Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ελληνική δεισιδαιμονία και οι σοφιστείες περί των αγαλμάτων

Διαχωρισμός της απαγορευμένης λατρείας των ειδώλων από την τιμή των ιερών εικόνων και αναίρεση των ισχυρισμών περί μετοχής των αγγέλων στα υλικά αγάλματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 8

Δι’ ὧν ἁπάντων διαῤῥήδην ἀποδέδεικται, ὡς ἡνίκα μνήμην εἰκόνων τῶν ἔξωθεν ποιήσαιτο, τὴν παρ’ Ἕλλησι δεισιδαιμονίαν ἀπαγορεύει, ἣν αὐτοὶ ταῖς τῶν νομιζομένων παρ’ αὐτοῖς θεῶν εἰκόσιν ἀθέσμως προσφέροντες ἐπεδείκνυντο. τὸ γὰρ ἂν μετὰ ταῦτα δηλώσειεν ἐμφανέστερον· οἷον γὰρ περὶ τῶν ἱεροτύπων φρόνημα ἔσχεν, ἐν ὑστέρῳ παραθησόμεθα.

Τῇ τάξει δὲ τῶν προηγουμένων ἑπόμενοι, καὶ αὖθις τὰς τῆς ἑλληνικῆς τερθρείας προτάττειν δίκαιον ᾠήθημεν· εἶθ’ ἑξῆς τὴν τούτων ἀνασκευὴν, δι’ ἧς ὁ Συγγραφεὺς ἀντεῖπεν ἀκολούθως, ἐπισυνάψαι. Προϊὼν γάρ τις εὑρήσει τὸν Ἕλληνα τοιάδε τινὰ λέγοντα. ÷ Εἴτε οὖν θεούς τις αὐτοὺς, εἴτε ἀγγέλους ὀνομάζει, οὐ πολὺ τὸ διάφορον, τῆς φύσεως αὐτῶν μαρτυρουμένης θείας, ὁπότε γράφει Ματθαῖος οὕτως· ÷ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς, μήτε τὴν δύναμιν τοῦ Θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ. ÷ Ὁμολογουμένου τοίνυν θείας φύσεως τοὺς ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σεβαστοῖς θεοῖς ποιοῦντες, οὐκ ἐν ξύλῳ ἢ λίθῳ, ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν Θεὸν εἶναι νομίζουσιν, οὐδ’ εἴ τι μέρος ἀγάλματος, ἀκρωτηριασθείσης τῆς τοῦ θεοῦ δυνάμεως ἀφαιρεῖσθαι κρίνουσιν. ÷ ÷ Ὑπομνήσεως γὰρ ἕνεκεν τὰ ξόανα καὶ οἱ ναοὶ ὑπὸ τῶν παλαιῶν ἱδρύνθησαν, ὑπὲρ τοῦ φοιτῶντας ἐκεῖσε τοὺς προσιόντας εἰς ἔννοιαν γίνεσθαι τοῦ Θεοῦ, σχολὴν ἄγοντας, καὶ τῶν λοιπῶν καθαρεύοντας, εὐχαῖς καὶ ἱκεσίαις χρῆσθαι, αἰτοῦντας παρ’ αὐτῶν, ὧν ἕκαστος χρήζει.

Καὶ γὰρ εἴ τις εἰκόνα κατασκευάσει φίλου, οὐκ ἐν ἐκείνῃ δήπουθεν αὐτῷ νομίζει τὸν φίλον εἶναι, οὐδὲ τὰ μέρη τοῦ σώματος ἐκείνου τοῖς τῆς γραφῆς ἐγκεκλεῖσθαι μέρεσιν· ἀλλὰ τὴν εἰς τὸν φίλον τιμὴν δι’ εἰκόνος δείκνυσθαι. τὰς δὲ προσαγομένας τοῖς θεοῖς θυσίας οὐ τοσοῦτον τιμῆς εἰς αὐτοὺς φέρειν ὅσον δεῖγμα εἶναι τῆς τῶν θρησκευόντων προαιρέσεως, καὶ τοῦ μὴ πρὸς αὐτοὺς ἀχαρίστως διακεῖσθαι· ἀνθρωποειδῆ δὲ τῶν ἀγαλμάτων εἰκότως εἶναι τὰ σχήματα, ἐπεὶ τὸ κάλλιστον τῶν ζώων ἄνθρωπος εἶναι νομίζεται, καὶ εἰκὼν Θεοῦ. ÷ ÷ Ἔνι δὲ ἐξ ἑτέρου τοῦτο κρατῦναι τὸ δόγμα, διαβεβαιουμένου δακτύλους ἔχειν τὸν Θεὸν, οἷς γράφει φάσκων· καὶ ἔδωκεν τῷ Μωυσῇ τὰς δύο πλάκας, τὰς λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.

