Θεοῦ δὲ λόγος οὔτε λίθοις ποτὲ, οὔτε ξύλοις ἐνήχησεν, οὐδὲ τοῖς ἀναισθήτοις αἴσθησιν ἐχορήγησεν. Ἄνθρωποι δὲ κενοφρονοῦντες, χρυσὸν χωνεύσαντες, καὶ χαλκὸν διαπλάσαντες, χρησμοὺς ἐξ αὐτῶν τὸ θεῖον ἀπῄτησαν, πηροὶ τὸ φρόνημα, καὶ τυφλοὶ τὴν ἔννοιαν, μὴ δὲ ἐκ τῆς ἀναισθησίας τῶν λιθίνων ξοάνων τὴν ψυχὴν δυσωπούμενοι, καὶ κρίνοντες ἐκεῖνο, καὶ καλῶς δοκιμάζοντες, ὡς οὐδὲ τιμῆς αἴσθησιν, οὐδ’ αὖ πάλιν ὕβρεως λαμβάνει τὸ ἄψυχον, οὐ τὸν εὐλογοῦντά τινα, οὐδὲ τὸν κακολογοῦντα τιμωρίαις ἀμύνεται. ÷ Μωϋσῆς οὖν οὐκ ἀναισθήτους λέγει κακολογεῖσθαι θεούς· τί γὰρ τὸ ἀναίσθητον κακολογούμενον; παρὰ τίνος ποτὲ λυπηθήσεται; τίς δ’ οὕτως ἐνεὸς, καὶ φλήναφος, καὶ μωρὸς κακολογεῖν ἐκεῖνο τὸ μὴ δυνάμενον, δι’ ὕλης νεκρότητα, ἐκ τῆς κακολογίας διακρῖναι τὴν ὕβριν; ὅθεν οὐδὲ θεοὶ, οὐδὲ αἴσθησιν ἔχοντες προπηλακισθήσονται, οὐδ’ ἀμύνονταί τινα, νεκροὶ τὴν φύσιν ὄντες, καὶ τὸν λόγον ἀκίνητοι. Εἰ δὲ ὀνόματα θεῶν ἔχουσι καὶ ἐπίκλησιν, οὐ λυμαίνονται τὸ θεῖον, ὡς οὐδὲ κύνες ἀνθρώπων ὀνόμασιν ἀτιμώμενοι.