Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Κατάλογοι πατριαρχών Ρώμης, Ιεροσολύμων, Αλεξανδρείας και Αντιοχείας

Χρονολογική παράθεση των επισκόπων και πατριαρχών των υπόλοιπων πρεσβυγενών Πατριαρχείων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 7

Φώτιος τὸ δεύτερον ἔτη θʹ παρὰ ἡμέρας κηʹ. Στέφανος ἔτη ϛʹ μῆνας ηʹ. Οἱ ἐν Ῥώμῃ ἐπισκοπήσαντες ἀπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων. αʹ Πέτρος ὁ ἀπόστολος ἔτη βʹ. βʹ Λῖνος ἔτη ιβʹ. γʹ Ἀνέγκλητος ἔτη βʹ.

δʹ Κλήμης ἔτη θʹ. εʹ Εὐάρεστος ἔτη θʹ. ϛʹ Ἀλέξανδρος ἔτη ιβʹ. ζʹ Ξύστος ἔτη θʹ. ηʹ Τελεσφόρος [μάρτυς] ἔτη ιʹ. θʹ Ὑγῖνος ἔτη δʹ. ιʹ Πίος ἔτη ιεʹ. ιαʹ Ἀνίκητος ἔτη ιαʹ. ιβʹ Σωτήριχος ἔτη θʹ. ιγʹ Ἐλευθέριος ἔτη ιεʹ.

ιδʹ Βίκτωρ ὁ ἐν τῇ συνόδῳ Παλαιστίνης περὶ τῆς τοῦ Πάσχα ἡμέρας συναχθείσης ἔτη ιβʹ. ιεʹ Ζεφυρῖνος ἔτη ιθʹ. ιϛʹ Κάλλιστος ἔτη ηʹ. ιζʹ Οὐρβανὸς ἔτη ζʹ. ιηʹ Ποντιανὸς ἔτη γʹ. ιθʹ Ἄντρος μῆνα αʹ. κʹ Φλαυιανὸς μάρτυς ἐπὶ Δεκίου ἔτη ιγʹ.

καʹ Κορνήλιος ὁ καθελὼν Ναυάτον τὸν τῆς μετανοίας καθαιρέτην ἔτη γʹ. κβʹ Λουκιανὸς ἔτη βʹ. κγʹ Στέφανος ἔτη θʹ. κδʹ Ξύστος ἔτη βʹ. κεʹ Διονύσιος ἔτη ηʹ. κϛʹ Φίλιξ ὁ ὁμολογητὴς ἐπὶ Βαλλεριανοῦ ἔτη εʹ.

κζʹ Εὐτυχιανὸς μῆνας ηʹ. κηʹ Γάϊος ἔτη ιεʹ. κθʹ Μαρκελλῖνος ἔτη βʹ. Μέχρι τούτων οἱ τῶν Ἑλλήνων βασιλεῖς καὶ διῶκται. Καὶ ὅσοι μετὰ τὸ χριστιανῆσαι τοὺς βασιλεῖς ἐπεσκόπησαν ἐν Ῥώμῃ. λʹ Εὐσέβιος ἔτος αʹ.

λαʹ Μιλτιάδης ἔτη δʹ. λβʹ Σίλβεστρος, ἐφ᾽ οὗ ἡ ἐν Νικαίᾳ σύνοδος, ἔτη κηʹ. λγʹ Μάρκος ἔτη ιβʹ. λδʹ Ἰούλιος ἔτη ιεʹ. λεʹ Λιβέριος, ὁ ἐξορισθεὶς ὑπὸ Κωνσταντίου Ἀρειανοῦ, ἔτη ϛʹ. λϛʹ Φίλιξ ἔτος αʹ.

λζʹ Σιρίκιος ἔτη ιεʹ. ληʹ Ἀναστάσιος ἔτη γʹ. λθʹ Ἰννοκέντιος ἔτη ιεʹ. μʹ Ζώσιμος ἔτη ηʹ. μαʹ Βονιφάτιος ἔτη δʹ. μβʹ Κελεστῖνος, ἐφ᾽ οὗ ἡ ἐν Ἐφέσῳ σύνοδος, ἔτη καʹ. μγʹ Ξύστος ἔτη ηʹ. μδʹ Λέων, ἐφ᾽ οὗ ἡ ἐν Χαλκηδόνι σύνοδος, ἔτη καʹ.

