Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος
Προοίμιο περί της ορθοδόξου πίστεως και ελέγχου των αιρετικών
Εισαγωγική προτροπή για προσήλωση στη διδασκαλία των Πατέρων και αυστηρή κριτική όσων διαστρέφουν την αλήθεια με δόλιο τρόπο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο περί της ορθοδόξου πίστεως και ελέγχου των αιρετικών
Εισαγωγική προτροπή για προσήλωση στη διδασκαλία των Πατέρων και αυστηρή κριτική όσων διαστρέφουν την αλήθεια με δόλιο τρόπο.
Ἐπίκρισις, ἤτοι διασάφησις τῶν οὐκ εὐαγῶς ἐκληφθεισῶν κατὰ τῶν ἱερῶν εἰκόνων χρήσεων, γενομένη παρὰ τῶν προεστώτων τοῦ ὀρθοῦ τῆς Ἐκκλησίας δόγματος. ΠΡΟΟΙΜΙΟΝ. Αἱ τῶν ἱερογράφων δέλτων θεοπαράδοτοι ῥήσεις ἐμφανῶς διαγορεύουσιν, ὡς ἐπεστέλλετό ποτε διδακτικῶς παρὰ τῶν κηρύκων τῆς ἀληθείας τοῖς ἐν πίστει τῇ εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν δεδικαιωμένοις, τῇ τε ἀγάπῃ τῇ πρὸς ἀλλήλους, καὶ τῇ ῥήσει τῶν θείων ἐντολῶν ἐν αὐτῷ ἐμμένειν προῃρημένοις· ὡς δὴ τὴν γνῶσιν τῆς τοῦ θείου Πνεύματος δωρεᾶς καταπλουτήσασιν, μὴ πιστεύειν παντὶ πνεύματι, ἀλλὰ δοκιμάζειν τὰ ἄνωθέν τε καὶ ἐκ θείας ἐπιπνοίας ἐπιφοιτῶντα, καὶ τῆς εἰς Χριστὸν ὁμολογίας, ὡς εἰς τόνδε τὸν κόσμον ἐλήλυθεν, σαρκὶ τὴν χάριν εὐοδιάζοντα. ἃ δὲ προσιόντα τοῦτο μὴ φέρει τὸ κήρυγμα, ἐκ τοῦ κόσμου τε εἶναι γινώσκεσθαι, καὶ σαφῶς παρὰ τοῦ ἐναντίου ὡρμῆσθαι καὶ ἄγεσθαι πνεύματος.
Τούτοις οὖν τοῖς θείοις καὶ ὀνησιφόροις παραγγέλμασιν καὶ ἡμᾶς ἕπεσθαι χρεὼν, ἅτε οὐράνιον κεκτημένους τὸ φρόνημα, καὶ μηδὲν γήϊνον καὶ τοῦ χοώδους ῥύπου κατὰ ψυχὴν ἐθέλοντας ἐπισύρεσθαι, πίστει τῇ εἰς αὐτὸν κατηρτισμένους ἀσφαλέστατα, καὶ ἀγάπῃ τετελειωμένους βεβαιότατα· καὶ τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντας πρὸς διάκρισιν τοῦ βελτίονος καὶ τοῦ χείρονος ἔκ τε τῆς τῶν ἱερογράφων μελέτης, καὶ τῶν ὁσίων καὶ θεοφόρων πατρῶν διδασκαλίας τε καὶ εἰσηγήσεως, ὡς αἱρεῖσθαι μὲν τὸ ὠφέλιμον, ἀποκρούεσθαι δὲ πᾶν ὁτιοῦν βλαβερὸν καὶ ἀπόπτυστον.
