Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η διάκριση μεταξύ ειδωλολατρίας και ορθόδοξης τιμητικής προσκυνήσεως

Διευκρίνιση ότι η κριτική κατά των ειδώλων αφορά τους εθνικούς, και διατύπωση της θεολογικής διαφοράς μεταξύ της λατρείας του Θεού και της τιμητικής προσκυνήσεως των εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 8

εἶτα ὥσπερ ἐπιδιαίρεσιν τούτων ποιούμενος, ἐπάγει· ÷ Οἱ καταξιωθέντες εἰς ἀνώλεθρον ζωῆς εἰσελθεῖν ἀνάκτορον, ἀγγέλων λαμβάνουσιν ἀγωγὴν, σωματικῶν παθῶν καὶ δεσμῶν ἀπαλλαγέντες· ἵνα τις τῶν εὐφρονούντων ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν, τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν [τοῦτ’ ἔστιν τῶν μακαρίων καὶ ἀσωμάτων Δυνάμεων], ὡς δυνατὸν, τὸν βίον πρὸς αὐτοὺς ῥυθμίσειεν, γάμων ἀπεχόμενος καὶ τὰ τῆς φθορᾶς δραπετεύων σύμβολα, καὶ τέλος παρελθὼν τοῦ θανάτου τὴν θύραν εἰς μακάρων αὐλὴν [τοῦτ’ ἔστι τῶν ἀγγέλων], ἀνέλθῃ κουφιζόμενος, οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι. ÷ Τίνων ἐκείνων; τῶν ἀγγέλων δήπουθεν, ὧν προσεχῶς ἐμνημόνευσεν· οἷς ὁμοίους τὴν φύσιν ὁ προσδιαλεγόμενος Ἕλλην τοὺς ἑαυτοῦ θεοὺς ἀπεκόμπασεν. Ὡς ἂν οὖν μὴ τῷ Ἕλληνι συμφερόμενος περὶ ταῦτα δειχθείη, τούτου γε ἕνεκεν ἔφη· Ἵνα οἱ εὐφρονοῦντες, τὴν μὲν τῶν ἀγγέλων ἀξίαν τοῖς ἔργοις ζηλώσαιεν, εἰκόνας δὲ αὐτῶν [κατὰ τὸν τοῦ Ἕλληνος σκοπὸν] μὴ τυπώσαιεν τῷ σχήματι, τὸν νοῦν ἀποπλανώμενοι, καὶ μέχρι τῆς ὕλης καὶ τοῦ κτίσματος ἱστῶντες τὸ σέβας καὶ περιγράφοντες. Καὶ τοῦτο δηλοῖ τὸ ἐπαγόμενον πρόσρημα τὸ ὡς φὴς αὐτός· τοῦτ’ ἔστιν, ὁ Ἕλλην. Βεβαιότερον δὲ τὸν λόγον ἀποφαίνει τὰ τούτοις ἑπόμενα.

Ὅ ἐστι· ÷ τῇ σκιᾷ φθέγγεται, καὶ τῷ φάσματι τέρπεται· ἀψύχοις ὕλαις ὡς ἐμψύχοις ἐνομιλῶν, νεκρῶν χαρακτήρων ὄψεσιν εὐωχούμενος· ἀφώνῳ πλάσματι προσάγων τὴν ἔντευξιν, λίθῳ καὶ ξύλῳ φωλεύειν τὸ θεῖον νομοθετῶν, χαλκῷ καὶ σιδήρῳ κρατεῖσθαι, τὴν ἀκράτητον ὕλην φανταζόμενος θηρᾶν, τὸ ἀθέατον ἐν θεωρίᾳ νεκρᾷ ἀλόγως ὑποτυπῶν. ÷ Τὰ μὲν οὖν τοῦ Συγγραφέως ταῦτα· εὔκαιρον δὲ ἐνταῦθα ἀναλαβόντας ἐκεῖνο τὸ σολομώντειον φάναι· ÷ Πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν· ÷ τίς γὰρ οὕτως ἀμύητός τε καὶ λόγου παντὸς ἀμέτοχος, ᾧ μὴ ταῦτα εὐφώρατά τε καὶ δῆλα καθίσταται· ὡς ὁ συγγραφεὺς τῶν κακοδαιμονούντων ἀποσκώπτων καὶ ἐκτρεπόμενος τὴν ἠλιθιότητα, τὴν τῶν Χριστιανῶν πίστιν καθαρὰν ἀποφαίνει, καὶ πάσης κτισματολατρείας ἀπηλλαγμένην λέγει· καὶ ὅτι Χριστιανοὶ τὴν μὲν τῶν ἀγγέλων πολιτείαν μιμεῖσθαι σπουδάζουσιν· οὐχ ὡς οἱ Ἕλληνες εἰκονίζοντες ξύλοις, καὶ λίθοις, καὶ τῇ ἑτέρᾳ ὕλῃ προσανέχοντες, καὶ αὐτοῖς τοῖς κτίσμασι τὸν νοῦν ἐνερείδουσιν, μέχρι τούτου ἱστάμενοι, καὶ οὐδὲν πλέον φανταζόμενοι.