μεʹ Ἱλαρίων ἔτη ϛʹ. μϛʹ Σιμπλίκιος, ὁ κατὰ Μαρτυρίου τοῦ Νεστοριανοῦ ἐπιστείλας πρὸς Ἀντιοχεῖς, ἔτη ιδʹ. μζʹ Φίλιξ, ὁ ἀποσχίσας διὰ τὸ ἑνωτικὸν Ζήνωνος, ἔτη θʹ. μηʹ Γελάσιος ἔτη εʹ. μθʹ Ἀναστάσιος ἔτη βʹ.

νʹ Σύμμαχος καὶ ἅμα αὐτῷ Λαυρέντιος ἔτη ιδʹ. ναʹ Ὁρμίσδας, ὁ ἐπὶ Ἰουστινιανοῦ ἐντάξας τὴν ἐν Χαλκηδόνι σύνοδον τοῖς διπτύχοις, ἔτη ιʹ. νβʹ Ἰωάννης ἔτη γʹ. νγʹ Φίλιξ ὁ ἀγαπητὸς Ἰουστινιανοῦ βασιλέως ἔτη δʹ.

νδʹ Βονιφάτιος ἔτη βʹ. νεʹ Ἰωάννης ἔτη γʹ. νϛʹ Ἀγαπητὸς [ἔτη βʹ]. νζʹ Σιλβίριος ἔτος αʹ. νηʹ Βιγίλιος ἔτη ιηʹ. νθʹ Πελάγιος ἔτη εʹ. ξʹ Ἰωάννης ἔτη ηʹ. ξαʹ Βενέδικτος ἔτη εʹ. ξβʹ Πελάγιος ἄλλος ἔτη ....

ξγʹ Γρηγόριος ἔτη .... ξδʹ Σαβινιανὸς ἔτη .... ξεʹ Βονιφάτιος ἔτη .... ξϛʹ Βονιφάτιος ἄλλος ἔτη .... Καὶ ὅσοι γεγόνασι πατριάρχαι ἐν τῇ Ἱερουσαλὴμ ἀπὸ Χριστοῦ. αʹ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου ἔτη κϛʹ.

βʹ Συμεὼν ὁ Κλεώπας, ἀνεψιὸς αὐτοῦ καὶ μάρτυς ἔτη κγʹ. γʹ Ἰοῦστος ἔτη ϛʹ. δʹ Ζαχαρίας ἔτη δʹ. εʹ Τωβίας ἔτη δʹ. ϛʹ Βενιαμὶν ἔτη βʹ. ζʹ Ἰωάννης ἔτη βʹ. ηʹ Ματθαῖος ἔτη βʹ. θʹ Φίλιππος ἔτη βʹ. ιʹ Σενεκᾶς ἔτη δʹ.

ιαʹ Ἰοῦστος ἔτη δʹ. ιβʹ Λευὶς ἔτη δʹ. ιγʹ Ἐφραῒμ ἔτη βʹ. ιδʹ Ἰωσὴφ ἔτη βʹ. ιεʹ Ἰούδας ἔτη βʹ. ιϛʹ Μάρκος ἔτη ηʹ. ιζʹ Κασσιανὸς ἔτη εʹ. ιηʹ Πούπλιος ἔτη εʹ. ιθʹ Μάξιμος ἔτη δʹ. κʹ Ἰουλιανὸς ἔτη βʹ.

καʹ Γαϊανὸς ἔτη γʹ. κβʹ Σύμμαχος ἔτη βʹ. κγʹ Γάϊος ἔτη γʹ. κδʹ Ἰουλιανὸς ἔτη δʹ. κεʹ Ἡλίας ἔτη βʹ. κϛʹ Καπίτων ἔτη δʹ. κζʹ Μάξιμος ἔτη δʹ. κηʹ Ἀντωνῖνος ἔτη εʹ. κθʹ Οὐάλης ἔτη γʹ. λʹ Δουλιχιανὸς ἔτη βʹ.

λαʹ Νάρκισσος ἔτη δʹ. λβʹ Δῖος ἔτη η. λγʹ Σερμανίων ἔτη δʹ. λδʹ Γορδίας ἔτη εʹ. λεʹ Νάρκισσος ὁ δεύτερος μάρτυς ἔτη ιʹ. λϛʹ Ἀλέξανδρος μάρτυς ἔτη ιεʹ. λζʹ Μαζαβάνης ἔτη καʹ. ληʹ Ὑμέναιος ἔτη κγʹ.