Διὰ τοῦτο καὶ νῦν πᾶν μὲν πνεῦμα ὃ τῇ ὑγιαινούσῃ τῆς Ἐκκλησίας διδασκαλίᾳ ἐξακολουθεῖ, ὡς ἔνθεόν τε καὶ ἄνωθεν ἧκον, προσήκει τιμᾷν καὶ προσίεσθαι. Ὃ δὲ μὴ ταύτης τύχῃ τῆς ὁμολογίας, ὡς ἐκ τῆς κοσμικῆς δὴ ταύτης καὶ σαρκικῆς προαιρέσεως προϊὸν ἐστοχασμένως καὶ ἀποκρινομένως πάνυ, τὴν τούτων ἐπίκρισιν ποιεῖσθαι σπουδάζουσιν, ἐπιγινωσκόμενον διωθεῖσθαι πάντη καὶ ἀποπέμπεσθαι, οὕτως ἡ ἀποστολικὴ παρεγγυᾷ διακέλευσις, σάλπιγγος ἀπηχοῦσα μεγαλοφωνότερόν τε καὶ εὐσημότερον, ὥστε ἡμᾶς τοιαύταις παραινέσεσιν προηκουτισμένους τε καὶ προησφαλισμένους ξέναις καὶ ἀλλοτρίαις φωναῖς μὴ παρασύρεσθαι, μήτε φιλαυτίᾳ καὶ ἀπονοίᾳ τῶν ἑτεροδιδασκαλούντων ὑπάγεσθαι, ὡς οὐ γινωσκόντων ἐξ ἀπροσεξίας καὶ ἀκρασίας μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται.
Οὐ γὰρ, εἴ τινές ποτε εἶεν οὗτοι ἐν πνεύματι Θεοῦ, λαλοῦσιν μυστήρια πρὸς τὸν καταρτισμὸν τῶν ἀκουόντων καὶ ὠφέλειαν· ἀλλ’ ἀεὶ τὸ φίλερι καὶ ἐμπαθὲς τοῦ φρονήματος νοσοῦντες, ἅπερ εὖ καὶ καλῶς παρά τε τῶν θείων γραφῶν, καὶ τῶν θεοφόρων διδασκάλων ἐκτέθειται, πρὸς τὸ οἰκεῖον στρεβλοῦσιν θέλημα, παρεξηγούμενοι πρὸς ἐξαπάτην τῶν ἀκεραιοτέρων ἢ εὐηθεστέρων. καὶ πολλοὺς ἀποβουκολοῦσι, κατατρέχοντες αὐτῶν ἐκμανῶς τῆς ἁπλότητος, καὶ τῆς μὲν βασιλικῆς ἀπάγουσι τρίβου, κατὰ κρημνῶν τε καὶ βαράθρων ὠθοῦσι τὰς ψυχὰς, ὧν ἂν ἐπαγάγωνται μηδὲ προσέχειν ἀνθρώπων ἐντάλμασιν.
Οἳ οὐδὲν μὲν πνευματικὸν ἐπιφέρονται, οὐδὲ ἄξιον τῆς τοῦ πνεύματος χάριτος, ἀλλ’ ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται, οἳ τὰ μὲν ὀρθὰ τῆς εὐσεβείας παρευθύνειν ἐπιχειροῦσι δόγματα· τὴν δὲ τοῦ Θεοῦ δόξαν παρ’ οὐδὲν τιθέμενοι πρὸς ἓν μόνον βλέπουσιν, ὡς ἂν τιμὴν ἑαυτοῖς ἐκ φιλαρχίας περιποιήσοιντο, αἰσχύνης καὶ ἀτιμίας ἁπάσης ὑπάρχουσαν πρόξενον· νήφειν δὲ ἡμᾶς ἐν πᾶσιν καὶ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ἵνα κατὰ μηδὲν τῶν εἰς εὐαρέστησιν αὐτῷ ἐλλείποντες, ἄρτιοι ἀναδειχθῶμεν ἐν αὐτῷ καὶ εὐθύφρονες, πάσης δικαιοσύνης καὶ εὐσεβείας πληρέστατοι. Καὶ ταῦτα μὲν ὡς ἐν προοιμίου τρόπῳ διὰ βραχέων λελέχθω.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.