οἰκονομείου ἔτη γʹ.
οβʹ Γερμανὸς ἐπίσκοπος Κυζίκου καὶ ὁμολογητὴς ἔτη ιεʹ. καὶ ἐξεβλήθη ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος τοῦ Ἰσαύρου. ογʹ Ἀναστάσιος πρεσβύτερος καὶ σύγκελλος αἱρετικὸς ἔτη κδʹ. οδʹ Κωνσταντῖνος μοναχὸς καὶ ἐπίσκοπος τοῦ Συλλαίου ἔτη
ιβʹ καὶ ἀπεκεφαλίσθη. οεʹ Νικήτας πρεσβύτερος τῶν ἁγίων ἀποστόλων καὶ ἄρχων τῶν μοναστηρίων, ὁ εὐνοῦχος ἔτη ιγʹ μῆνας δʹ. οϛʹ Παῦλος ὁ Κύπριος διάκονος ἔτη εʹ μῆνας ϛʹ. ὀρθόδοξος καὶ ὁμολογητής. οζʹ Ταράσιος ἀσηκρήτης ἔτη καʹ ἡμέρας βʹ.
οηʹ Νικηφόρος ἀσηκρήτης μοναχὸς γεγονὼς ἔτη θʹ. καὶ ἐξεβλήθη ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος τοῦ Ἀρμένη. οθʹ Θεόδοτος ὁ Κασιτερὰς ἔτη ιεʹ. πʹ Ἀντώνιος ἔτη ιβʹ ὁ τοῦ Συλλαίου. αἱρετικός. παʹ Ἰωάννης πρεσβύτερος καὶ σύγκελλος ὁ ἐπιβουλεύσας ἑαυτὸν ἔτη θʹ.
πβʹ Μεθόδιος ὁ καὶ ὁμολογητὴς ἔτη δʹ μῆνας γʹ. ὀρθόδοξος πγʹ Ἰγνάτιος ὁ εὐνοῦχος ἔτη ιαʹ μῆνας εʹ. τούτου ἐκβληθέντος ὑπὸ Μιχαὴλ βασιλέως διὰ μεσιτείας πονηρᾶς Βάρδα καίσαρος πδʹ Φώτιος ὁ ἀσηκρήτης ἔτη ηʹ μῆνας θʹ καὶ πάλιν Ἰγνάτιος ἀπεκατέστη ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ φιλοχρίστου καὶ ἐποίησεν ἔτη ιʹ μῆνα αʹ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.