λθʹ Ζάβδας ἔτη ιʹ. μʹ Ἑρμὼν ἔτη θʹ. Μέχρι τούτων οἱ ἐκ τῶν Ἑλλήνων βασιλεῖς καὶ οἱ παρ᾽ αὐτῶν διωγμοί. Καὶ ὅσοι ἐπίσκοποι μετὰ τὸ χριστιανῆσαι τοὺς βασιλεῖς. μαʹ Μακάριος ὁ ἐν τῇ 〈πρώτῃ〉 συνόδῳ ἔτη κʹ.

μβʹ Μάξιμος ἔτη ϛʹ. μγʹ Κύριλλος ὁ ἐξωσθεὶς ὑπὸ Ἀρειανῶν· ἀντ᾽ αὐτοῦ δὲ γεγόνασι τρεῖς· Ἀρσένιος, Ἡράκλειος καὶ Ἱλάριος· καὶ πάλιν ἀνακληθεὶς ἐπὶ Γρατιανοῦ ἐν τῇ βʹ συνόδῳ εὑρέθη ἐν Κωνσταντινουπόλει· ὁμοῦ ἔτη ξβʹ.

μδʹ Ἰωάννης ἔτη ιϛʹ. μεʹ Πραΰλιος ἔτη κʹ. μϛʹ Ἰουβενάλιος ὁ ἐν ταῖς δυσὶ συνόδοις Ἐφέσου καὶ ἐν Χαλκηδόνι, ἔτη ληʹ. μζʹ Θεοδόσιος ὁ ἐκβληθεὶς ὑπὸ Μαρκιανοῦ· καὶ πάλιν Ἰουβενάλιος. μηʹ Ἀναστάσιος ἔτη ιηʹ.

μθʹ Μαρτύριος ἔτη ηʹ. νʹ Σαλούστιος, ἐφ᾽ οὗ ἀπέσχισεν ὁ Ῥώμης ἐπίσκοπος διὰ τὸ ἑνωτικὸν Ζήνωνος ἔτη ηʹ. ναʹ Ἡλίας ὁ ἐκβληθεὶς ὑπὸ Ἀναστασίου βασιλέως ἔτη κγʹ. νβʹ Ἰωάννης ἔτη ιαʹ. νγʹ Πέτρος ἐπὶ Ἰουστινιανοῦ βασιλέως ἔτη κʹ.

νδʹ Μακάριος ὁ ἐκβληθεὶς ἔτη βʹ. νεʹ Εὐστόχιος ἔτος αʹ. νϛʹ Μακάριος πάλιν ἔτη δʹ. νζʹ Ἰωάννης ἔτη κ[βʹ]. νηʹ Ἀμὼς ἔτη ηʹ. νθʹ Ἰσάκιος ἔτη ηʹ. ξʹ Ζαχαρίας πρὸ τῆς αἰχμαλωσίας ἔτη κβʹ. ξαʹ Μώδεστος ἔτος αʹ.

ξβʹ Σωφρόνιος. Καὶ ὅσοι ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων. αʹ Μάρκος ὁ εὐαγγελιστὴς ἔτη βʹ. βʹ Ἀννιανὸς ἔτη κβʹ. γʹ Αἰβίλιος ἔτη ιβʹ. δʹ Κέρδων ἔτη ιʹ. εʹ Πρῖμος ἔτη ιβʹ. ϛʹ Ἰουστῖνος ἔτη ιʹ.

ζʹ Εὐμενὴς ἔτη ιʹ. ηʹ Μαρκιανὸς ἔτη ιγʹ. θʹ Κελαδίων ἔτη ιʹ. ιʹ Ἀγριππῖνος ἔτη ιδʹ. ιαʹ Ἰουλιανὸς ἔτη ιεʹ. ιβʹ Δημήτριος ἔτη ιʹ. ιγʹ Ἡρακλᾶς ἔτη μγʹ. ιδʹ Διονύσιος ὁ ἐπὶ Βαλλεριανοῦ βασιλέως ἐξορισθεὶς ἔτη ιζʹ.

ιεʹ Μαξιμιανὸς ἔτη ηʹ. ιϛʹ Θεωνᾶς ἔτη ιθʹ. ιζʹ Πέτρος ὁ μάρτυς ἔτη ιαʹ. Μέχρι τούτων οἱ ἐκ τῶν Ἑλλήνων βασιλεῖς καὶ διῶκται. Καὶ ὅσοι μετὰ τὸν μέγαν Κονσταντῖνον ἐπεσκόπησαν [εἰσὶν οὗτοι]. ιηʹ Ἀχιλλᾶς ἔτος αʹ.