Ἀλλὰ καὶ οἱ Χριστιανοὶ μιμούμενοι τὰς κατασκευὰς τῶν ναῶν, μεγίστους οἴκους οἰκοδομοῦσιν, εἰς οὓς συνιόντες εὔχονται, καί τοι μηδενὸς κωλύοντος ἐν ταῖς οἰκίαις τοῦτο πράττειν, τοῦ Κυρίου δῆλον ὅτι πανταχόθεν ἀκούοντος. ÷ Ταῦτα εἰπὼν ὁ Ἕλλην, ἐπέμενεν τῇ οἰκεία δόξη συνιστάμενος, ὡς τῆς αὐτῆς μετέχουσι φύσεως οἵ τε ἄγγελοι, καὶ οἱ παρ’ αὐτῷ λεγόμενοι θεοί· ἐφ’ οἷς τὴν προκειμένην εὐαγγελικὴν ῥῆσιν προήγαγεν· δοκοῦν αὐτῷ τοῖς ἐκείνου λόγοις συνᾴδουσαν, ἵνα πάλιν διὰ τῆς ὁμωνυμίας καὶ τῆς αὐτῆς μεθόδου προερχόμενος, συναποδείξῃ καὶ τοὺς παρ’ αὐτῷ θεοὺς τῆς τῶν σεμνῶν τούτων ὀνομάτων, ἀφθαρσίας τε καὶ ἀθανασίας καὶ ἀπαθείας, τιμῆς μετέχοντας, καὶ φύσεως μετειληφότας τῆς αὐτῆς· οὕτω τὸν οἰκεῖον λόγον κατασκευάσας, καὶ αὐτὸς ἑαυτῷ ἐπιψηφισάμενος, καὶ ὡς ὁμολογούμενον λαβὼν, ἐπάγει· ÷ Ὁμολογουμένου τοίνυν θείας φύσεως τοὺς ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σεβαστοῖς θεοῖς ποιοῦντες, οὐκ ἐν ξύλῳ, ἢ λίθῳ, ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν Θεὸν εἶναι νομίζουσιν. ÷ Ἐνταῦθα προσεσχηκότας ἐπισημήνασθαι χρὴ, ὅτι δὴ μετριώτερόν πως περὶ τὴν ἀσέβειαν ταῦτα λέγων ὁ Ἕλλην διέκειτο, τῆς ὕλης μικρὸν ἀνανεύσας, καὶ κρεῖττόν τι περὶ Θεοῦ φανταζόμενος.

Ἆρ’ οὖν οὐκ ἐκδηλότερόν τε καὶ ἐκτυπώτερον διὰ τούτων ἅπασι δείκνυται, ὡς ἤδη καὶ νῦν περὶ θεῶν ὁ λόγος, καὶ ἀγαλμάτων ἐκ λίθων, καὶ ξύλων, καὶ χαλκοῦ, καὶ ἑτέρας ὕλης μεμηχανημένων, καὶ τοῦ περὶ αὐτῶν σεβάσματος; πάνυ μὲν οὖν. Δι’ ὃ καὶ ἐνταῦθα ἀναμφίβολον ὁ λόγος ἔχει τὴν δήλωσιν, ὅτι ὁ συγγραφεὺς πρὸς Ἕλληνας τὸν λόγον ἀποτεινόμενος, περὶ εἰκόνων τῶν παρ’ αὐτοῖς θεῶν, ἤτοι ἀγαλμάτων, τὸν λόγον προήγαγεν.