Τί γὰρ ἕτερον ἐνταῦθα ἐννοήσειέ τις, ᾧ καὶ κατὰ μικρὸν λόγου τε καὶ συνέσεως μέτεστιν, ἡνίκα ἀκούσειεν· ÷ ἀφώνῳ πλάσματι προσαγαγὼν τὴν ἔντευξιν, λίθῳ καὶ ξύλῳ φωλεύειν τὸ θεῖον νομοθετῶν. ÷ καὶ τὰ ἄλλα, ἢ ὅτι τοῖς Χριστιανοῖς τοῦτο ἀπηγόρευται; Τίς γὰρ τῶν πεπιστευκότων εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ τῆς Τριάδος τὴν θείαν αἴγλην ἐναυγασθεὶς, τὴν ἀλήθειαν ἀπέστραπται, καὶ ἀφώνῳ πλάσματι προσάγειν τὴν ἔντευξιν, καὶ λίθῳ, καὶ ξύλῳ φωλεύειν τὸ θεῖον ὑποπτεύσει ποτέ; ἄπαγε τῆς βλασφημίας! Ἑλλήνων ταῦτα καὶ βαρβάρων ἐθνῶν, οἵτινες τοῖς τοῦ διαβόλου ζυγοῖς ὑπενηνεγμένοι, καὶ πολυθεΐας ἢ ἀθεΐας, εἰπεῖν οἰκειότερον, βρόχοις συνειλημμένοι, καὶ ἐν βαθεῖ σκότῳ τῆς ἀγνοίας καθεύδοντες, τῇ κτίσει λατρεύουσιν παρὰ τὸν κτίσαντα, καὶ θεοὺς τὰ ποιήματα οἴονται, τοῖς ἑαυτῶν διαλογισμοῖς ματαιούμενοι.

Οἱ γὰρ Χριστιανοὶ Θεῷ μὲν τῷ πάντων ποιητῇ καὶ δεσπότῃ τὴν ἐν Πνεύματι καὶ ἀληθείᾳ λατρείαν τε προσάγουσιν καὶ προσκύνησιν, καὶ τῇ ὑπερτάτῃ δόξῃ θεοπρεπῶς τὸ σέβας προσνέμουσιν, καθὰ ἡ ὁμολογία ἡμῶν ἑκάστης αὐτῷ προσφέρεται· ταῖς δὲ ἱεραῖς καὶ καθ’ ἡμᾶς εἰκόσιν τὴν κατὰ τιμὴν προσκύνησιν προσάγουσιν· οὐ τῇ ὕλῃ καὶ τοῖς φαινομένοις προσέχοντες, πρὸς δὲ τὰ τούτων ἀρχέτυπα τὸν νοῦν εὐσεβῶς ἀνατείνοντες. Οὕτω δ’ ἂν καὶ ἄλλος χριστιανὸς, πιστός τε ὢν, καὶ εὐλαβῶς καὶ ὁσίως τὸν βίον ἐξανύων, φρονήσειέν τε καὶ φθέγξοιτο· πολλῷ δὲ πλέον ὁ Συγγραφεὺς οὗτος, εἴπερ ἐν διδασκάλου τάξει προκαθεζόμενος, τῶν τολμώντων κατὰ τοῦ θείου Εὐαγγελίου ποιεῖσθαι τὴν κατάῤῥησιν στηλιτεύσειεν τὸ σοβαρόν τε καὶ ἔμπληκτον.