ιθʹ Ἀλέξανδρος ὁ καὶ ἐν τῇ πρώτῃ συνόδῳ ἔτη κγʹ. κʹ Ἀθανάσιος ὁ πολλάκις ἐξορισθεὶς ὑπὸ Ἀρειανῶν. ἀνθ᾽ οὗ γέγονε Γρηγόριος Ἀρειανός. καʹ Ἀθανάσιος πάλιν τὸ δεύτερον· τούτου ἐξορισθέντος ὑπὸ Κωνσταντίου πάλιν, Γεώργιος Καππαδόκης Ἀρειανός.

κβʹ Ἀθανάσιος τὸ τρίτον ὁμοίως καὶ τὸ τέταρτον ἐπεσκόπησεν· ὁμοῦ τὰ πάντα ἔτη μϛʹ. κγʹ Πέτρος ὁ ἐξορισθεὶς ὑπὸ Οὐάλεντος ἔτος αʹ. κδʹ Λούκιος Ἀρειανὸς ἔτη εʹ. Πέτρος τὸ δεύτερον ἔτος αʹ. κεʹ Τιμόθεος ὁ ἐν τῇ βʹ συνόδῳ ἔτη ηʹ.

κϛʹ Θεόφιλος ἔτη κηʹ. κζʹ Κύριλλος ὁ ἐν τῇ Ἐφέσου τὸ πρότερον συνόδῳ κατὰ Νεστορίου τοῦ ἀσεβοῦς, ἔτη λβʹ. κηʹ Διόσκορος ὁ ἐν τῇ λῃστρικῇ συνόδῳ τὸ δεύτερον Ἐφέσου ἔτη εʹ, καὶ καθῃρέθη ὑπὸ τῆς τετάρτης ἐν Χαλκηδόνι συνόδου.

κθʹ Προτέριος ὀρθόδοξος, ὁ ἐν τῇ θείᾳ κολυμβήθρᾳ σφαγείς, ἔτη ϛʹ. λʹ Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. λαʹ Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ. ............... ............... λβʹ Πέτρος ὁ Μογγὸς ἔτος αʹ. λγʹ Ἰωάννης ὁ ἐκβληθεὶς ἔτη γʹ.

Πέτρος τὸ δεύτερον ἔτη ϛʹ. λδʹ Ἀθανάσιος αἱρετικὸς ἔτη ζʹ. λεʹ Ἰωάννης ἔτη θʹ. λϛʹ Ἰωάννης ἄλλος ἔτη ιαʹ. λζʹ Διόσκορος ἔτη γʹ. ληʹ Τιμόθεος ὁ ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἔτη ιζʹ. λθʹ Γαϊανὸς ἔτος αʹ.

μʹ Θεοδόσιος ἔτη βʹ. μαʹ Παῦλος ἔτη βʹ. μβʹ Ζωῗλος ἔτη ζʹ. μγʹ Ἀπολινάριος ἔτη ιθʹ. μδʹ Ἰωάννης ἔτη ιαʹ. μεʹ Εὐλόγιος ἔτη κζʹ. μϛʹ Θεόδωρος ὁ Σκρίβων ἔτη βʹ. μζʹ Ἰωάννης ὁ Κύπριος ὁ καὶ Ἐλεήμων ἔτη ιʹ.

μηʹ Γεώργιος ἔτη ιδʹ. μθʹ Κῦρος ἔτη ιʹ. νʹ Πέτρος ἔτη ιʹ. Καὶ ὅσοι ἐν Ἀντιοχείᾳ ἐπεσκόπησαν ἀπὸ Χριστοῦ καὶ τῶν ἀποστόλων. αʹ Πέτρος ὁ ἀπόστολος ἔτη ιαʹ. βʹ Εὐόδιος ἔτη κ[γʹ]. γʹ Ἰγνάτιος ὁ θεοφόρος, ὁ καὶ ἐπὶ Τραϊανοῦ μαρτυρήσας, ἔτη δʹ.

δʹ Ἥρων ἔτη κʹ. εʹ Κορνήλιος ἔτη ιγʹ. ϛʹ Ἔρως ἔτη κϛʹ. ζʹ Θεόφιλος ἔτη ιγʹ. ηʹ Μαξιμιανὸς ἔτη ιγʹ. θʹ Σεραπίων ἔτη κεʹ. ιʹ Ἀσκληπιάδης ἔτη θʹ. ιαʹ Φιλητὸς ἔτη ηʹ. ιβʹ Ζεβῖνος ἔτη ϛʹ. ιγʹ Βαβυλᾶς ὁ ἐπὶ Δεκίου μαρτυρήσας ἔτη ιγʹ.

