Ἀλλὰ καὶ οἱ Χριστιανοὶ μιμούμενοι τὰς κατασκευὰς τῶν ναῶν, μεγίστους οἴκους οἰκοδομοῦσιν, εἰς οὓς συνιόντες εὔχονται, καί τοι μηδενὸς κωλύοντος ἐν ταῖς οἰκίαις τοῦτο πράττειν, τοῦ Κυρίου δῆλον ὅτι πανταχόθεν ἀκούοντος. ÷ Ταῦτα εἰπὼν ὁ Ἕλλην, ἐπέμενεν τῇ οἰκεία δόξη συνιστάμενος, ὡς τῆς αὐτῆς μετέχουσι φύσεως οἵ τε ἄγγελοι, καὶ οἱ παρ’ αὐτῷ λεγόμενοι θεοί· ἐφ’ οἷς τὴν προκειμένην εὐαγγελικὴν ῥῆσιν προήγαγεν· δοκοῦν αὐτῷ τοῖς ἐκείνου λόγοις συνᾴδουσαν, ἵνα πάλιν διὰ τῆς ὁμωνυμίας καὶ τῆς αὐτῆς μεθόδου προερχόμενος, συναποδείξῃ καὶ τοὺς παρ’ αὐτῷ θεοὺς τῆς τῶν σεμνῶν τούτων ὀνομάτων, ἀφθαρσίας τε καὶ ἀθανασίας καὶ ἀπαθείας, τιμῆς μετέχοντας, καὶ φύσεως μετειληφότας τῆς αὐτῆς· οὕτω τὸν οἰκεῖον λόγον κατασκευάσας, καὶ αὐτὸς ἑαυτῷ ἐπιψηφισάμενος, καὶ ὡς ὁμολογούμενον λαβὼν, ἐπάγει· ÷ Ὁμολογουμένου τοίνυν θείας φύσεως τοὺς ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σεβαστοῖς θεοῖς ποιοῦντες, οὐκ ἐν ξύλῳ, ἢ λίθῳ, ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν Θεὸν εἶναι νομίζουσιν. ÷ Ἐνταῦθα προσεσχηκότας ἐπισημήνασθαι χρὴ, ὅτι δὴ μετριώτερόν πως περὶ τὴν ἀσέβειαν ταῦτα λέγων ὁ Ἕλλην διέκειτο, τῆς ὕλης μικρὸν ἀνανεύσας, καὶ κρεῖττόν τι περὶ Θεοῦ φανταζόμενος.