Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η αγγελική πολιτεία και η αποκάλυψη της εικονομαχικής παραποίησης

Ανάλυση της άυλης φύσης των αγγέλων σε αντιδιαστολή με τη φθορά της σάρκας, και αποκατάσταση του αυθεντικού χωρίου που είχε αλλοιωθεί από τους εικονομάχους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 8

Γράφει γὰρ οὕτως λοιπόν. ÷ Τὴν περὶ τῶν ἀγγέλων καὶ τῆς ἀφθαρσίας αὐτῶν σὺν τῷ μετρίῳ λέξομεν τὴν ὑπόθεσιν· καὶ πῶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.

Τὴν μακαριότητα δεῖξαι βουλόμενος ὁ Χριστὸς τῶν οἰκεῖν λαχόντων τὴν οὐράνιον χώραν, καὶ ταλανίσαι τοὺς ἐν φθορᾷ τῆς γῆς βιοτεύοντας, καὶ τὴν ὕπαρξιν ἐκ ῥυπαρᾶς τῶν σαρκῶν βλάστης ἀνειληφότας, γεννωμένους καὶ γεννῶντας, καὶ δίκην φύλλων θᾶττον ἀποῤῥέοντας φησίν.

Οἱ καταξιωθέντες εἰς ἀνώλεθρον ζωῆς ἐλθεῖν ἀνάκτορον, λαμβάνουσιν ἀγωγὴν, ἣν ἔχουσιν ἄγγελοι, ἀπαλλαγέντες μίξεως σωματικῆς καὶ κράσεως, καὶ τελευτὴν μηκέτι μηδὲ γένεσιν ἔχοντες, συμπλοκῆς σωματικῆς καὶ δεσμῶν χωριζόμενοι· ἵνα τις τῶν εὐφρονούντων ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν, τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν, πρὸς μίμησιν αὐτῶν τὸν βίον ῥυθμίσειεν, καὶ τὴν ἐκείνων ἀξίαν τοῖς ἔργοις ζηλώσειεν. ÷ Ἐνταῦθα γενομένοις ἡμῖν ἰλιγγιᾶν εἰκότως καὶ ἀλύειν ἔπεστι· πολλὴ γὰρ ἐκ τῶν κακουργηθέντων, ἐν τῷδε τῷ τόπῳ, ἔκπληξίς τε ἡμᾶς καὶ ἀπορία πανταχόθεν περιστοιχίζεται· καὶ ὅπως πρὸς τὸ κακούργημα ἴδωμεν, οὐδαμόθεν μηχανὴ ἐξευρεθῆναι δυνήσεται.

Τεθηπότες δὲ ἄγαν ἐπὶ τούτοις, καὶ δυσχεραίνοντες, ταύτην ἀφίεμεν τὴν φωνήν· ὦ ψυχῆς ἐμπαθοῦς καὶ αὐθάδους! ὦ χειρὸς ἐπιβούλου καὶ τολμηρᾶς! Καὶ ὄντως ἄξιον θαύματος καὶ ἐκπλήξεως, ὅπως ἡ μὲν ἐννοῆσαι ταῦτα οὐκ ἔφριξεν, ἡ δὲ πρὸς τὴν ἐγχείρησιν τὴν ἄθεσμον οὐκ ἀπενάρκησεν· ἀλλ’ ὥς τε συλῆσαι τὸ πρᾶγμα, καὶ περὶ αὐτὸ τὸ καιριώτατον, καὶ εἰς ζήτησιν τανῦν προαγόμενον καὶ ἀνάπτυξιν, τὴν ἐπιβουλὴν καὶ τὸν δόλον ἐργάσασθαι· βαβαί! τοῦ σοφιστοῦ τῶν τοιούτων ἐγχειρημάτων! οἷον αὐτῷ καταπεφώραται τὸ τεχνούργημα! εἰ γάρ που δεινὸς καὶ χαλεπὸς οὕτως ἦν, ὡς τῇ ἀχλύϊ τῶν καττυθέντων ἐπισκιάσαι τοῦ προκειμένου, διὰ τῶν προαναρπασθέντων λόγων τὴν εὕρεσιν. Ἀλλὰ τό γε τῆς ἀληθείας προεναστράψαν φῶς, ἀπήμβλυνεν αὐτοῦ τὸ δραματούργημα, καὶ διέλυσεν· καθ’ ἅπερ κατ’ ὄρθρον ἀνίσχων ὁ ἥλιος τῆς νυκτὸς διεσκέδασεν τὴν κατήφειαν.

Τοιγάρτοι σαθρὸν ὤφθη, καὶ ἀσθενὲς ἐντεῦθεν τὸ κατασκεύασμα. Πῶς γὰρ ᾤετο λανθάνειν ὁ σοφὸς οὗτος γραμματεὺς, καὶ τῶν τηλικούτων ἐπιχειρημάτων ἐργάτης πολυπειρότατος; ἆρα ὡς λίαν ἀμαθεῖς καὶ ἀπαιδεύτους τοὺς ἐντευξομένους ὑπειληφὼς, ἢ τῆς αὐτῆς ἐκείνῳ γνώμης καὶ δόξης ὑπάρχοντας, ἣ τῇ εὐσεβείᾳ καὶ τοῖς θείοις δόγμασι φανερῶς ἀντικαθέστηκεν καὶ μεμάχηται; Ἀλλὰ γὰρ οὐκ ἐπὶ τοσοῦτον ἀγεννέσιν καὶ ἀπειροκάλοις περιέτυχεν θηρευταῖς· εὐθὺς γὰρ ἐξ αὐτῆς πρώτης ὁρμῆς ἁλώσιμον γέγονεν μὴ διαδρᾶσαν τὸ θήραμα. Ἡμεῖς τοίνυν, εἴπερ κατὰ τῶν ἐνθέων διδαγμάτων καὶ τῆς ἀληθείας παίζειν βούλεται, χαίρειν τοῖς δραματουργηθεῖσιν φράσαντες, ἐπὶ τὴν τῶν ζητουμένων διασάφησιν ἴωμεν.