ιδʹ Φάβιος ἔτη θʹ. ιεʹ Δημητριανὸς ἔτη δʹ. ιϛʹ Παῦλος ὁ Σαμοσατεὺς ἔτη ηʹ. ιζʹ Δόμνος ἔτη βʹ. ιηʹ Τίμαιος ἔτη ιʹ. ιθʹ Κύριλλος ἔτη ιεʹ. κʹ Τύραννος ἔτη ιγʹ. Μέχρι τούτων οἱ ἐκ τῶν Ἑλλήνων βασιλεῖς καὶ διῶκται.

Καὶ ὅσοι μετὰ τὸ χριστιανῆσαι τοὺς βασιλεῖς πατριάρχαι, εἰσὶν οὗτοι· καʹ Βιτάλιος ἔτη ϛʹ. κβʹ Φιλογόνιος ἔτη εʹ. κγʹ Παῦλος ἔτη εʹ. κδʹ Εὐστάθιος ὁ ἐν τῇ πρώτῃ συνόδῳ Νικαίας κορυφαῖος, ὁ καὶ ἐκβληθεὶς ὑπὸ Ἀρειανῶν, ἔτη ιηʹ.

Μεθ᾽ ὃν Ἀρειανοὶ ϛʹ. κεʹ Εὐλάλιος ἔτη γʹ. κϛʹ Εὐφρόνιος ἔτη ηʹ. κζʹ Φακέλλιος, ἐφ᾽ οὗ τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας Ἀντιοχείας, ἔτη ιβʹ. κηʹ Στέφανος ἔτη γʹ. κθʹ Λεόντιος ἔτη ηʹ. λʹ Εὐδόξιος ἔτη βʹ.

λαʹ Ἀνάνιος ἔτη δʹ. λβʹ Μελέτιος ὁ ὁμολογητής, ὁ καὶ ὑπὸ Οὐάλεντος ἐκβληθείς, ἔτη κεʹ. λγʹ Εὐζώϊος Ἀρειανὸς ἔτη ... λδʹ Μελέτιος πάλιν, ὅτε καὶ συνῆλθεν ἐν τῇ [δευτέρᾳ] συνόδω Κωνσταντινουπόλεως. λεʹ Φλαβιανὸς ἔτη κβʹ.

λϛʹ Πορφύριος ἔτη .... λζʹ Ἀλέξανδρος ἔτη .... ληʹ Θεόδοτος ἔτη δʹ. λθʹ Ἰωάννης, ὁ ἐν τῇ τρίτῃ συνόδῳ Ἐφέσου, ἔτη ιηʹ. μʹ Δόμνος, ὁ ἐν τῇ λῃστρικῇ τὸ δεύτερον Ἐφέσου, ἔτη ηʹ. μαʹ Μάξιμος ὁ ἐν τῇ τετάρτῃ συνόδῳ ἐν Χαλκηδόνι, ὃς καὶ ἐξεβλήθη διὰ πταῖσμα, ἔτη δʹ.

μβʹ Βασίλειος ἔτη βʹ. μγʹ Ἀκάκιος, ἐφ᾽ οὗ ἡ πόλις πέπτωκεν, ἔτος αʹ. μδʹ Μαρτύριος ἔτη ιγʹ. μεʹ Ἰουλιανὸς ἔτη ιεʹ. μϛʹ Πέτρος ὁ Κναφεύς, ὁ καὶ ὑπὸ Ζήνωνος ἐκβληθείς, ἔτη γʹ. μζʹ Ἰωάννης ὁ μετὰ τρίμηνον ἐκβληθείς.

μηʹ Στέφανος ἔτη γʹ. μθʹ Στέφανος ἄλλος ἔτος αʹ. νʹ Καλανδίων ἔτη δʹ. ναʹ Πέτρος πάλιν ὁ Κναφεὺς [ἔτη γʹ]. νβʹ Παλλάδιος ἔτη ιʹ. νγʹ Φλαβιανός, ὁ ἐκβληθεὶς ὑπὸ Ἀναστασίου βασιλέως, .... ................... ἔτη ζʹ.

νδʹ Παῦλος ἐπὶ τοῦ αὐτοῦ ἔτη γʹ. νεʹ Εὐφράσιος, ὁ ἐν τῇ πτώσει τῆς πόλεως χωσθείς, ἔτη εʹ. νϛʹ Ἐφραΐμιος, ὁ ἐπὶ Ἰουστινιανοῦ, ἔτη ιηʹ. νζʹ Δόμνος ἔτη ιδʹ. νηʹ Ἀναστάσιος ἔτη ιαʹ. νθʹ Γρηγόριος ἔτη κδʹ.