Ἡ μὲν οὖν ῥῆσις τοῦ χωρίου τῆς χρήσεως, ἔνθα περικοπὴ γέγονεν, καθάπερ προεκτέθειται, δήλη· περαίνεται δὲ καὶ καταλήγει ἐν ἐκείνῳ τῷ τέλει, ὅπερ καὶ νῦν ἐπαναλαβεῖν ἁρμόδιον· πρὸς [τὸ] τὸν εἱρμὸν μὴ διακοπῆναι τοῦ λόγου· ἔχει δὲ ὧδε. ÷ Ἵνα τις τῶν εὐφρονούντων, ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν, τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν, πρὸς μίμησιν αὐτῶν τὸν βίον ῥυθμίσειεν, καὶ τὴν ἐκείνων ἀξίαν τοῖς ἔργοις ζηλώσειεν. ÷ Μέχρι τούτου τοῦ πέρατος ὑγιῶς καὶ ἀμέμπτως ἔχει τὰ τῆς χρήσεως. Ἐντεῦθεν λοιπὸν τὰ πονηρῶς καὶ κακούργως τῷ σοφῷ ἐκείνῳ ὑφαιρεθέντα δὴ, ἃ κατὰ συνέχειαν ἀναγνωστέον, [ἀπὸ] τοῦ· ζηλώσειεν, ἔχοντα οὕτως. ÷ Γάμων ἀπεχόμενος, καὶ τὰ τῆς φθορᾶς δραπετεύων σύμβολα, καὶ τέλος παρελθὼν τοῦ θανάτου τὴν θύραν, εἰς μακάρων αὐλὴν [τοῦτ’ ἔστι τῶν ἀγγέλων], ἀνέλθῃ κουφιζόμενος. ÷ Οὕτω δὴ τὴν περικοπὴν ταύτην περιελόμενος ἐπήγαγεν· ÷ Οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι. ÷ Καὶ τὸ μὲν τέχνασμα ἐνταῦθα φανερόν. Τί δὲ τῷ εὑρετῇ τῆς μηχανῆς ταύτης ἐντεῦθεν διαπεπραγμάτευται; συσκιάσαι βούλεται νῦν τὴν ἀλήθειαν· ὡς μὴ φανερὸν γενέσθαι, ὁποίων δὴ τινῶν καὶ ὅτῳ τρόπῳ εἰκόνας ὁ Συγγραφεὺς γίνεσθαι παρῃτήσατο.

Πειρᾶται γὰρ δι’ αὐτῶν δεικνύειν καὶ πείθειν τοὺς παρατυγχάνοντας, εἴπερ τινὰς αἰχμαλωτευομένους τοῖς αὐτοῦ στρατηγήμασιν λάβοι, ὅτι γε δὴ ἀνθρώπων ἁγίων τούτων δὴ τῶν τὴν φύσιν τὴν ἀνθρωπείαν ὑπελθόντων, καὶ εἰς πολιτείαν ἀγγελικὴν μεταταξαμένων, εἰκόνας ἀπαγορεύει τυποῦσθαι καὶ γράφεσθαι· ἵνα τί συμβήσεται; εἴποτέ τινες καταπεισθεῖς αὐτοῦ τῶν λόγων γενήσοιντο, ὁμοῦ τε τὸν κόσμον τῆς ἐκκλησίας καὶ τὴν εὐπρέπειαν κακοήθως λωβήσαιντο, καὶ τήν γε προσκύνησιν καὶ τὸ σέβας, ὅπερ Χριστιανοὶ, κατὰ τὸ κρατῆσαν ἀνέκαθεν ἔθος τῇ Ἐκκλησίᾳ, πρὸς δὲ καὶ ἁγίων Πατρῶν ἱεραῖς διδασκαλίαις προσανέχοντες νέμουσιν, ἐξυβρίσαιέν τε καὶ περιγράψαιεν. Ἀλλ’ οὐχ’ οὕτως ὁ τοῦ Συγγραφέως ἔχει σκοπὸς, ὡς μετὰ ταῦτα δειχθήσεται δὴ, ὅτε ὡς τῶν τῆς ἀπάτης ἀφέμενοι λόγων, ἐπὶ τὴν τῆς ἀληθείας βαδιούμεθα τρίβον. Καὶ πρότερόν γε περὶ τῆς διαιρέσεως τῶν προκειμένων διαληψόμεθα· οὕτω γὰρ εὐκάτοπτα ἡμῖν καὶ καθαρώτατα γενήσεται τὰ λεγόμενα. Διχῆ γὰρ ταῦτα διελόμενος, ὁ Συγγραφεὺς εἰσφέρει τὸν Χριστὸν τῶν μὲν κατ’ οὐρανοὺς ἁγίων ταγμάτων τὴν πληθὺν ἐν μακαρίᾳ τῇ λήξει τιθέμενον, τῶν δ’ αὖ ἐκ σαρκικῆς καὶ προσύλου γενέσεως τὴν ὕπαρξιν κεκτημένων τὴν ἀθλιότητα ταλανίζοντα.